← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§174.14-176.5

当权者与有德者友爱中的比例平等

阿斯帕西奥斯考察了当权者与有德者之间在友爱中按比例平等的条件,阐明了二者如何能够和谐地结为朋友。此外,他分析了基于愉悦或有用的次等友爱对于首要的德性友爱所具有的相似性与相异性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3#4

ἢ συνήρμοσται ἀλλήλοις καὶ οὐ διέζευκται ταῦτα. ὁ μὲν γὰρ ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός. ζητεῖν δὲ κελεύει τοὺς τῷ ὄντι ἀγαθοὺς φίλους κτᾶσθαι. εἶεν δ’ ἂν οὗτοι οἱ ἅμα ἀγαθοὶ καὶ τοῖς φίλοις ἀγαθοί. Οἱ δ’ ἐν ταῖς ἐξουσίαις (λέγει δ’ ἐν ταῖς ἐξουσίαις τοὺς τυράννους καὶ τοὺς καλουμένους βασιλεῖς, οὐκ ὄντας δέ, ἅτε τρυφῶντας) διῃρημένοις χρῶνται τοῖς ὀνομαζομένοις αὐτῶν φίλοις. οἱ μὲν γάρ εἰσιν αὐτοῖς ἡδεῖς, οἱ δὲ χρήσιμοι· αἴτιον δέ, ὅτι οὔτε ἡδεῖς ζητοῦσι μετ’ ἀρετῆς (οἱ αὐτοὶ γὰρ ἂν ἦσαν καὶ χρήσιμοι) οὔτε χρησίμους εἰς τὰ καλά (οἱ αὐτοὶ γὰρ ἂν ἦσαν καὶ ἡδεῖς)· χρήσιμοι γὰρ εἰς τὰ καλὰ οἱ ἐνάρετοι. εἴρηται δὲ ὅτι οἱ ἐνάρετοι καὶ ἡδεῖς εἰσιν, οἱ δὲ δυνάσται ἐφιέμενοι μὲν τοῦ ἡδέος, τοὺς εὐτραπέλους κτῶνται φίλους, εἰς δὲ τὰς χρείας τοὺς δεινοὺς τὰ προσταχθέντα πρᾶξαι. οὐ συνδυάζεται δὲ ταῦτα ἐν τοῖς πολλοῖς· οἵ τε γὰρ καλούμενοι εὐτράπελοι, ὄντες δὲ βωμολόχοι, ὡς ἐπὶ τὸ πολὺ εἰς τὰς πράξεις ἀχρεῖοι, οἵ τε δεινοὶ καὶ παρακλητικοὶ τῶν προσταττομένων πάσης χάριτος καὶ εὐτραπελίας ἐστέρηνται. ἡδὺς δὲ καὶ χρήσιμος ἅμα μόνος ὁ σπουδαῖος. πρακτικὸς μὲν γὰρ τῶν καλῶν δι’ ἀρετὴν ἡδὺς δὲ τῷ ἀγαθῷ διά τε τὴν τοῦ ἤθους ὁμοιότητα καὶ τὰς καλὰς πράξεις. ἀλλὰ ὑπερέχοντι οὐ γίνεται φίλος ὁ σπουδαῖος, ἂν μὴ καὶ τῇ ἀρετῇ ὑπερέχηται ὁ ὑπερέχων κατὰ τὴν δύναμιν. δεῖ δὲ οὕτως ἀκούειν, τοῦ ὑπερέχεσθαι τὸν δυνάστην,1 ὥστε καὶ εἰδέναι καὶ ἔχειν πρὸς τὸν σπουδαῖον ὡς πρὸς κρείττονα. οὕτω γὰρ ἔσται ἡ κατὰ ἀναλογίαν ἰσότης, ἂν οἴηται μὲν πλούτῳ καὶ δυνάμει ὑπερέχειν, θαυμάζῃ δὲ τὸν ἀγαθὸν ὡς κατ’ ἀρετὴν αὑτοῦ διαφέροντα. εἴη δ’ ἂν τις τοιοῦτος δυνάστης εὐφυής, ὁ τῶν καλῶν ζηλωτής· δῆλον δὲ καὶ ὡς ἐγχειριεῖ τὴν αὑτοῦ ἐπιμέλειαν τῷ σπουδαίῳ· τοιούτῳ δὴ ἴσως ἀνάσχοιτ’ ἂν γινόμενος φίλος 〈ὁ〉 ἀγαθός, ἄλλῳ δ’ οὐκ ἂν ὑπομείναι· ὑπερηφανίαν γὰρ τυραννικὴν καὶ θεραπείαν ἀνελεύθερον ἥκιστα