← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§182.15-183.28

各种政体中的友爱及僭主制与主奴关系的限度

阿斯帕西奥斯详细阐述了与君王政体、贵族政体和资财政体相对应的诸种友爱(父子、夫妻、兄弟及密友),并考察了偏离政体(尤其是僭主政体)中友爱与公正的匮乏,以及主奴之间可能成立友爱的条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5#2

ὑπερέχει δὲ ἡ φιλία τῶν πατέρων καὶ βασιλέων καὶ οὐ τὸ αὐτὸ δίκαιον πατρὶ πρὸς υἱοὺς καὶ βασιλεῖ πρὸς ἀρχομένους· οὐδ’ ἡ φιλία ὁμοία· ἡ δὲ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα φιλία ὁμοία τῇ ἀριστοκρατίᾳ· κατὰ τὸ πρέπον γάρ· καὶ γὰρ ἀνδρὶ πλέον ἀγαθόν· οὕτω καὶ τὸ δίκαιον. Εἰπὼν ὁμοίαν εἶναι τὴν τῶν ἀδελφῶν φιλίαν τῇ τιμοκρατίᾳ, νῦν τῇ ἑταιρικῇ φησι διὰ τὸ ὁμοίους εἶναι, εἰ καὶ μικρὸν ἡ ἑταιρικὴ κρείττων. τῇ δ’ ἑταιρικῇ ἔοικε καὶ ἡ τιμοκρατική. ὡς γὰρ οἱ ἀπὸ τῶν τιμημάτων ἄρχοντες ἴσοι βούλονται εἶναι, οὕτω καὶ οἱ ἑταῖροι. [〈* * *〉 ἑκάστῳ γὰρ καὶ ἡ φιλία πρὸς τὰ τέκνα τῆς φιλίας τοῦ βασιλέως, ἣν ἔχει πρὸς τοὺς βασιλευομένους, καὶ τοῦ δικαίου τοῦ πρὸς αὐτοὺς καὶ πάντων δὲ τῶν προγόνων ἡ πρὸς τοὺς ἐγγόνους φιλία καὶ τὸ δίκαιον ἐν ὑπεροχῇ πάντων, καὶ εἰ ἔτι τῶν ἄνωθέν τις ζωή· καὶ τὸ δίκαιον δὲ ἐν τούτοις τὸ κατ’ ἀξίαν, οὐ τὸ κατ’ ἰσότητα· ἀνδρὸς δὲ πρὸς γυναῖκα ἀριστοκρατικὴ φιλία καὶ δίκαιον ἀριστοκρατικόν, ἡ δὲ τῶν ἀδελφῶν φιλία τῇ ἑταιρικῇ ἔοικεν.] ἑταιρικὴ δέ ἐστιν ἡ τῶν ἴσων καὶ ἡλικιωτῶν καὶ ὁμοηθῶν ἀλλήλοις καὶ ὁμοιοπαθεῖς.1 τοιαύτη δὲ καὶ ἡ τῶν ἀδελφῶν. ἥλικες γάρ πως καὶ οὗτοι καὶ συνήθεις καὶ ὁμοιοπαθεῖς, ἄν γε μὴ διεφθαρμένοι τύχωσι τὰς ψυχάς· τοιαύτη δὲ καὶ ἡ τιμοκρατική· καὶ γὰρ οἱ ἐν τῇ πολιτείᾳ ταύτῃ ἴσοι βούλονται εἶναι καὶ ἐπιεικεῖς, οὐκ ἀκριβεῖς μὲν κατ’ ἀρετήν, ἠγμένοι δὲ ἐλευθερίως καὶ πεπαιδευμένοι μετρίως κατὰ τοὺς νόμους. διὸ καὶ βελτίων ἐστὶ τῆς δημοκρατίας, ἐν ᾗ καὶ οἱ τυχόντες καὶ μηδέποτε ἐλευθερίου παιδείας μετέχοντες ἄρχειν εἰώθασιν. ἐν δὲ ταῖς τιμοκρατίαις ἐν μέρει τὸ ἄρχειν καὶ ἐξ ἴσου. οὕτω δὴ καὶ αἱ φιλίαι, ἴσαι δηλονότι καὶ οὐ μεθ’ ὑπερβολῆς. ἐν δὲ ταῖς παρεκβάσεσιν, ὥσπερ καὶ τὸ δίκαιον μικρόν ἐστιν, οὕτω καὶ ἡ φιλία. ἥκιστα δὲ ἐν τῇ χειρίστῃ ἔνεστι φιλία, λέγω δὴ τῇ τυραννίδι. καὶ γὰρ τὸ δίκαιον ἐν ταύταις 〈ἥκιστα〉 ἔνεστιν. ἐν μέρει δ’ ἄρχουσιν οἱ τιμοκρατικοί, καὶ ἡ φιλία αὐτῶν ἐν μέρει· ἐν οἷς γὰρ ἄρχουσιν.2 ὥσπερ δὲ οἱ παρεκβάντες ἐπὶ μικρὸν ἔχουσι τὸ δίκαιον, οὕτω καὶ τὴν φιλίαν, ὁ δὲ τύραννος οὐδαμοῦ φιλεῖ, ὀργάνοις δὲ πρὸς κακίαν χρῆται τοῖς ἀρχομένοις καὶ ὥσπερ σῶμα τῇ ψυχῇ. ὡς γὰρ τὸ σῶμα ψυχῆς ἄνευ εἶναι οὐ δύναται, οὕτως οὐδ’ οὗτος ἄνευ τῶν ποριζόντων αὐτῷ. ἐπὶ μικρὸν μὲν οὖν πολλάκις φιλοῦσιν οἱ τύραννοι διὰ τὸ χρῆσθαι πρὸς κακίαν. ἐν οἷς γὰρ μηδέν ἐστι κοινὸν ἄρχοντι καὶ ἀρχομένῳ ἀλλὰ πάντα περισπᾷ εἰς ἑαυτὸν καὶ ἁρπάζει ὁ ἄρχων, οὔτε φιλία ἐστὶν οὔτε δίκαιον. οὔτε γὰρ τεχνίτῃ πρὸς ὄργανόν ἐστί τις φιλία οὔτε δίκαιον οὔτε ψυχῇ πρὸς σῶμα οὔτε πρὸς δοῦλον δεσπότῃ. κήδονται μὲν γὰρ τούτων οἱ ἄρχοντες καὶ ὠφελοῦσιν 〈ἀλλ’ οὐ φιλοῦσιν〉 αὐτά, τὸ μὲν ὄργανον ὁ τεχνίτης κατασκευάζων ἐπιμελῶς, τὸ δὲ σῶμα ἡ ψυχή, τὸν δὲ δοῦλον ὁ δεσπότης, ἀλλ’ αὐτῶν ἕνεκα καὶ ἵνα ὑπουργῇ αὐτοῖς. ὅπως δὲ δῆλον γένηται πῶς εἶπε μὴ εἶναι φιλίαν δεσπότῃ πρὸς δοῦλον, ἐπεξηγεῖται λέγων, ᾗ μὲν οὖν δοῦλος οὐκ ἔστι φιλία πρὸς αὐτόν * * * ἰσότητα ἀλλὰ πάντα προστάττειν τῷ οἰκέτῃ τὸν δεσπότην,3 εἰς αὑτὸν ἀναφέροντα τὴν χρείαν· ᾗ δ’ ἄνθρωπός ἐστιν, ἔσεσθαί τινα αὐτοῖς φιλίαν. καὶ ἤδη τινὲς κατανοήσαντες δούλους κρείττονας τῆς ὑπαρχούσης τύχης αὐτοῖς, ἑταίρους ἀντὶ δούλων αὐτοὺς ἐκτήσαντο. καὶ ἐν ταῖς τυραννίσι δὴ ἐπὶ μικρὸν ἢ οὐδ’ ὅλως εἰσὶ φιλίαι πρὸς τοὺς ἀρχομένους τοῖς τυράννοις, ἐν δὲ ταῖς δημοκρατίαις ἐπὶ πλέον ἐστὶν ἡ φιλία καὶ τὸ δίκαιον ἤπερ ἐν ταῖς ἄλλαις παρεκβάσεσι. πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν· ὅπου δὲ κοινωνία ἔνεστι καὶ φιλία τις καὶ δίκαιον.

