← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§176.6-177.22

依优越性的友爱与治者及被治者的德性

阿斯帕西乌斯论述了依优越性的诸种友爱(父子、夫妻、统治者与被统治者)的本质及其相异的职责,并反驳了苏格拉底派关于德性不可能因人而异的质疑,论证了统治者与被统治者的德性因其各自功用而有所不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4#1

" Ἕτερον δέ ἐστι φιλίας εἶδος, τὸ καθ’ ὑπεροχὴν ἕως ταῦτα μὲν οὖν ἀφείσθω." Καὶ γάρ ἐστιν ἀλλοτριώτερον ὥσπερ καὶ δίκαιον τὸ μὲν κατ’ ἰσότητα ἐστι, τὸ δὲ καθ’ ὑπεροχήν, οἷον πατρὸς πρὸς υἱὸν καὶ δεσπότου πρὸς δοῦλον καὶ ἀνδρὸς πρὸς γυναῖκα καὶ ὅλως ἄρχοντος πρὸς ἀρχόμενον, οὕτω καὶ φιλία, ἡ μὲν κατ’ ἰσότητα, ἡ δὲ καθ’ ὑπεροχήν. ἔοικε γάρ πως τῇ δικαιοσύνῃ. ἔστι δὲ καὶ ἡ καθ’ ὑπεροχὴν φιλία ἐν τοῖς αὐτοῖς ἐν οἷς καὶ τὸ καθ’ ὑπεροχὴν δίκαιον. ἡ γὰρ πατρὸς πρὸς υἱὸν φιλία καὶ ὅλως πρεσβυτέρου πρὸς νεώτερον (ἔστι δὲ φρονιμώτερος ὁ πρεσβύτερος ἵνα ἄρχῃ) καὶ ἡ ἀνδρὸς πρὸς γυναῖκα καὶ ὅλως ἄρχοντος φιλία πρὸς ἀρχόμενον καθ’ ὑπεροχήν ἐστι. δῆλον γὰρ ὡς τὸ μὲν ἄρχον ὑπερέχει, τὸ δὲ ἀρχόμενον ὑπερέχεται. σὺν τούτῳ οὖν καὶ ἡ φιλία, σὺν τῷ τὸν μὲν ἄρχειν τὸν δὲ ἄρχεσθαι. διαφέρουσι δὲ καὶ αὗται αἱ καθ’ ὑπεροχὴν ἀλλήλων. οὐ γὰρ ταὐτὰ ὑπάρχει γονεῦσι παρὰ τέκνων καὶ ἄρχουσι παρὰ ἀρχομένων οὐδὲ υἱοῖς παρὰ γονέων καὶ ἀρχομένοις παρὰ ἀρχόντων. ἀλλ’ εἰσί τινες φυσικαὶ οἰκεῖαι γονεῦσι παρὰ τέκνων ὑπουργίαι, καὶ τέκνοις παρὰ γονέων προστάξεις καὶ ἐπιμέλειαι, ὧν οὐδὲν μέτεστι τοῖς ἄρχουσι καὶ ἀρχομένοις· καὶ αἱ φιλίαι οὖν ταύτῃ διοίσουσιν. ὅτι δὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα οὐ τὰ αὐτὰ ὑπάρχει,1 οὐδὲ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα. γονεῦσι μὲν γὰρ καὶ ἀνδράσι προσήκει ἄρχειν, υἱέσι δὲ καὶ γυναιξὶ οὔ. καὶ τοῦτο ποιεῖ τὴν φιλίαν αὐτῶν οὐ κατ’ ἰσότητα ἀλλὰ καθ’ ὑπεροχήν. ταῦτα μὲν οὖν πᾶς ἂν συγχωρήσειεν, ἣν δ’ ἐπιφέρει αἰτίαν τοῦ μὴ τὴν αὐτὴν εἶναι φιλίαν πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα καὶ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα, σφόδρα ἐστὶν ἀμφισβητήσιμος.2 λέγει δὲ οὕτως· ἑτέρα γὰρ ἑκάστῳ τούτων ἀρετὴ καὶ ἔργον. οὔ φασι δή τινες ἄλλην ἀρετὴν εἶναι πατρὸς καὶ ἄλλην υἱοῦ οὐδὲ ἄλλην ἀνδρὸς γυναικὸς δὲ ἑτέραν. ἐξαρκεῖ δὲ ἐπ’ ἀνδρὸς καὶ γυναικὸς ἐξετάσαι τὸν λόγον· τὰ γὰρ αὐτὰ καὶ περὶ πατρὸς ῥητέον καὶ υἱοῦ. ἐρωτῶσι δὲ τὸν τρόπον τοῦτον καὶ μάλιστα οἱ Σωκρατικοί. ἆρα τὸν μὲν ἄνδρα χρὴ δίκαιον εἶναι, τὴν δὲ γυναῖκα ἄδικον; οὐ δῆτα. τί δέ; τὸν μὲν ἄνδρα σώφρονα, τὴν δὲ γυναῖκα ἀκόλαστον; οὐδὲ τοῦτο. οὕτω δὴ καθ’ ἑκάστην ἐπιόντες ἀρετὴν καὶ λαβόντες, ὅτι δεῖ καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα πάσας ἔχειν τὰς ἀρετὰς συμπεραίνονται, ὅτι ἡ αὐτὴ ἀνδρὸς καὶ γυναικὸς ἀρετή. τί οὖν ῥητέον πρὸς τὰ τοιαῦτα; ἢ ἀρκτέον ἀπὸ τοῦ ἄρχοντος καὶ ἀρχομένου. εἰ γὰρ τοῦ μὲν ἄρχοντος ἀρετὴ ἐν τῷ ἄρχειν καλῶς, τοῦ δὲ ἀρχομένου ἐν τῷ ἄρχεσθαι καλῶς, οὐκ ἂν εἴη ἡ αὐτὴ ἄρχοντος καὶ ἀρχομένου ἀρετή. καὶ γὰρ κακία μὲν ἀρχομένου, ἂν τὰ τοῦ ἄρχοντος πράττῃ, κακία δὲ ἄρχοντος, ἂν τὰ τοῦ ἀρχομένου ποιῇ, ὥσπερ καὶ κυβερνήτου μὲν ἀρετή, ἂν τὰ τοῦ κυβερνήτου ποιῇ καὶ ἄρχῃ τῶν ναυτῶν, τῶν δέ γε ναυτῶν ἀρετή, ἂν ἄρχωνται ὑπὸ τοῦ κυβερνήτου. εἰ δὲ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ τὸ ἄρχειν καὶ τὸ ἄρχεσθαι, οὐδὲν τοῦτο ἐμποδὼν τῷ λόγῳ. τάχα μὲν γὰρ καὶ πρὸς τοῦτο ἐνσταίη ἄν τις, ὡς ἱκανοῦ τινος ἐσομένου ἄρχεσθαι, μὴ πάντως δὲ ἄρχειν. οἱ γὰρ εἰθισμένοι ὑπακούειν τῶν ἀρχόντων, ἄρχεσθαι μὲν ἂν δύναιντο κατ’ ἔθος, ἄρχειν δὲ οὐκ ἴσασιν. εἰ δὲ καὶ δοθείη τὸν αὐτὸν ἐπίστασθαι ἄμφω, ἀλλ’ ᾗ μὲν ἄρχει ἄλλη ἀρετή, ᾗ δὲ ἄρχεται ἑτέρα.3 εἰ δὲ ἄλλη μὲν ἀρετὴ ἄρχοντος, ἑτέρα δὲ ἀρχομένου (εἰσὶ δὲ ἐν ταῖς εἰρημέναις πάσαις κοινωνίαις ἄρχοντες καὶ ἀρχόμενοι· πατὴρ μὲν γὰρ ἄρχει, υἱοὶ δὲ ἄρχονται καὶ ἀνὴρ μὲν ἄρχει, γυνὴ δὲ ἄρχεται), ἄλλη ἂν εἴη τούτων ἑκάστου ἀρετή.

