← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§177.22-179.2

优越友爱中的比例平等与爱戴分配

阿斯帕修斯论证了在基于优越性的友爱中爱戴必须依照比例平等来进行分配,并援引前辈学者的见解阐明此类友爱同样属于因快乐、有用或德性的种类,进而解释了比例平等与数量平等在正义和友爱中的优先次序颠倒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4#2

ταῦτα μὲν οὖν μᾶλλον ἐπισκεπτέον. Ἐν πάσαις δὲ ταῖς ἀρχαῖς καὶ ταῖς καθ’ ὑπερβολὴν φιλίαις οὐ μόνον τὴν φιλίαν δεῖ εἶναι ἀνάλογον ἀλλὰ καὶ τὴν φίλησιν. καὶ σχεδὸν διὰ τὴν φίλησιν καὶ ἡ φιλία ἕξει ἀνάλογον. ἂν γὰρ ὁ κρείττων καὶ ὠφελιμώτερος μᾶλλον φιλῆται τοῦ ἧττον τοιούτου, ἀνάλογον ἕξει καὶ ἡ φίλησις καὶ ἡ φιλία. ὡς γὰρ ἐν ταῖς πολιτικαῖς διανομαῖς κατ’ ἀξίαν δεῖ τὴν τιμὴν νέμεσθαι, οὕτως καὶ ἐν ταῖς φιλίαις ταῖς καθ’ ὑπεροχὴν τὸ φιλεῖσθαι κατ’ ἀξίαν νέμεσθαι. ἔσται γὰρ ἰσότης, ἂν τὸ φιλεῖν καὶ τὸ φιλεῖσθαι ἀνάλογον γίνηται καὶ κατ’ ἀξίαν. οὗτος δ’ ὁ λόγος μηνύει δεῖν τοὺς γονεῖς μᾶλλον φιλεῖσθαι ὑπὸ τῶν υἱῶν ἢ φιλεῖν, εἰ καὶ μὴ συμβαίνει οὕτως· εἰσὶ γὰρ καὶ ὠφελιμώτεροι καὶ κρείττους. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ἄλλων ἀρχόντων. ὅσῳ γὰρ ἀμείνους, μᾶλλον αὐτοὺς δεῖ φιλεῖσθαι. ζητήσαι δ’ ἄν τις περὶ τῶν καθ’ ὑπεροχὴν φιλιῶν πότερον ἐν τοῖς εἰρημένοις εἴδεσι γίνονται ἢ ἄλλα τινὰ φιλίας εἴδη ταῦτά ἐστι. λέγει δὲ καὶ Εὔδημος καὶ Θεόφραστος, ὅτι καὶ αἱ καθ’ ὑπεροχὴν φιλίαι ἐν τοῖς αὐτοῖς γίνονται, ἢ δι’ ἡδονὴν ἢ διὰ τὸ χρήσιμον ἢ δι’ ἀρετήν. γένοιντο γὰρ ἂν καὶ σπουδαῖοι φίλοι ὁ μὲν ἄρχων ὁ δὲ ἀρχόμενος· καὶ τὰ μὲν ἄλλα ἔσονται φίλοι, τὰ δὲ νόμιμα φυλάξουσιν ἐν τῷ εἶναι φίλοι, ὁ μὲν ὑπερεχόμενος ὅσα προστάττει ὁ νόμος, ὁ δὲ ὑπερέχων.1 καὶ πατὴρ καὶ υἱὸς σπουδαῖοι· καὶ παντὸς μὲν μᾶλλον τὴν πατρικὴν ὑπεροχὴν συγχωρήσει τῷ πατρὶ ὁ υἱός. ὁμοίως δὲ καὶ γυνὴ σπουδαία ἀνδρὶ σπουδαίῳ· ἑκάτερος γὰρ αὐτῶν ἀκολουθῶν τῇ φύσει ὁ μὲν ἄρξεται ἡ δὲ ἀρχθήσεται.2 ἐν δὲ τοῖς μὴ σπουδαίοις, μέσοις δὲ δῆλον ὡς ἐγχωρεῖ καὶ δι’ ἡδονὴν φίλους εἶναι καὶ διὰ τὸ χρήσιμον, τὸν μὲν ὑπερέχοντα τὸν δὲ ὑπερεχόμενον, οἷον ἄρχοντα καὶ ἀρχόμενον, καὶ γυναῖκα δὲ 〈καὶ〉 ἄνδρα ἀμφοτέρους ἔστι φίλους εἶναι. περὶ δὲ υἱοῦ καὶ πατρὸς ἀπορήσαι ἄν τις, εἰ οἷόν τε κατὰ τὸ χρήσιμον φιλεῖν ἀλλήλους ἢ δι’ ἄλλο τι βούλεσθαι τἀγαθὰ τῷ υἱεῖ τὸν πατέρα, ἢ δι’ αὐτὸν τὸν υἱόν, ἄν γε κατὰ φύσιν φιλῇ· ὥστ’ ἔοικε φυσική τις φιλία αὕτη εἶναι μᾶλλον. παρακολουθεῖ δ’ ἴσως καὶ τῇ τοιαύτῃ, ὅταν φυσικῶς γίνηται, καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον. ταῦτα μὲν οὖν ἐπισκεπτέον ὡς ἔχει. Φησὶ δὲ μὴ ὁμοίως ἔχειν τὸ ἴσον ἐν τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ· ἐν μὲν γὰρ τοῖς δικαίοις πρῶτον μὲν ἴσον τὸ κατ’ ἀξίαν καὶ τὸ μὴ τῶν αὐτῶν τυγχάνειν τὸν κρείττονα τῷ ἐλάττονι, δευτέρως δὲ τὸ κατὰ τὸ ποσόν. λέγει δὲ ἐν ἄλλοις ἴσον τὸ κατ’ ἀριθμόν. γίνεται δ’ ἐπειδὰν ἴσων τυγχάνωσιν οἱ ἐλεύθεροι πάντες. μάλιστα δ’ ἀξιοῦσι ταύτῃ χρῆσθαι τῇ ἰσότητι οἱ δημοκρατούμενοι. διὰ γὰρ τὸ ἐλεύθεροι εἶναι πάντες τῶν αὐτῶν καὶ ὁμοίων τυγχάνειν ἀξιοῦσιν. ἐν δὲ τῇ φιλίᾳ τὸ μὲν κατὰ ποσὸν ἴσον πρῶτον (δεῖ γὰρ τοὺς τῷ ὄντι φίλους εἶναι ἀλλήλοις ἴσους), τὸ δὲ κατ’ ἀξίαν δευτέρως. οὐ βούλεται γὰρ ἡ κυρίως φιλία ἐν ὑπεροχῇ εἶναι τοῦ ἑτέρου. δῆλον δὲ ἐν οἷς πολὺ τὸ διάστημά τινων πρὸς ἀλλήλους. οὐ γὰρ γίνεται φίλος ὁ μηδενὸς ἄξιος τῷ ἐναρέτῳ καὶ σπουδαίῳ οὐδὲ τοῖς βασιλεῦσιν οἱ πολὺ καταδεέστεροι· οὐδὲ τοῖς θεοῖς δὲ τὴν κυρίως φιλίαν εἰσὶ φίλοι οἱ σπουδαῖοι καὶ οἱ καλούμενοι θεοφιλεῖς, λέγω δὲ τὴν κατ’ ἰσότητα· πολὺ γὰρ τὸ μεταξὺ διάστημα. ἀλλ’ ἀγαπητόν, ἂν εὐμενεῖς καὶ ἵλεως αὐτοὺς ἔχωμεν, ἡμῖν δέ ὦσι σεβάσμιοι.

