- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:179.3-180.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯讨论了友爱中间隔的限度以及是否会为朋友意愿成为神明这一疑难,辨析了被爱与渴望荣誉的差别,并通过母亲的例子说明去爱是友爱的根本现实活动。随后他就相反者渴求相反者这一说法阐释了亚里士多德的化解,指出这种渴求是偶性的,其本性实质上渴求中间状态。
φανερὸν οὖν, ὡς καὶ τὰ ὀνόματα διαφέρει ταῦτα τῶν πραγμάτων διαφερόντων. οὐ γὰρ λέγομεν, ὅτι σέβεται ὁ φίλος τὸν φίλον οὐδ’ ὡς ἵλεώς ἐστι καὶ ἐπήκοος αὐτοῦ ταῖς εὐχαῖς· ἀλλὰ τὸ μὲν σέβεσθαι πολὺ καταδεεστέρου, τὸ δὲ ἵλεως εἶναι πολὺ ὑπερέχοντος. Ἀκριβῶς μὲν οὖν οὐκ ἔστι λόγῳ διορίσαι μέχρι πόσου τῆς ὑπεροχῆς οὔσης ἐγχωρεῖ φιλίαν εἶναι. οὐδὲ γὰρ τὰ ἄλλα τὰ πρακτὰ δυνατὸν ἀκριβῶς διορίσαι. ὅμως δ’ ὅταν πολὺ ᾖ τὸ μεταξὺ διάστημα, οὐ γίνεται φιλία. διὸ καὶ ἀπορεῖται εἰ βουλήσεται ὁ φίλος τῷ φίλῳ τὰ μέγιστα ἀγαθά, οἷον θεὸν γενέσθαι. φανερὸν μὲν οὖν ὅτι τὰ ἀδύνατα οὐ βουλήσεται ὁ φρόνιμος· τοιοῦτον δὲ τὸ ἐξ ἀνθρώπου θεὸν γενέσθαι· ἀλλ’ ἐξ ὑποθέσεως, εἰ δυνατὸν εἴη θεὸν γενέσθαι, ἆρά γε βουλήσεται; σχεδὸν γὰρ θελήσει τὸν φίλον μὴ εἶναι φίλον, ὥστε οὐδὲ ἀγαθὸν αὐτῷ. ὁ γὰρ φίλος ἀγαθός, εἰ τῷ φίλῳ βούλεται ὁ φίλος αὐτοῦ ἐκείνου ἕνεκεν τὰ ἀγαθά, ἐθελήσει πᾶσαν αὐτὸν ὑπεροχὴν ἔχειν ἀγαθοῦ.1 ταῦτα μὲν οὖν ἀπορείσθω. ἃ δ’ ἑξῆς λέγει φάσκων τὸν φίλον αὑτῷ μάλιστα βούλεσθαι τἀγαθά, οὐ περὶ τῶν τὴν πρώτην φιλίαν ἐχόντων εἴρηται ἀλλὰ περὶ τῶν ὁμωνύμως λεγομένων φίλων. λέγει δ’ ἑξῆς τὴν αἰτίαν, δι’ ἣν οἱ πολλοὶ βούλονται φιλεῖσθαι μᾶλλον ἢ φιλεῖν. διὰ γὰρ τὴν φιλοτιμίαν τοῦτο πάσχουσιν, ἡγούμενοι ταὐτὸν εἶναι τὸ φιλεῖσθαι τῷ τιμᾶσθαι· ἔστι δὲ ἕτερον. τὸ μὲν γὰρ τιμᾶσθαι οὐ δι’ αὑτὸ αἱροῦνται ἀλλὰ κατὰ συμβεβηκός. ὑπὸ μὲν γὰρ τῶν ἐν ταῖς ἐξουσίαις χαίρουσι τιμώμενοι δι’ ἐλπίδα τοῦ τεύξεσθαί τινων καὶ ἅμα δυνάμεως ἐφιέμενοι· ὑπὸ δὲ τῶν υἱῶν,2 ἡγούμενοι μάρτυρας ἔχειν, ὅτι εἰσὶν ἀγαθοί. ἀσμενίζουσιν οὖν βεβαιοῦντες