δύναται φέρειν ὁ γενναῖος. οὐ πάνυ δὲ εἰώθασι τοιοῦτοι γίνεσθαι οἱ ἐν ταῖς ἐξουσίαις, οἷον ὡς πρὸς ὑπερέχοντας ἔχειν τοὺς σπουδαίους· διὸ οὐ γίνονται φίλοι αὐτοῖς οἱ ἀγαθοί. Ἐπεὶ δὲ εἶπε μὴ ἂν ἄλλως ἔσεσθαι τὸν σπουδαῖον δυνάστῃ φίλον, εἰ μὴ ἔχοι οὕτως ὁ δυνάστης πρὸς αὐτὸν ὡς κατ’ ἀρετὴν ὑπερέχοντα, ζητοῦσί τινες, εἰ ὁ ἐν τῇ ἐξουσίᾳ εἴη σπουδαῖος, ἆρά γε οὐκ ἔσται φίλος αὐτῷ ὁ σπουδαῖος, ἐπεὶ μὴ ὑπερέχει αὐτοῦ κατὰ τὴν ἀρετήν· εὐήθης δὲ ἡ ἀπορία. τοῦτο μὲν γὰρ ἤδη ὁμολογεῖται τὸν ἀγαθὸν τῷ ἀγαθῷ ἀσμένως φίλον γίνεσθαι· κἂν ἐν δυνάμει οὖν ᾖ ἅτερος, οὐδὲν διακωλύσει ἡ δύναμις τὴν φιλίαν αὐτῶν, ἀλλὰ δῆλον ὅτι συνέσονται τὰ μὲν ἄλλα πάντα ἴσοι, ὅσα δὲ νόμιμά ἐστι κατὰ τὴν πολιτικὴν κοινωνίαν ἀσμένως ἅτερος συγχωρήσεται τῷ ἐν ἀρχῇ. δῆλον γὰρ ὡς νομίμως ἄρξει ὁ σπουδαῖος, καὶ ὁ φίλος οὖν ἀρχθήσεται νομίμως. παντὸς γὰρ μᾶλλον, φύλαξ ὁ σπουδαῖος τῆς πολιτικῆς κοινωνίας. ἡ μὲν οὖν τῶν ἀγαθῶν φιλία πάντως κατ’ ἰσότητα· εἰσὶ δέ πως καὶ αἱ λοιπαὶ ἐν ἰσότητι. καὶ γὰρ οἱ δι’ ἡδονὴν ἀνταποδιδόασιν ἀλλήλοις ἡδονὴν καὶ οἱ διὰ τὴν χρείαν ἀνθυπουργοῦσι τὰ χρήσιμα. ἔνιοι δ’ ἕτερον ἀνθ’ ἑτέρου καταλλάττονται, οἷον ἡδονὴν παρέχοντες λαμβάνουσι τὴν κατὰ χρήσιμον ὠφέλειαν, ὡς οἱ διὰ τὴν εὐτραπελίαν ἀξιοῦντες τυγχάνειν χρημάτων. ὅτι δὲ καὶ ἧττον φίλοι εἰσὶν οἱ τοιοῦτοι καὶ ἧττον μένουσιν, εἴρηται. δῆλον δὲ καὶ ὃ ἑξῆς λέγει, ὅτι καθ’ ὁμοιότητα τοῦ αὐτοῦ καὶ ἀνομοιότητα δοκοῦσι φιλίαι καὶ οὐ δοκοῦσιν. ᾗ μὲν γὰρ ὑπάρχει τῇ κατ’ ἀρετὴν φιλίᾳ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, ταύτῃ ἐοικυῖαι αὗται φιλίαι νομίζονται· ᾗ δὲ ἡ μὲν τῶν ἀγαθῶν ἀδιάβλητος καὶ μόνιμος, αὗται δὲ καὶ διαβολὴν δέχονται καὶ μεταπίπτουσι, ῥᾳδίως οὐκ ἔστι.2 διαφέρουσι δὲ καὶ ἄλλως τῷ τὴν μὲν τῶν ἀγαθῶν καθ’ αὑτὴν εἶναι· δι’ αὑτοὺς γὰρ φιλοῦσιν ἀλλήλους· τὰ δ’ ἄλλα κατὰ συμβεβηκός, καὶ οἱ μὲν ἀγαθοὶ πόρρω εἰσὶ τοῦ ἀδικῆσαι ἂν ἀλλήλους, οἵ γε οὐδὲ τοὺς μηδὲν προσήκοντας ἀδικοῦσιν, οἱ δὲ τὰς ἄλλας φιλίας ἔχοντες κἂν ἀδικήσαιεν ἀλλήλους. εὕροι δ’ ἄν τις καὶ ἄλλας πολλὰς αὐτῶν διαφοράς, ταύτῃ δ’ ἀνόμοιοι οὖσαι τῇ πρώτῃ φιλίᾳ οὐ φαίνονται φιλίαι.

