- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:185.14-186.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯论述了基于有用的友爱中法律友爱与伦理友爱的区别,以及因回报要求不一致而产生抱怨的原因。随后他分析了在包含优越关系的友爱中荣誉与财富的比例分配,并阐明了儿子为何不可弃绝父亲。
Ὥσπερ δέ φησι τὸ δίκαιον τὸ μὲν ἔγγραφον, τὸ δὲ ἄγραφον (ἄγραφον μὲν ὅταν ἀπὸ ἔθους τις δικαιωθῇ, ἔγγραφον δ’ ὅταν ἀπὸ νόμου), οὕτω καὶ ἡ διὰ τὸ χρήσιμον φιλία ἠθικὴ καὶ νομική. ἐγκαλοῦσιν οὖν ὅταν μὴ διαλυθῶσιν ὡς καὶ συνήλλαξαν. εἰ γάρ τις ὡς φίλῳ δῴη τινὶ πεντήκοντα νομίσματα, μηδὲν περὶ τόκου εἰπὼν ἀλλ’ ἀγράφως συναλλάξας, εἶθ’ ὕστερον ἀπαιτεῖ τόκον, ἄλλως μὲν συνήλλαξεν, ἄλλως δὲ σπεύδει διαλυθῆναι. ἡ νομικὴ μὲν οὖν ἡ ἀγοραία τοιαύτη, ὡς τόδε μὲν λαβεῖν, τόδε δὲ δοῦναι, ἡ δὲ εἰς χρόνον, οἷον εἰ δῴη μέχρι τοῦ μέλλοντος ἐνιαυτοῦ δέκα νομίσματα, ἵνα μοι δῴης ταῦτα καὶ ἕτερα πέντε. δῆλον οὖν ἐν τῇ ἐλευθερίᾳ νομικῇ τὸ ὄφλημα· εἰ 〈δέ〉 ποτε ἀναβάλληται ὁ λαβὼν καὶ μὴ ἀποδῷ, φιλικὸν τὸ μὴ ἀπαιτῆσαι. ὡς φίλῳ μὲν οὖν ἡ ἠθικὴ δίδωσιν, ἀπαιτεῖ δὲ τὸ ἴσον ἢ πλέον ὡς μὴ δεδωκὼς χάριν ὠφελείας τοῦ λαβόντος, ἀλλ’ ὡς χρήσας ἵν’ ἐκ τούτων κερδάνῃ. χωρὶς μὲν οὖν τόκου συναλλάξας, μετὰ δὲ τόκου διαλυθῆναι σπεύδων ἐγκαλέσαι, τὸ δὲ ἐγκαλεῖν καὶ ἄλλως μὲν συναλλάττεσθαι καὶ ἄλλως διαλύεσθαι συμβαίνει διὰ τὸ θέλειν τινὰς καλοὺς φαίνεσθαι. διδόασι μὲν οὖν πρῶτον μηδὲν ἐπερωτήσαντες, ἵν’ ἀγαθοὶ δόξωσιν, ὕστερον δὲ ὠφελεῖσθαι βούλονται καὶ διὰ τοῦτο ἐγκαλοῦσι. δυναμένῳ δὲ τῷ λαβόντι δεῖ ἀποδοῦναι τὴν ἀξίαν ὧν ἔπαθεν. ἄκοντα γὰρ οὐ ποιητέον φίλον τὸν δέοντα· ὡς δὴ ἁμαρτόντα σὲ τὸν λαβόντα1 ἐν τῇ ἀρχῇ, διὰ τὸ παθεῖν εὖ ὑφ’ οὗ οὐκ ἔδει, ἐπεὶ οὖν μετὰ κακοῦ συνήλλαξας ἀπόδος, ὡς ἐπὶ ῥητοῖς συμφωνήσας, εἰ καὶ μὴ συνεφώνησας. μὴ εὐποροῦντας δὲ δοῦναι, οὐδὲ ὁ δοὺς λαβεῖν ἠξίωσεν. ἐν ἀρχῇ δὲ ἐπισκεπτέον· δεῖ φησι σκοπεῖν, εἰ ὑπὸ ἀγαθοῦ εὐεργετεῖται καὶ ἐπὶ τίνι συμφωνίᾳ, ἵν’ ἐμμείνῃ τούτοις ἢ μή. Ἀμφισβήτησιν δ’ ἔχει πότερον δεῖ πιστεύειν τῇ τοῦ παθόντος ὠφελείᾳ καὶ οὕτως ἀνταποδιδόναι ἢ τῇ τοῦ δόντος εὐεργεσίᾳ. λύων οὖν φησιν, ἐπεὶ ἡ φιλία διὰ τὸ χρήσιμον, μέτρον ἐστὶ τῆς ἀνταποδόσεως ἡ τοῦ παθόντος ὠφέλεια. εἰ γάρ τις δέδωκέ τινι δέκα νομίσματα, ὁ δὲ ἐκέρδανεν ἑκατόν, δεῖ τὰ ἡμίση διδόναι τῷ εὐεργέτῃ. οὕτω γὰρ δέδωκεν ὡς τὰ ἴσα τοῦ κέρδους κομιουμένου. ὁ λαβὼν δέ ἐστιν ὁ δεόμενος. εἰ οὖν ὁ λαβὼν ἑκατὸν ὠφελήθη, τοσοῦτον ὁ δοὺς ἐβοήθησεν. καὶ ἀποδοτέον τὸ ἥμισυ τοῦ κέρδους ἢ καὶ τὸ πλέον. ἐπὶ δὲ τῶν κατ’ ἀρετὴν οὐκ ἔστιν ἐγκαλεῖν. εἰ γὰρ μέτρον ἐστὶν ἡ τοῦ δράσαντος τὸ ἀγαθὸν προαίρεσις, οὐδὲν δ’ αἰτεῖ ὁ δρῶν, οὐδ’ ἐγκαλέσει ποτέ. Ἐπεὶ τρεῖς εἰσιν αἱ φιλίαι, ἔχουσι δὲ καὶ ὑπεροχάς, διαφορὰ γίνεται καὶ ἐν ταῖς ὑπεροχαῖς. ἀξιοῖ γὰρ ὁ βελτίων, ἤγουν ὁ ἀγαθός, ἔχειν πλεῖον, πάλιν δὲ ὁ πλούσιος· οὕτω γὰρ ὠφελιμώτερος. φησὶ γὰρ ὁ μὲν πλούσιος, ὡς ἀχρεῖόν σε ἐν πλούτῳ ὄντα οὐ χρὴ ἴσον ἔχειν ἐμοί. ὑπηρεσία γὰρ ἐστι τὸ ἐμὲ μὲν μόνον κομίζειν, λαμβάνειν δὲ καὶ σὲ ἐξ ἴσου ἐμοί· ὁμοίως δὲ πάλιν καὶ ὁ ἕτερος. δεῖ οὖν φησι τῷ μὲν ὑπερέχοντι κατὰ πλοῦτον ἢ ἀρετὴν διδόναι τιμήν, χρήματα δὲ τῷ ἐνδεεῖ. Φαίνονται δὲ καὶ ἐν ταῖς πολιτείαις τιμώμενοι οἱ ὑπερέχοντες πλούτῳ καὶ τὸ κοινὸν εὐεργετοῦντες. οὐκ ἔστιν οὖν θαυμαστὸν καὶ λαμβάνειν χρήματα καὶ τιμᾶσθαι; οὐδεὶς γὰρ αἱρεῖται τὸ ἔλαττον, ὥστε καὶ διδόναι χρήματα καὶ τιμᾶσθαι. τῷ γὰρ διδόντι χρήματα τιμὴν νέμειν δεῖ καὶ τῷ ὠφελοῦντι καὶ λαμβάνοντι ἢ εἰς ἀρετὴν ὁδηγουμένῳ τιμὴν δεῖ ἀνταποδιδόναι καθ’ ὅσον ἐνδέχεται καὶ δυνατόν. οὐ γὰρ πᾶσι τὸ κατ’ ἀξίαν. διὰ τοῦτό φησι δόξειε μὴ ἐξεῖναι υἱῷ τὸν πατέρα ἀρνήσασθαι· ὀφείλοντα γὰρ τὸν υἱὸν δεῖ ἀποδιδόναι, οὐδὲν δὲ ποιήσας ὁ υἱὸς ἄξιον δέδρακε τῶν πεπραγμένων παρὰ τοῦ πατρὸς πρὸς αὐτόν. ἐξουσία οὖν τῷ πατρὶ ἀφεῖναι,2 ᾧ καὶ χρεωστεῖ ὁ υἱός. οὐδεὶς δέ ποτε ἀποστήσεται τοῦ υἱοῦ, εἰ μὴ μοχθηρὸν ἴδοι αὐτὸν ὄντα. βούλονται γὰρ πάντες τὸ βοηθεῖσθαι, τῷ δὲ υἱῷ ἐπίφευκτον τὸ ἐπαρκεῖν ἢ οὐ σπουδαστόν. καὶ περὶ μὲν τούτων τάδε μοι εἴρηται.
