← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§16.21-17.35

自足性的界限与人类固有功用的探求

阿斯帕西奥斯梳理了关于亲友祸福影响自足性的界限难题,借助论题解释了幸福作为“不一同计数”者为何最具选择价值,进而转向对人固有功用(ergon)的探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#2

κακοδαιμονίας μὲν γὰρ ἴσως οὐ μεθέξει δι’ ἄλλους, εὐδαιμονῶν δὲ οὐκ ἔσται μὴ ἔχων τὴν τοῦ πολιτικοῦ εὐδαιμονίαν. ἴσως δ’ ἀμφισβητήσειεν ἄν τις πρὸς ταῦτα ζητῶν τίς ὅρος τῶν εἰρημένων, οἷον εἰ γονεῖς μόνον εὐπραγοῖεν, ἢ εἰ καὶ γονέων γονεῖς καὶ οἱ ἐπὶ τὸ ἄνω πάντες καὶ τέκνα μόνον οὐκ εὐπραγοῦσιν οὐκ ἐμποδισθήσεται αὐτοῦ ἡ εὐδαιμονία· εἰ δὲ μὴ ἐμποδισθήσεται καὶ τέκνα τέκνων καὶ ὅλως οἱ ἔκγονοι καὶ εἰ τεθνεὼς πολλάκις μεταβάλλει ὁτὲ μὲν εἰς εὐδαιμονίαν, ὁτὲ δὲ εἰς κακοδαιμονίαν ἐπὶ ταῖς τῶν ἐκγόνων εὐημερίαις ἢ δυσπραγίαις καὶ πότερον τοὺς φίλους αὐτοῦ μόνον δεῖ εὐπραγεῖν ἢ καὶ τοὺς τῶν φίλων φίλους ἢ μᾶλλον εἶναι πάντων τούτων ὅρον, ἐν πλάτει δέ, ὥστε φέρε εἰπεῖν μέχρι γονέων καὶ τῶν ἔγγιστα φίλων καὶ τέκνων εὐκταίαν εἶναι τὴν εὐπραγίαν καὶ συλλαμβάνειν τῷ εὐδαίμονι μηδὲ ταῦτα εἰς ἄπειρον προϊέναι. περὶ μὲν οὖν τούτων εἰσαῦθις ἐπισκεπτέον εἶναί φησι· προστίθησι δὲ ὅτι ἡ εὐδαιμονία πάντων ἐστὶν αἱρετωτάτη μὴ συναριθμουμένη.1 ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· παραδέδοται τόπος ὑπ’ αὐτοῦ ὅτι τὰ πλείω ἀγαθὰ αἱρετώτερά ἐστι τῶν ἐν τῷ αὐτῷ ἀριθμῷ· αἱρετώτερα δὲ ἑνὸς ἢ δυοῖν, οἷον πλοῦτος καὶ ὑγίεια καὶ ἀρετὴ αἱρετώτερα ἑνὸς αὐτῶν ὁποιουοῦν. διαβάλλεται δὲ οὗτος ὁ τόπος· ἐὰν γὰρ ᾖ τῶν ἀγαθῶν τὸ τέλος, τὸ δὲ ἕνεκεν αὐτοῦ προσγίνηται, † πάντα αἱρετώτερα ἑνὸς ἢ δυοῖν τοῦ τέλους τὰ αἱρετώτερα, οἷον τὰ ὑγιεινὰ μετὰ ὑγιείας οὐκ ἔστιν αἱρετώτερα τῆς ὑγιείας· οὕτω δὴ καὶ πλοῦτος καὶ ὑγίεια καὶ τἆλλα μετὰ εὐδαιμονίας οὐκ ἔστιν αἱρετώτερα μόνης εὐδαιμονίας. ἔχοντες γὰρ τὴν εὐδαιμονίαν πάντα ἔχομεν. τούτῳ δὴ νῦν συγχρῆται τῷ τόπῳ· συναριθμεῖσθαι γὰρ λέγεται ἀγαθὰ ἀλλήλοις, ἃ τοιαῦτά ἐστιν ὥστε ἀριθμούμενα πάντα αἱρετώτερα εἶναι τοῦ ἑνὸς καὶ τῶν ἐλαττόνων· μὴ συναριθμεῖσθαι δέ, ἃ μὴ ἔστι μετὰ τῶν ἄλλων ἀριθμούμενα, αἱρετώτερα δὲ εἰ καὶ καθ’ αὑτὰ λαμβάνοιντο. τοιαῦτα δὲ τὰ τέλη πάντα ὡς πρὸς τὰ ποιητικὰ αὐτῶν. φησὶ γοῦν τὴν εὐδαιμονίαν αἱρετωτάτην εἶναι μὴ συναριθμουμένην, τουτέστι μὴ πεφυκυῖαν συναριθμεῖσθαι τοῖς ἄλλοις ἀγαθοῖς, ὡς εἴρηται· συναριθμουμένην δέ, τουτέστιν ἐν εἴδει τῶν ἀριθμουμένων αἱρετωτέραν εἶναι ἂν μετὰ τοῦ ἐλαχίστου τῶν ἀγαθῶν, ὅπερ οὐκ ἔστιν ἐπὶ τῆς εὐδαιμονίας, διὸ πάντων αἱρετωτάτην. Ἀλλ’ ἴσως τέλειον μὲν ἀγαθὸν ὁμολογήσαιεν τὴν εὐδαιμονίαν καὶ ἄριστον· δεῖ δὲ ληφθῆναι ἐναργῶς τί ποτέ ἐστιν. εἶτα τρίτην τινὰ παραδίδωσι μέθοδον, δι’ ἧς ἀεὶ τὸ ζητούμενον τέλος εὑρήσομεν ὁτιοῦν, τί ποτέ ἐστι. παντὸς γὰρ τὸ τέλος ἐν τῷ ἔργῳ δοκεῖ εἶναι τὸ εὖ προσλαμβάνον,2 οἷον σκυτικῆς τέλος ἐν τῷ ἔργῳ τῷ τῆς σκυτικῆς. εἰ οὖν ἔργον σκυτικῆς ὑπόδημα, ἀνθρώπου δὲ ζητοῦμεν τὸ τέλος τί ποτέ ἐστιν, ληπτέον ἂν εἴη τὸ ἔργον τὸ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπον. ὅτι δέ ἐστιν ἔργον ἀνθρώπου ᾗ ἄνθρωπος, προσβιβάζει πρῶτον μὲν ἐκ τοῦ ἄλογον εἶναι τέκτονος μὲν καὶ σκυτέως ὁμολογεῖν τι ἔργον εἶναι καὶ ἀνθρώπου τῶν μορίων εἶναι ἔργα, οἷον ὀφθαλμοῦ μὲν τὸ ὁρᾶν, ποδὸς δὲ τὸ βαδίζειν, χειρὸς δὲ τὸ λαμβάνειν καὶ διδόναι καὶ ἄλλο τι τῶν προσηκόντων τῇ χειρί· εἰ οὖν τῶν μορίων ἑκάστου ἐστὶν ἔργον, εἴη ἂν καὶ ἀνθρώπου. τί οὖν ἐστιν αὐτοῦ ᾗ ἄνθρωπος; ἆρά γε τὸ ζῆν; ἀλλὰ καὶ τοῦτο κοινὸν καὶ τοῖς φυτοῖς καὶ ὅλως οὐδὲ ἔργον αὐτοῦ ἐστι τὸ μετέχειν ζωῆς, ἀλλ’ ὑπάρχον ἐκ φύσεως. εἰ οὖν τὸ μὲν ζῆν κοινὸν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ τοῖς φυτοῖς, τὸ δὲ ἔργον ἑκάστου ἴδιον, χωριστέον ἂν εἴη τὴν θρεπτικὴν ζωήν, ὡς οὐκ ἐν ταύτῃ ὄντος τοῦ ἀνθρωπίνου ἔργου. ὁμοίως οὐδὲ ἐν τῇ αὐξητικῇ εἴη ἄν· καὶ γὰρ αὕτη κοινὴ φυτοῖς· ἀλλ’ οὐδὲ ἐν τῇ αἰσθητικῇ ζωῇ· κοινὴ γὰρ αὕτη καὶ τοῖς ἀλόγοις ζῴοις.