父亲们与君王们的友爱基于优越,而父亲对儿子们的公正与君王对属民的公正并不相同;友爱亦不类似。而丈夫对妻子的友爱则类似于贵族政体;因为这是依其相称的;事实上,对于丈夫而言有着更多的善;公正亦是如此。在说了兄弟们的友爱类似于资财政体之后,他如今说[类似于]密友之友爱,乃是因为他们是相似之人,即使密友之友爱稍许更优。资财政体的友爱亦与密友之友爱相像。因为正如基于财产评定的统治者们意图保持平等,密友们亦是如此。[……因为在每一种情况下,对子女的友爱亦[胜过]君王对其臣民所怀有的友爱以及对其臣民的公正,而一切祖先对子孙的友爱与公正亦在于高于一切的优越之中,即使源自上代之人仍有某种生命存留亦是如此;而在此等人之中的公正乃是依价值的公正,而非依均等的公正;丈夫对妻子的友爱乃是贵族政体式的友爱,公正亦是贵族政体式的公正,而兄弟之友爱则像密友之友爱。]所谓密友之友爱,乃是平等者、同龄者、彼此性格相似者以及同具感受者的友爱。兄弟之友爱亦是如此。因为只要他们的灵魂恰好未被败坏,他们亦在某种程度上是同龄的、习惯在一起的、同具感受的。资财政体的友爱亦是如此;因为在此种政体中的人们意图保持平等且宽厚,他们在德性上固然不够严整,却以自由人之方式受引导,并依法律受到适度的教养。因此它亦优于民主政体,在民主政体中,哪怕是偶然之人以及从未享有自由人教养之人亦习惯于统治。然而在资财政体中,统治乃是按次序且基于平等条件进行的。因而友爱亦是如此,显然是平等的且不带有过度。但在偏离政体中,正如公正微薄一样,友爱亦微薄。而在最恶劣的政体——我指的正是僭主政体——中,友爱存在得最少。因为在这些政体中公正亦存在得最少。资财政体的统治者们按次序统治,其友爱亦按次序存在;因为在他们统治的范围之内[存在友爱]。正如偏离政体中的人们只在微小程度上拥有公正,同样亦只在微小程度上拥有友爱,而僭主则全然不爱,而是将受统治者当作趋于恶劣的工具来使用,并且正如肉体〔使用〕灵魂一样。因为正如肉体离开灵魂便无法存在,同样此人离开为他提供资财的人们亦无法存在。因此,由于为了恶劣的目的而使用他们,僭主们往往在微小程度上有所关爱。因为在统治者与受统治者之间毫无共通之物、统治者将一切聚拢于自身并大肆掠夺的那些关系中,既不存在友爱亦不存在公正。因为工匠对工具既无任何友爱亦无任何公正,灵魂对肉体、主人对奴隶亦是如此。因为统治者们照料这些并使之获益,[却并不爱]它们——工匠精心修备工具,灵魂照料肉体,主人照料奴隶——但这只是为了他们自身,且为了让这些事物为他们服役。而为了使他如何断言主人对奴隶不存在友爱这一点变得明晰,他进一步解释说,就其作为奴隶而言,对他是没有友爱的,[……]均等,而是主人向家奴吩咐一切,将实用归结于自身;但就其作为人而言,他们之间将存在某种友爱。并且此前已有某些人认识到奴隶优于其当下的命运,便将他们作为密友而非奴隶来获得。因此,在僭主政体中,僭主们对受统治者的友爱是微乎其微的或全然没有的,而在民主政体中,友爱与公正比起在其他偏离政体中更为充沛。因为对于平等的人来说共有之事甚多;而凡存在共同关系之处,亦存在某种友爱与公正。