ἣν ἔχουσι περὶ αὑτῶν δόξαν. τῷ φιλεῖσθαι δὲ καθ’ αὑτὸ χαίρουσι. κρεῖττον οὖν τὸ φιλεῖσθαι τοῦ τιμᾶσθαι καὶ ἡ φιλία τῆς τιμῆς. τὸ γὰρ καθ’ αὑτὸ αἱρετὸν βέλτιον τοῦ δι’ ἕτερον. Ἔστι μὲν οὖν ἡ φιλία ἐν τῷ φιλεῖν καὶ φιλεῖσθαι· μᾶλλον δὲ δοκεῖ ἐν τῷ φιλεῖν εἶναι ἢ ἐν τῷ φιλεῖσθαι. ἡ γὰρ ἐνέργεια ἑκατέρων τῶν φίλων ἐν τῷ φιλεῖν· τὸ δὲ φιλεῖσθαι οὐκ ἔστιν αὐτῶν ἐνέργεια. ἕκαστον δὲ περὶ ἐκεῖνό ἐστι περὶ ὃ ἔχει τὴν ἐνέργειαν. σημεῖον δὲ φέρει τούτου τὸ καὶ τὰς μητέρας τῷ φιλεῖν χαίρειν, κἂν μὴ φιλῶνται. ὑπὸ γοῦν τῶν εἰς τροφὴν δοθέντων ἄλλαις γυναιξὶν ἀγνοούμεναι ἐνίοτε οὐ φιλοῦνται μέν, ἱκανὸν δὲ αὐταῖς ἂν ὁρῶσιν εὖ πράττοντας. εἴληφε δὲ οὐ φιλίαν, ἀλλὰ φίλησιν· ἡ γὰρ φιλία ἐν τοῖς ἀντιφιλοῦσιν. ἀλλ’ ὅμως ἴχνος τι φιλίας ἡ τῶν γονέων πρὸς τὰ τέκνα. ἴχνος δὲ λέγω, διότι ἐνίοτε οὐκ ἀντιφιλοῦσιν οἱ υἱεῖς· πλὴν σφόδρα ἔοικε τῇ φιλίᾳ, διότι βούλονται τἀγαθὰ τοῖς υἱέσιν οἱ γονεῖς αὐτῶν ἐκείνων ἕνεκα. ἐν τούτῳ δέ ἐστι τὸ μάλιστα τῆς φιλίας ἔργον. εἰ οὖν μᾶλλον ἡ φιλία ἐν τῷ φιλεῖν ἢ ἀντιφιλεῖσθαι καὶ ἐπαινοῦνται οἱ φιλοῦντες τοὺς φίλους, ἀρετὴ ἂν εἴη φίλων τὸ φιλεῖν. ἑκάστῳ γὰρ3 * * * Εἰπὼν ἐν ἀρχῇ ὡς τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεται, οἷον ‘ἐρᾶν ὄμβρου γαῖαν ξηρανθεῖσαν’, ἐπιφέρει τούτου τὴν λύσιν μαλακῶς· καί φησιν ὡς οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεται· καθ’ αὑτὸ γὰρ τοῦ μέσου ἐφίεται· ἔστι γὰρ τοῦτο τὸ ἀγαθόν. παραδείγματα δὲ τοῦ τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεσθαι μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ταῦτά φησιν. οἷον τὸ ὑγρὸν οὐχ ὑπερξηρανθῆναι βούλεται ἀλλὰ πρὸς τὸ μέσον ἐλθεῖν· εἰ γὰρ ὁ ἀὴρ ὑπερυγρανθείη, οὐ διὰ τοῦτο τὸν ὄμβρον ὠθεῖ πρὸς τὸ κάτω, ἵν’ ὑπερξηρανθῇ, ἀλλ’ ἵνα τὴν πολλὴν ἀποβάλλῃ ὑγρότητα· ὁμοίως δὲ καὶ τὸ θερμὸν καὶ τὰ ἄλλα.