抑或,这些事物彼此联结而并未分离。因为善人对朋友而言亦是善的。而他劝告人们寻求获得真正善的朋友。这些人便应是既善、同时对朋友而言亦是善的人。另一方面,身居权位之人(所谓身居权位之人,他是指僭主以及名义上是王而实际上因沉溺奢靡并非真正为王者)乃是分别使用所谓的朋友的。因为对他们而言,有些人是愉悦的,有些人则是有用的;其原因在于,他们既不寻求伴随德性的愉悦之人(因为若是如此,同样这些人亦将是有用的),亦不寻求在崇高之事上有用之人(因为若是如此,同样这些人亦将是愉悦的);因为有德之人对于崇高之事是有用的。而且此前已说过,有德之人亦是愉悦的。然而当权者因贪图愉悦,便获得机敏诙谐之人为友;为了实际需求,则获得善于执行命令之人为友。但这两种特质在多数人身上并不兼备;因为那些被称为机敏诙谐之人,实际上乃是卑俗的小丑,在诸种行动上多半无用;而那些在命令所指之事上精明且得力之人,则缺乏一切优雅与诙谐。而唯有优秀之人才是既愉悦又同时有用的。因为他因德性而成为崇高行动的实践者,又因品性相似与崇高的行动而对善人而言是愉悦的。然而,除非在权力上居上位者亦在德性上被超越,否则优秀之人不会成为居上位者的朋友。而关于当权者被超越,应当这样理解:以至于他知晓这一点,并以对待更优越者的方式对待优秀之人。因为唯有如此,按比例的平等才会成立——倘若他虽自认为在财富和权力上居上位,却赞叹善人在德性上超越自己。这样一位当权者应当是资质优秀的,乃是崇高事物的慕求者;而且显然他亦会将对自身的照料托付给优秀之人。对于这样的人,善人或许还愿意成为其朋友,但对于其他人则绝不会忍受;因为高贵之人最不能忍受僭主式的傲慢与不自由的侍奉。然而身居权位之人绝不习惯于成为对待优秀之人如同对待优越者那般的人;因此善人不会成为他们的朋友。既然他说除非当权者对待优秀之人如同对待在德性上超越自己之人,否则优秀之人绝不会成为当权者的朋友,于是有人质疑:倘若身居权位之人自身亦是优秀之人,那么优秀之人是否就不能成为他的朋友,既然〔优秀之人〕在德性上并未超越于他?然而这一疑难是愚拙的。因为善人欣然成为善人的朋友,这一点早已得到公认;因此即便其中一方身居权位,其权力亦丝毫不会阻碍他们的友爱,而是显而易见他们将在其他一切方面作为平等者相处,而在政治共同体所规定的一切合法事项上,另一方将欣然顺从在官职之中的人。因为显而易见优秀者将依法律施行统治,而朋友亦将依法律受到统治。因为优秀之人高于一切地是政治共同体的守护者。因此,善人的友爱完全是依平等性的;但其余的友爱在某种意义上亦处于平等之中。因为因愉悦而结合者彼此回报以愉悦,因需求而结合者相互提供有用之助。但有些人则是以此物换取彼物,例如提供愉悦而获取依有用而来的利益,正如那些因诙谐而自认应得钱财之人。而此类人较不为朋友且较难持久,此前亦已述及。而他接下来所说的话亦是明白的:由于对同一事物的相似与不相似,它们被认为既是友爱又不是友爱。因为就依德性的友爱既具备愉悦又具备有用而言,这些友爱以此方式因相似而被视作友爱;然而就善人的友爱无可挑剔且恒常持久,而这些友爱则招致挑剔且易于变易而言,它们并不是友爱。它们在另一方面亦有所不同:善人的友爱是依其自身的——因为他们为了彼此自身的缘故而相爱;而其他友爱则是依偶性的,并且善人绝不可能彼此侵害(他们甚至对毫不相干之人亦不施加侵害),而维系其他友爱之人甚至可能会彼此侵害。人们亦可发现它们之间许多其他的差异;但就其与第一种友爱不相似而言,它们便不显现为友爱。

语法注2 条
  1. 6.3δεῖ δὲ οὕτως ἀκούειν, τοῦ ὑπερέχεσθαι τὸν δυνάστην

    属格短语 τοῦ ὑπερέχεσθαι τὸν δυνάστην 是说明性或同位性属格,用以限定动词 ἀκούειν(此处意为“理解”、“解释”)所指涉的内容,抑或是表示“关于……”的指涉属格。紧随其后的 ὥστε 引导的从句则具体阐明了“应当如何理解”。

  2. 6.3ῥᾳδίως οὐκ ἔστι

    副词 ῥᾳδίως 通常修饰前面的 μεταπίπτουσι,意为“容易变易”,但因其位置紧接在 οὐκ ἔστι 之前,语法上亦可与否定词连读解释为“并非轻易地[是友爱]”。在本文中,为了与善人友爱的恒常性(μόνιμος)相对照,将其归属于 μεταπίπτουσι(“易于变易”),而 οὐκ ἔστι 则承前省略了表语“友爱”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:174.14-176.5