语法注3 条
  1. 6.5ὁμοιοπαθεῖς

    在紧接属格名词序列(τῶν ἴσων καὶ ἡλικιωτῶν καὶ ὁμοηθῶν ἀλλήλοις)之后,此处出现的是主格复数 ὁμοιοπαθεῖς,而非符合句法一致的属格 ὁμοιοπαθῶν。这属于句式脱节(破格)或依意合构,应是受到了紧随其后的句子中主格形式(ἥλικες γάρ πως καὶ οὗτοι καὶ συνήθεις καὶ ὁμοιοπαθεῖς)的前摄性影响。

  2. 6.5ἐν οἷς γὰρ ἄρχουσιν

    此句承接前句(καὶ ἡ φιλία αὐτῶν ἐν μέρει)充当说明理由的从句,省略了谓语动词(如 ἔστιν)。理解时需根据前文补足骨架,意为“因为在他们统治的范围之内[存在友爱]”。

  3. 6.5ἀλλὰ πάντα προστάττειν τῷ οἰκέτῃ τὸν δεσπότην

    在脱文记号( *)之后出现的不定式结构(προστάττειν... ἀναφέροντα)由引出间接引述的 ἐπεξηγεῖται λέγων 所统辖,用以复述阐发亚里士多德的原义。脱文处原本包含与 ἰσότητα 相关的否定性对比表达(即表明关系并非基于均等,而是主人吩咐一切)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:182.15-183.28