因此这些问题必须作进一步的考察。而在所有统治关系以及基于优越性的友爱中,不仅友爱本身应当是成比例的,爱戴亦应当是成比例的。而且几乎正因为爱戴之故,友爱亦将是成比例的。因为倘若更优秀、更有益的人比不那么优秀的人得到更多的爱戴,那么爱戴与友爱便都将是成比例的。因为正如在城邦的分配中荣誉必须按配得来分配一样,在基于优越性的友爱中,被爱戴亦必须按配得来分配。因为倘若爱与被爱成为成比例的且依其配得,便会有平等存在。而这一论证表明,父母理应比自己去爱〔儿子〕更加受到儿子的爱戴,即便实际情形并非如此;因为他们既更有益,亦更优秀。关于其他统治者亦适用同样的论证;因为他们越优秀,便越应当受到爱戴。但有人可能会就基于优越性的友爱提出疑问:它们是发生在前述的各种种类之中,还是说它们是某些另外的友爱种类。然而欧德谟与泰奥弗拉斯托斯都说,基于优越性的友爱亦发生在相同的种类之中,即要么因快乐,要么因有用,要么因德性。因为善人亦可成为朋友,一方统治而另一方受统治;他们在其他方面将是朋友,并在作为朋友的关系中遵守法律所定之事,被超越的一方遵守法律所命令的,优越的一方则[遵守其应尽的]。善的父亲与儿子亦是如此;儿子会把属于父亲的优越首要地让给父亲。善的妻子对善的丈夫亦同样如此;因为他们各自顺应本性,一方将实行统治,另一方将受统治。但在非善人、即中间之人中,显而易见,在一方优越而另一方被超越的情形下,因快乐与因有用亦能够成为朋友,如同统治者与被统治者,且妻子与丈夫双方亦能够成为朋友。然而关于儿子与父亲,有人可能会产生困惑:他们彼此之间是否可能按照有用性来爱,抑或倘若确实依本性而爱,父亲是否可能因儿子自身以外的某种其他缘故而向儿子意愿善好;因此这种友爱似乎更是一种自然的友爱。而当此类友爱以自然的方式产生时,大概快乐与有用性亦会伴随于其后。因此这些事应当考察其实际情形究竟如何。他接着说,平等在正义的事项中与在友爱中并不具有相同的表现;因为在正义的事项中,按配得的平等以及优秀者与较差者不获得相同之物是首要的,而按数量的平等则是次要的。他在其他著作中称之为按数目的平等。而每当所有自由人获得平等之物时,这种平等便会产生。在民主政体下生活的人们尤其主张使用这种平等;因为由于全都是自由人,他们主张获得相同而平等之物。但在友爱中,按数量的平等则是首要的(因为真正意义上的朋友必须彼此平等),而按配得的平等则是次要的。因为严格意义上的友爱并不希望存在于一方对另一方的优越之中。这在某些彼此距离甚远的人们那里显而易见。因为毫无价值的人不会成为有德之善人的朋友,远为低下的人亦不会成为君王的朋友;善人以及所谓的蒙神所爱者亦不会在严格意义的友爱上成为神明的朋友,我指的是基于平等的友爱;因为其间的距离是巨大的。相反,只要我们拥有仁慈而慈悲的神明,且他们受我们崇敬,便当心满意足了。

