- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:180.20-182.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德《尼各马可伦理学》第八卷第9至11章的评注。阿斯帕西乌斯阐明友爱与公正在同一对象及同一共同体中如何共同存在并一同增长,考察三种正确政体与三种偏离政体中的友爱与公正,并论证君王制与父子友爱的对应关系。
" <Ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, ἕως πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν>." Ἔοικε δέ, ὃ καὶ ἐν ἀρχῇ εἴρηται, ἐν οἷς ἔλεγε “καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι” τοῖς νῦν εἰρημένοις εἶναι ὅμοιον.1 ἡ γὰρ φιλία καὶ τὸ δίκαιον περὶ τὰ αὐτά ἐστι καὶ ἐν τοῖς αὐτοῖς, οἷς φιλία ἐστὶν ἐν τοῖς συστρατιώταις καὶ τοῖς λοιποῖς ὁμοτέχνοις, ἀλλὰ καὶ τὸ δίκαιον ἐν τούτοις. οὐ γὰρ αἱρήσεταί τις ἐκ τούτων τὸ παρ’ ἀξίαν λαβεῖν. ἀλλὰ καὶ περὶ τὰ αὐτά· περὶ τὰ στρατιωτικὰ γὰρ ἡ φιλία τοῖς στρατιώταις. κατασκευάζων δὲ τὸ ἐν οἷς ἐστι φιλία ἐν τοῖς αὐτοῖς καὶ τὸ δίκαιόν φησι. πάσῃ γὰρ κοινώσει δοκεῖ τι δίκαιον εἶναι καὶ φιλία. καθ’ ὅσον δὲ κοινωνοῦσι· καθ’ ἃς φησι τέχνας κοινωνοῦσι κατὰ ταύτας καὶ φίλοι εἰσίν, οἷον εἴ τις τύχοι καὶ στρατιώτης καὶ δικαστὴς ὤν, ἕτερος δὲ στρατιώτης μόνον, καθ’ ὃ κοινωνοῦσι καὶ τὴν φιλίαν κατὰ τοῦτο ἕξουσιν, ἔτι δὲ καὶ τὸ δίκαιον. ἐν ᾗ γὰρ κοινωνοῦσι τέχνῃ, τὸ κατ’ ἀξίαν λαμβάνειν ἐθέλουσιν. ἔστι δὲ ἀδελφοῖς μὲν καὶ ἑταίροις κοινὰ καὶ πλοῦτος καὶ κτήματα καὶ τἄλλα, μόνοις δὲ στρατιώταις τὰ στρατιωτικά· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. καὶ τοῖς μὲν ἀδελφοῖς πλείω τὰ κοινά, τοῖς δ’ ἄλλοις ἐλάττω. καὶ γὰρ καὶ φιλία μᾶλλον ἡ τῶν ἀδελφῶν ἢ ἡ τῶν συστρατιωτῶν. ἀλλὰ καὶ τὸ δίκαιον τοιοῦτον. διαφέρει γὰρ τὸ ἐν τοῖς ἀδελφοῖς δίκαιον καὶ τὸ ἐν τοῖς λοιποῖς· αὔξησιν δὲ λαμβάνει τὸ δίκαιον τῷ μᾶλλον πρὸς φίλους γίνεσθαι. βουλόμενος δὲ τοῦτο δεῖξαι, ἐκ τοῦ ἐναντίου ἐπιχειρεῖ· εἰ γὰρ δεινότερόν ἐστιν τὸ χρημάτων