因为他或许不会因其他人而分担不幸,但若不具备政治动物的幸福,他亦不可能处于幸福之中。然而或许有人会针对这些提出反驳,探求前述事物的界限为何,例如,若唯独父母亨通,抑或父母的父母及所有先祖皆亨通,而唯独子女不亨通,他的幸福是否不会受到阻碍;而若即使因子女的子女以及概括而言的后代[之不幸]亦不受阻碍,那么死者是否会因后代的顺境或逆境而屡次转入幸福、转入不幸;以及是否应当仅仅他的朋友亨通,抑或连朋友的朋友亦当亨通;还是说,所有这些事物存在着界限,但具有一定的幅度,以至于姑且说来,直到父母、最亲密的朋友以及子女为止,亨通皆是可企求的且有助于幸福者,而这些并不走向无限。关于这些事情,他说日后当再予考察;但他补充说,幸福在不被一同计数的情况下是一切事物中最值得选择的。他所说的乃是这样一回事:他传授了一条论题,即较多的善比同等数目的善更为值得选择;并且比起一件或两件,它们更值得选择,例如财富、健康与德性比它们之中的任何一件都更值得选择。但这道论题受到了质疑:因为如果诸善之中存在着目的,而为其缘故之物附加其上,† 一切比起目的的一件或两件更为值得选择、是更为值得选择之物,† 便不能成立,正如有利于健康之物与健康结合并不比健康[自身]更值得选择;同样地,财富、健康及其他事物与幸福结合,亦并不比幸福本身更值得选择。因为一旦拥有了幸福,我们便拥有了一切。如今他正是运用了这一论题:因为彼此一同计数的善,乃是指这样性质的善,即一同计数时,全体比单个及较少者更值得选择;而不一同计数的善,则是指不与其余者一同计数、即使单独考量亦更为值得选择的善。所有目的相对于产生它们的事物而言皆属此类。无论如何,他说幸福在不被一同计数时是最值得选择的,即如前所述,它依其本性并不与其余善一同计数;然而若被一同计数,即在被计数之物的属类中,即便加上极微小的善亦当更为值得选择,而这在幸福上并不成立;因此它是一切事物中最值得选择的。 然而,人们或许会承认幸福是完满的善且是最好的;但必须明晰地把握它究竟是什么。接着,他传授了某种第三种方法,通过它,我们总能找到所探求的目的究竟是什么,无论它是何种目的。因为一切事物的目的似乎都在于附加上“良好”的功用之中,例如制鞋术的目的在于制鞋术的功用之中。因此,若制鞋术的功用是鞋子,而我们探求人的目的究竟是什么,便应当把握人作为人而言的功用。至于人作为人而言存在着功用,他首先从以下理据引导人们接受:若承认木匠和鞋匠有某种功用,人的各个器官亦有功用(例如眼睛在于看,脚在于走,手在于抓取与给予以及属于手的其他事物),〔却不承认人有功用〕,这是不合情理的;因此,若各个器官皆有功用,人亦当有功用。那么人作为人的功用究竟是什么呢?难道是活着吗?但这亦共通于植物,并且概括而言分有生命甚至不是他的功用,而是出于本性即具有的。因此,若活着不仅共通于动物,亦共通于植物,而各自的功用是固有的,那么营养的生命便应当被排除在外,因为人的功用并不在此之中。同样,它亦不会在生长的生命之中;因为这亦共通于植物;但它亦不在感觉的生命之中;因为这亦共通于无理性的动物。