“另一种友爱是依优越性的友爱,直至且把这些搁置不论。” 因为这亦是较有差异的;正如正义一部分是依平等性的,另一部分是依优越性的——例如父亲对儿子、主人对奴隶、丈夫对妻子,以及一般而言统治者对被统治者的正义——友爱亦是如此,一部分是依平等性的,另一部分是依优越性的。因为友爱在某种程度上类似于正义。而且依优越性的友爱亦存在于与依优越性的正义相同的关系之中。因为父亲对儿子的友爱,以及一般而言年长者对年幼者的友爱(年长者更具明智,以便进行统治),以及丈夫对妻子的友爱,一般而言统治者对被统治者的友爱,皆是依优越性的。因为显而易见,施行统治者居于优越,而被统治者则被超越。因此友爱亦伴随于此:伴随着一方统治而另一方被统治。而这些依优越性的友爱彼此之间亦有所不同。因为父母从子女处所得的事项与统治者从被统治者处所得的事项并不相同,儿子从父母处所得与被统治者从统治者处所得亦不相同。相反,存在着某些天然的、适于父母从子女处得到的奉侍,以及子女从父母处得到的命令与关照,而统治者与被统治者对此毫无份额;因此友爱亦在这一点上有所区别。而且[显而易见],父亲对儿子与儿子对父亲所得的事项并非相同,丈夫对妻子与妻子对丈夫亦并非相同。因为统治适于父母和丈夫,而不适于儿子和妻子。正是这一点使他们的友爱不是依平等性而是依优越性的。对于这些论点任何人都会赞同;但他对于为何父亲对儿子的友爱与儿子对父亲的友爱不同、丈夫对妻子的友爱与妻子对丈夫的友爱不同所提出的原因,则是极具争议的。他这样说道:“因为对于这些人之中的每一方而言,德性与功用都是不同的。”于是有些人声称,并非父亲的德性是一回事而儿子的德性是另一回事,亦非丈夫的德性是一回事而妻子的德性是不同之事。只需在丈夫与妻子的事例上考察这一论点便已足够;因为关于父亲与儿子亦必须说同样的话。他们以这种方式发问,尤其是苏格拉底派的人们:“难道丈夫必须是正义的,而妻子是不义的吗?断乎不是。那又如何呢?丈夫是节制的,而妻子是放荡的吗?亦非如此。”他们如此这般逐一考察每一种德性,并在认定理应丈夫和妻子都具备所有德性之后,得出结论说丈夫和妻子的德性是相同的。那么面对这样的论点该当如何作答呢?抑或应当从统治者与被统治者开始。因为倘若统治者的德性在于善于统治,而被统治者的德性在于善于受统治,那么统治者与被统治者的德性就不会是相同的。因为倘若被统治者做统治者的事,乃是被统治者的恶德;倘若统治者做被统治者的事,乃是统治者的恶德;正如舵手的德性在于做舵手的事并统治水手,而水手的德性则在于受舵手统治。即便统治与受统治属于同一种知识,这亦丝毫不会妨碍该论点。因为或许有人亦会对这一点提出异议,认为某人足以受统治,却绝不足以统治。因为那些习惯于服从统治者的人,依习惯或许能够受统治,却不懂得统治。即使假定同一个人精通两者,然而就其统治而言的德性是一回事,就其受统治而言的德性则是另一回事。倘若统治者的德性是一回事,被统治者的德性是另一回事(而在上述所有共同体中皆存在统治者与被统治者;因为父亲统治而儿子受统治,丈夫统治而妻子受统治),那么这些人之中的每一方的德性便应是不同的。