语法注2 条
  1. 6.4ὁ μὲν ὑπερεχόμενος ὅσα προστάττει ὁ νόμος, ὁ δὲ ὑπερέχων

    这是一个并列结构,由前文的句子“τὰ δὲ νόμιμα φυλάξουσιν”中引申出的动词“φυλάξει”被分别补充给各个主语。处于从属地位者(ὁ μὲν ὑπερεχόμενος)具有明确的宾语“ὅσα προστάττει ὁ νόμος”,而对于优越一方(ὁ δὲ ὑπερέχων),相应的宾语则被省略,需根据语境补充为其自身应履行的合法职责。

  2. 6.4ὁ μὲν ἄρξεται ἡ δὲ ἀρχθήσεται

    关于动词“ἄρχω”的将来时,指代丈夫的“ὁ μέν”使用了中动态形式“ἄρξεται”,表示主动意义(“将实行统治”),与指代妻子的“ἡ δέ”所接的被动态将来时“ἀρχθήσεται”(“将受统治”)形成对比。在古典希腊语中,“ἄρχω”(统治)的主动将来时本为“ἄρξει”(中动态“ἄρξεται”意为“开始”或被动意义“受统治”),此处以“ἄρξεται”表主动含义属于后古典时期的特殊用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:177.22-179.2