ἀποστερῆσαι ἑταῖρον ἢ πολίτην, καὶ τὸ πρὸς φίλους γινόμενον δίκαιον κρεῖττόν ἐστιν. εἰ δ’ αὔξεται ἡ φιλία, αὔξεται καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα. μόρια δὲ τῆς πολιτικῆς αἱ κοινωνίαι τῶν στρατιωτῶν καὶ τῶν λοιπῶν εἰσιν, ἀκολουθοῦσι δὲ αἱ φιλίαι τῶν στρατιωτῶν ταῖς ἐκείνων κοινωνίαις. * * * Τρίτον εἶδος πολιτείας φησὶ τὴν τιμοκρατίαν, ἣ λέγεται διὰ τὸ ἀπὸ τιμημάτων γίνεσθαι. διδόντες γὰρ χρήματα τὸ ἄρχειν ἐλάμβανον· διὰ τοῦτο καὶ τιμοκρατία ἐλέγετο. 〈* * *〉 κακίᾳ δὲ τῶν ἀρχόντων εἰσίν, ὅταν ἐξ ἀριστοκρατίας εἰς ὀλιγαρχίαν μεταβῇ, καὶ ταύτην φαύλην. εἰ γὰρ ἡ ὀλιγαρχία ἀγαθή, οὐδὲν συμβήσεται χείριστον. 〈* * *〉 ἥκιστα δὲ μοχθηρόν ἐστιν ἡ δημοκρατία. τὴν δημοκρατίαν ἐλάττω φησὶν εἶναι κακίαν τυραννίδος καὶ ὀλιγαρχίας διὰ τὸ ἐπὶ μικρὸν παρεκβαίνειν τὴν δημοκρατίαν, ἥτις ἐστὶ πολιτεία. εἰ γὰρ καθ’ αὑτὸ σκοπήσεις, χείρω ἂν εὑρήσεις τὴν δημοκρατίαν τῶν ἑτέρων. εἰ γὰρ ἐν τῇ δημοκρατίᾳ πάντες ἄρχουσιν, ἐν τῇ τυραννίδι καὶ ὀλιγαρχίᾳ τῇ μὲν ὀλίγοι τῇ δὲ εἷς, χεῖρον δέ ἐστι τὸ πολλοὺς φαύλους ἄρχειν ἢ καὶ ὀλίγους ἢ καὶ ἕνα· χείρων ἄρα καὶ ἡ δημοκρατία τῶν λοιπῶν παρεκβάσεων. * * * Καθ’ ἑκάστην δὲ τῶν πολιτειῶν. τρία εἴδη πολιτείας εἰπὼν καθ’ ἕκαστόν φησι φιλίαν εἶναι ἐφ’ ὅσον καὶ τὸ δίκαιον. εἰ γὰρ μεῖζον τὸ δίκαιον τὸ τοῦ βασιλέως πρὸς τοὺς ὑπ’ αὐτόν, παρὰ τῶν ἀριστοκρατῶν καὶ τιμοκρατῶν πρὸς τοὺς ὑπὸ χεῖρα,2 καὶ ἡ φιλία καλλίων. ἀνάλογος δὲ τῇ βασιλικῇ καὶ ἡ πατρική. διαφέρει δὲ ἡ πατρικὴ τοῖς εὐεργετήμασιν. αἴτιος γὰρ ὁ πατὴρ τοῦ εἶναι, ὅ ἐστι μέγιστον. ἀλλὰ καὶ τοῖς προγόνοις ταῦτα ἀπονέμεται, ἤτοι συγκεχώρηται παρ’ ἡμῶν τὸ ἀγαγεῖν εἰς τὸ εἶναι3 ἡμᾶς καὶ τὰ λοιπά, εἰ καὶ μὴ ἀμέσως ἀλλὰ διὰ μέσων τῶν πατέρων, ἢ καὶ τοῖς προγόνοις ταῦτα ἀπονέμεται παρὰ τῶν πατέρων ἡμῶν τὸ ἀγαγεῖν αὐτοὺς εἰς τὸ εἶναι.