语法注3 条
  1. 6.4ὅτι δὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα οὐ τὰ αὐτὰ ὑπάρχει

    此处涉及 ὅτι 从句的归属以及主句谓语省略的解读。承接前句“友爱亦在这一点上有所区别”,此处被理解为主语性的内容从句,省略了语境中显而易见的主句谓语(如“……是显而易见的”)。另一种可能是将 ὅτι 读作原因连词(“因为……”),但鉴于后文紧随的 γονεῦσι μὲν γὰρ... 已在展开具体的理由,故将其处理为事实陈述的内容从句最为自然。

  2. 6.4ἣν δ’ ἐπιφέρει αἰτίαν τοῦ μὴ τὴν αὐτην εἶναι φιλίαν... σφόδρα ἐστὶν ἀμφισβητήσιμος

    此句属于先行词被前提或吸引至关系从句内部的倒装构文(ἣν αἰτίαν ἐπιφέρει... [αὕτη] σφόδρα ἐστὶν ἀμφισβητήσιμος)。逻辑上充当主句主语的名词 αἰτίαν 以宾格形式随关系代词 ἣν 置于从句中受 ἐπιφέρει 支配,而主句的表语形容词 ἀμφισβητήσιμος(阴性主格)则与这一实质主语(“他所提出的原因”)相一致。

  3. 6.4ἀλλ’ ᾗ μὲν ἄρχει ἄλλη ἀρετή, ᾗ δὲ ἄρχεται ἑτέρα

    关系副词 ᾗ(源自阴性与格单数)在此作限定副词用,意为“就……而言”或“在……的方面”。句中省略了系动词 ἐστί,基本骨架为:“就其统治而言的德性是一回事,就其受统治而言的德性则是另一回事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:176.6-177.22