因此显而易见,这些名称亦随着事物的相异而相异。因为我们并不说朋友崇敬朋友,亦不说朋友对朋友是慈悲的且倾听其祈求;相反,崇敬属于远为低下者,而慈悲则属于远为优越者。 因此,严格说来无法在论述中规定优越达到何种程度时友爱仍可存在。因为其他涉及实践的事项亦同样无法严格规定。然而每当两者之间的距离巨大时,友爱便不会产生。所以亦有人提出疑难:朋友是否会为朋友意愿最大的善好,例如成为神明。显而易见,有明智之人不会意愿不可能之事;而由人成为神明便是此类事情。但在假设中,若有可能成为神明,他究竟是否会意愿?因为他几乎将是要意愿朋友不再成为朋友,从而这对他而言亦不再是善好。因为善的朋友倘若为了朋友自身的缘故而为朋友意愿善好,就会意愿他拥有一切善好的优越。因此这些问题且留作疑难。 他在接下来所说的、声称朋友最向自身意愿善好,并非就拥有第一种友爱的人而言,而是就同名异义地被称为朋友的人而言的。他随后说明了多数人何以愿意被爱胜于去爱的缘由。因为他们是因虚荣心而落入这种境地,认为被爱与受尊重乃是同一回事;但实则不同。因为他们选择受尊重并非因其自身,而是偶性地。因为对于受到身居权位者的尊重,他们因期望获得某种东西并同时因渴求权势而欢喜;而对于受到儿子们的尊重,则因认为自己拥有了证明自身良善的见证人〔而欢喜〕。因此他们因确证了关于自身的看法而高兴。然而对于被爱,他们则是因其自身而欢喜。因此被爱优于受尊重,友爱优于尊重。因为因自身而被选择的事物胜过因他物而被选择的事物。 友爱固然在于爱与被爱之中;但它似乎更多地在于爱之中,而非在被爱之中。因为朋友双方的现实活动都在于去爱;而被爱则不是他们的现实活动。而各事物都与其拥有现实活动所关涉的那个对象相关。他为此提出的证据是:母亲们即使不被爱,亦因去爱而感到欣喜。至少,被交给其他妇人抚养的孩子不认得母亲,母亲有时并未被爱,但只要看到他们过得好,对母亲们而言便足够了。但他在此所取的并非友爱,而是爱戴;因为友爱存在于互相爱戴者之间。然而父母对子女的情感终究是友爱的某种痕迹。之所以称之为痕迹,是因为有时儿子们并不回报以爱;只是它极其类似于友爱,因为父母为了儿子们自身的缘故而向儿子们意愿善好。而友爱最根本的功能便在于此。因此,若友爱更多地在于去爱而非在于被回报以爱,且爱朋友的人受到赞扬,那么去爱就将是朋友的德性。因为对于每一个…… 他在开头说过相反者渴求相反者,例如“干涸的大地渴望甘霖”,随后他委婉地提出了对此的解决;他说相反者渴求相反者并非因其自身,而是偶性地;因为因其自身,它渴求的是中间;因为这才是善。作为相反者并非因其自身而是偶性地渴求相反者的例证,他陈述了这些情况:例如潮湿者并非希望变得极度干燥,而是希望达到中间;因为倘若空气变得极度潮湿,它并非为了变得极度干燥才把雨水向下推落,而是为了排除过多的潮气;温热者及其他事物亦同样如此。
- 6.4ὁ γὰρ φίλος ἀγαθός, εἰ τῷ φίλῳ βούλεται ὁ φίλος αὐτοῦ ἐκείνου ἕνεκεν τὰ ἀγαθά, ἐθελήσει πᾶσαν αὐτὸν ὑπεροχὴν ἔχειν ἀγαθοῦ.
句法骨架为主语名词短语 ὁ γὰρ φίλος ἀγαθός(善的朋友),中间插入条件从句 εἰ τῷ φίλῳ βούλεται ὁ φίλος αὐτοῦ ἐκείνου ἕνεκεν τὰ ἀγαθά(倘若朋友为了朋友自身之故而为朋友意愿善好),引出主句动词 ἐθελήσει(将意愿)。代词 αὐτόν 作不定式 ἔχειν 的逻辑主语(“意愿他拥有”)。
- 6.4ὑπὸ δὲ τῶν υἱῶν
亚里士多德原文(1159a22)为 ὑπὸ δὲ τῶν ἐπιεικῶν καὶ εἰδότων(“受明理且知情者[的尊重]”),而阿斯帕西奥斯在此的写本读法为 ὑπὸ δὲ τῶν υἱῶν(“受儿子们的[尊重]”)。这可能是由于受到前文关于父子讨论的联想而形成的异文,译文遵照底本原文予以理解。
- 6.4ἑκάστῳ γὰρ * * *
星号表示写本传承中的脱文(lacuna)。此处原本应当对应亚里士多德原文 1159a35–b1(ἑκάστῳ γὰρ ἡ κατ’ ἀξίαν ἰσότης ἐν τούτοις ἐστίν)等内容,译文遵照底本脱文标记处理为未完成句。