“<正如在开头所说的那样,似乎,直至因为对于平等的人来说共同之事甚多>。” 在开头所说的——即他说“而诸公正之事中最公正者乃是具友爱性质的”之处——似乎与如今所说的相类似。因为友爱与公正关涉相同的事物,且存在于相同的人之间:凡在同袍军人以及其余同工同行者之间存在友爱的人们中,公正亦存在于他们之间。因为在这些人当中,没有任何人会选择获得不配得之物。而且它们亦关涉相同的事物;因为军人们的友爱乃是关于军事事务的。在确立友爱存在于其中者公正亦存在于这同一批人之中时,他说:因为在一切共同关系中,似乎都存在某种公正与友爱。“依他们结成共同关系的程度”;他说,依照他们结成共同关系的技艺,他们依此亦是朋友;例如,倘若一人恰好既是军人又是审判官,而另一人仅是军人,那么依他们结成共同关系的方面,他们亦将依此拥有友爱,并且进而拥有公正。因为在他们结成共同关系的技艺中,他们愿意接受合乎配得之物。对于兄弟与密友而言,财富、财产以及其余事物都是共有的,但对于军人而言,只有军事事务是共有的;在其余人身上亦同样如此。对于兄弟而言,共有之事更多,而对于其他人而言则较少。事实上,兄弟之友爱亦甚于同袍军人之友爱。然而公正亦是如此;因为兄弟之间的公正与其余人之间的公正有所不同;而公正因更多地朝向朋友而获得增长。他意图表明这一点,便从相反者出发进行论证:因为倘若剥夺密友的财物比剥夺同邦公民的更为可怕(严重),那么朝向朋友而生成的公正亦更为有力。而若友爱增长,公正亦随之增长,因二者存在于同一批人之中。军人们以及其余人的共同关系乃是城邦共同关系的部分,军人们的友爱亦随顺于他们的共同关系。[…]他说政体的第三种形式是资财政体(提谟克拉底),因其产生自财产评定而得名。因为他们通过缴纳钱财而获得统治权;由于这个缘故,它亦被称为资财政体。[…]它们由于统治者的恶劣而产生,每当由贵族政体转变为寡头政体,且转变为低劣的寡头政体时。因为倘若寡头政体是优良的,便不会产生最糟糕的结果。[…]“而民主政体则是最少恶劣的”。他说民主政体相较于僭主政体和寡头政体是较小的恶劣,乃是因为作为一种政体的民主政体偏离的幅度很小。因为倘若你就其自身进行考察,便会发现民主政体比其余政体更糟。因为若在民主政体中所有人都在统治,而在僭主政体与寡头政体中,一者由少数人统治,另一者由一人统治,而由许多低劣之人统治比起由少数人甚或一人统治更糟,那么民主政体便亦比其余的偏离政体更糟。[…]“按照每一种政体”。在陈述了三种政体形式后,他说在每一种政体中,在多大程度上存在公正,在多大程度上便存在友爱。因为如果君王对其属民的公正比起贵族政体和资财政体支持者对其手下之人的公正更为重大,那么友爱亦更为优美。而父子间的友爱与君王式的友爱相应。但父子间的友爱在恩惠上有所不同;因为父亲乃是存在的原由,而这是最重大的事情。然而这些亦被归给祖先:或者把我们引向存在及其他事由从我们这一方得到了承认,即使并非直接而是通过作为中介的父亲们;或者这些亦由我们的父亲们归给祖先,即把他们〔父亲们〕引向存在。
- 6.5Ἔοικε δέ, ὃ καὶ ἐν ἀρχῇ εἴρηται, ἐν οἷς ἔλεγε “καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι” τοῖς νῦν εἰρημένοις εἶναι ὅμοιον.
该句核心结构为 Ἔοικε δὲ [开头所言之事] ... 与如今所说之事相似(τοῖς νῦν εἰρημένοις εἶναι ὅμοιον)。不定式 εἶναι 的逻辑主语由关系分句 ὃ καὶ ἐν ἀρχῇ εἴρηται 充当,随后的 ἐν οἷς ἔλεγε ... 进一步指明了具体引述之处;ὅμοιον 作不定式的表语。
- 6.5παρὰ τῶν ἀριστοκρατῶν καὶ τιμοκρατῶν πρὸς τοὺς ὑπὸ χεῖρα
介词 παρά(省去宾格[τὸ]后接所有属格)构成的短语在此作比较级 μεῖζον 的比较对象,意为“相较于贵族政体和资财政体支持者对其手下之人的[公正]而言更大”。
- 6.5ἤτοι συγκεχώρηται παρ’ ἡμῶν τὸ ἀγαγεῖν εἰς τὸ εἶναι ἡμᾶς καὶ τὰ λοιπά, εἰ καὶ μὴ ἀμέσως ἀλλὰ διὰ μέσων τῶν πατέρων, ἢ καὶ τοῖς προγόνοις ταῦτα ἀπονέμεται παρὰ τῶν πατέρων ἡμῶν τὸ ἀγαγεῖν αὐτοὺς εἰς τὸ εἶναι.
由 ἤτοι ... ἢ ...(或者……或者……)引导的选择结构。前半句中,不定式短语 τὸ ἀγαγεῖν εἰς τὸ εἶναι ἡμᾶς(把我们引向存在)作被动动词 συγκεχώρηται 的主语;后半句中,指示代词 ταῦτα 由同位语不定式短语 τὸ ἀγαγεῖν αὐτοὺς εἰς τὸ εἶναι(把他们[父亲们]引向存在)加以具体阐释。