语法注2 条
  1. 1.3μὴ συναριθμουμένη

    该表达源自亚里士多德原文(1097b16–20)。此否定分词短语表示方式或条件,意为“在不与其他善一同被计数时”。正如阿斯帕西奥斯在后文中所阐释的,它等同于“μὴ πεφυκυῖαν συναριθμεῖσθαι”(依其本性不与其他善一同计数),并与反事实的“συναριθμουμένην δέ”(若被一同计数)相对照,表明幸福并非可以与其他善相加的同级善,而是包容一切的终极目的,因而其可选择性不会因微小善的附加而增加。

  2. 1.3ἐν τῷ ἔργῳ δοκεῖ εἶναι τὸ εὖ προσλαμβάνον

    该句的主语为“παντὸς τὸ τέλος”(一切事物的目的),谓语结构为“ἐν τῷ ἔργῳ... εἶναι”(似乎在于功用之中)。中性分词短语“τὸ εὖ προσλαμβάνον”以“τὸ εὖ”(良好、卓越)为宾语,在语法上作主格与主语“τὸ τέλος”一致(“τῷ ἔργῳ”则为与格),表示在功用之上附加了“良好”状态。这准确概括了功用论的核心:目的不仅在于功用本身,而在于充分伴随“良好”(τὸ εὖ)来施展的功用之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:16.21-17.35