正如他说正义一方面是成文的,另一方面是不成文的(当某人依据习俗被判定为正当时是不成文的,而依据法律时则是成文的),基于有用的友爱同样也是伦理的与法律的。因此,当他们结算的方式与缔约的方式不一致时,他们便提出抱怨。因为若有人如对待朋友般给予某人五十个钱币,未提及任何利息之事,而是口头缔约,随后却索要利息,那么他是以一种方式缔约,却急于以另一种方式结算。因此,市场式的法律友爱是这样的,即拿取此物而给予彼物;至于附带期限的,则如若借给对方十个钱币直到来年,以便你把这些连同另外五个归还于我。因此,在慷慨的法律友爱中,债务是明晰的;但若接受者拖延而不偿还,不予催讨才是符合友谊的。因此,伦理的友爱虽如对待朋友般给予,却索要同等或更多的回报,仿佛其并非为了接受者的益处而给予,而是为了从中牟利而借出。因此,在缔约时没有利息,而在急于结算时却附带利息,便会提出抱怨;而之所以会产生抱怨、以一种方式缔约却以另一种方式结算,乃是因为有些人希望显得高尚。因此,他们起初不作任何要求便给予,以便显出良善,但随后却想要获益,因而提出抱怨。但接受者若有能力,便须偿还所获之事的价值。因为不应强使有求之人成为不情愿的朋友;也就是说,作为接受者的你起初因从不当接受恩惠之人那里获益而犯了错误,既然你与恶人缔约,哪怕你并未同意,也当如同在明确条款下达成协议一般予以偿还。对于无力给予的人,施予者甚至也不指望收回。但在起初就必须考察:他说应当审视自己是否蒙受善人的恩惠,以及基于何种协议,以便决定坚守这些条件与否。至于究竟应当依据受惠者的益处并以此回报,还是依据施惠者的善行,这存在争议。因此他在化解这一争议时说,既然友爱是由于有用,那么回报的尺度便是受惠者所获的益处。因为若有人给予某人十个钱币,而后者赚得一百,他就应当将一半给予施惠者;因为他给予时,便是指望获得同等的收益份额。而接受者即是匮乏之人。若接受者获益一百,施予者便帮助了这么多。因而必须归还利润的一半,甚至更多。然而在基于德性的友爱中,是不可能提出抱怨的;因为如果尺度是行善者的决意选择,而行善者什么也不索求,他便绝不会抱怨。既然友爱有三种,且它们亦包含优越关系,在优越关系中也会产生分歧。因为更优越者,即善人,要求拥有更多,而富人亦复如此;因为以这种方式他更有用。因为富人说:‘既然你在财富上无用,便不应当拥有与我同等的份额。’ ‘因为若仅仅由我提供,而你也与我同等地获取,这便成了单方面的服役’;而另一方亦同样如此论理。因此他说,对于在财富或德性上优越之人应当给予荣誉,对于匮乏之人则应当给予金钱。在城邦政制中,那些在财富上优越并造福公众的人显然也受到尊重。那么,既收受金钱又享有荣誉,难道不是一件怪事吗?因为没有人会选择较少的份额,因而给予金钱者才享有荣誉。因为对给予金钱者应当给予荣誉,而对施予益处并接受者、或被引导向德性者,亦当在力所能及的范围内尽可能回报以荣誉。因为并非人人都能获得相称的回报。因此他说,儿子似乎不可弃绝父亲;因为儿子作为负债者必须偿还,且无论儿子做了什么,都无法做出与父亲为他所做之事相称的回报。因此免除债务的权力属于父亲,而儿子正是欠父亲的债。除非看到儿子极为恶劣,否则任何人都绝不会弃绝儿子。因为人人都希望获得帮助,而对于儿子来说,提供援助是一件当避开或不愿热心去做的事。关于这些事情,我便谈到这里为止。
- 6.6ὡς δὴ ἁμαρτόντα σὲ τὸν λαβόντα
此句由连词 ὡς 连带宾格分词 ἁμαρτόντα(逻辑主语为宾格的 σὲ τὸν λαβόντα)构成,表示主观理由或设定前提(‘鉴于你作为接受者犯了过失……’)。后续主句的主动词为第二人称不定过去时命令式 ἀπόδος(‘偿还吧!’),将接受者一方的过失作为指令偿还的前提依据。
- 6.6ἐξουσία οὖν τῷ πατρὶ ἀφεῖναι
此为名词 ἐξουσία 接与格 τῷ πατρὶ 与不定式 ἀφεῖναι 的句式(功能同非人称动词 ἔξεστι)。动词 ἀφίημι 在债务语境中意为‘免除/免去(债务)’,但在父子家庭关系中兼具‘断绝关系/弃绝’的含义。紧随其后的关系从句 ᾧ καὶ χρεωστεῖ ὁ υἱός(‘儿子正欠其债’)明确了父亲作为债权人的特权地位。
