← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§172.28-174.14

完全友爱的所在与朋友数量的限制

阿斯帕西乌斯论证了完美的友爱是扎根于灵魂理性部分与受动部分的品质,并考察了善人的友爱何以难以针对许多人(由于需要考验与熟识)。进而,他结合幸福者之生活与愉悦的不可分割性,阐明了因愉悦的友爱比因有用的友爱更为接近第一种友爱的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3#3

ἡ δὲ φιλία, ἐπειδὴ μετὰ προαιρέσεως, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, εἴη ἂν ἕξις ἡ φιλία ἔν τε τῷ λόγον ἔχοντι καὶ ἐν τῷ παθητικῷ, ἀφ’ ἧς βούλονται τἀγαθὰ τοῖς φίλοις αὐτῶν ἐκείνων ἕνεκα, οὐ κατὰ πάθος ψιλὸν ἀλλὰ κατά τινα ἐν ἀμφοτέροις τοῖς μορίοις τῆς ψυχῆς ἕξιν. φιλοῦντες δὲ τὸν φίλον ἅμα μὲν τὸν φίλον φιλοῦσιν, ἅμα δὲ τὸ αὐτοῖς ἀγαθόν. ὁ γὰρ φίλος ἀγαθὸς τῷ φίλῳ καὶ ἀνταποδιδόασι τὸ ἴσον ἀλλήλοις. καὶ γὰρ βούλεται ἑκάτερος ἑκατέρῳ τἀγαθὰ αὐτοῦ ἐκείνου ἕνεκα, καὶ ἡδύς ἐστιν ἑκάτερος ἑκατέρῳ. διὸ καὶ λέγεται φιλία ἀνταπόδοσίς τις οὖσα τοῦ φίλου, μάλιστα δὲ ταῦτα τῇ τῶν ἀγαθῶν φιλίᾳ ὑπάρχει. αἱ δὲ ἄλλαι καθ’ ὁμοιότητα αὐτῆς λέγονται, δι’ ἃς εἴπομεν αἰτίας. ἃ δὲ λέγει περὶ τῶν πρεσβυτῶν καὶ στρυφνῶν, διὰ τί ἧττον γίνονται φίλοι, καὶ περὶ τῶν νέων, ὅτι μᾶλλον φίλοι γίνονται, καὶ σαφῆ ἐστι καὶ εἴρηται πρότερον. Πολλοῖς δὲ εἶναι φίλον, οὔ φησιν εἶναι ῥᾴδιον, κατὰ τὴν τελείαν φιλίαν, ὥσπερ οὐδὲ ἐρᾶν πολλῶν. ὑπερβολὴ γάρ τίς ἐστιν ἐν τῷ φιλεῖν, τοῦτο δὲ οὐ ῥᾴδιον πρὸς πολλούς· αἱ γὰρ ὑπερβολαὶ πρὸς ὀλίγους. λεκτέον δ’ ὑπερβολὴν τὴν κατὰ τὸ εὖ.1 διὰ τί οὖν οὐκ ἂν εἴη πρὸς πολλούς, ἀπορήσαι ἄν τις. εἰ γὰρ καθ’ ὑπόθεσιν εἶεν πολλοὶ ἀγαθοί, τί κωλύει τὸν ἀγαθὸν ἔμπειρον αὐτῶν γινόμενον πᾶσιν ὁμοίως εἶναι φίλον; ἢ συναπτέον ἃς ἐπιφέρει αἰτίας τοῦ μὴ πολλοὺς ἀρέσκειν τῷ ἀγαθῷ. οὔτε γὰρ ἀγαθὸν εἶναι οἷόν τε πολλοῖς, ἀλλ’ ἀγαπητὸν ἑνὶ ἢ δυσὶν ἐντυχεῖν. οὔτε πεῖραν οἷόν τε πολλῶν ἅμα λαβεῖν, δεῖ δὲ πάντως πείρας πρὸς τὸ ἀδιάβλητον εἶναι· ἔτι δὲ καὶ συνηθείας, αὕτη γάρ ἐστι πρὸς τῇ ἀρετῇ συνάπτουσα καὶ προσοικειοῦσα ἀλλήλοις τὰς τῶν ἀγαθῶν ψυχάς· διὰ τὸ χρήσιμον δὲ καὶ τὸ ἡδὺ ἐνδέχεται πολλοῖς εἶναι φίλον. καὶ γὰρ πολὺ τὸ τῶν τοιούτων γένος. ἔτι δὲ οὐδὲ πολλοῦ χρόνου δεῖ οὐδ’ ἐξετάσεως· ἐν ὀλίγῳ γὰρ χρόνῳ εὐθέως φανεραὶ γίνονται αἱ περὶ τῶν χρησίμων καὶ τῶν ἡδέων ὑπηρεσίαι, καὶ καταμάθοι ἄν τις ταχέως τὸν αὑτῷ ἡδὺν ἢ χρήσιμον. ὅταν δὲ μηκέτι γένηται τούτων ὁποτεροῦν, λύεται ἡ φιλία· ἐν ὀλίγῳ γὰρ χρόνῳ συστᾶσα καὶ τὴν ὕπαρξιν ἔχει ὀλιγοχρόνιον. ἀμφοτέρων δὲ καθ’ ὁμοιότητα τὴν πρὸς τὴν πρώτην λεγομένων φιλίαν, τῆς τε δι’ ἡδονὴν καὶ τῆς διὰ τὸ χρήσιμον, μᾶλλον ἔοικε τῇ πρώτῃ φιλίᾳ ἡ δι’ ἡδονήν, ὅταν ἑκατέρῳ παρ’ ἑκατέρου γένηται τὸ ἡδύ. δεῖ γὰρ τοὺς τῷ ὄντι φίλους ἡδέως συνεῖναι καὶ χαίρειν ἀλλήλοις, ὅπερ ὑπάρχει τοῖς δι’ ἡδονὴν φιλοῦσιν, ἔτι δὲ ἐλευθεριωτέρα ἐστὶ τῆς διὰ τὸ χρήσιμον· οὐ γὰρ διὰ κέρδος οὐδὲ δι’ ὠφέλειαν τὴν ἐκ χρημάτων ἢ ἄλλης χρείας φίλοι εἰσίν, ἀλλὰ προσπάσχοντες ἐνίοτε ἀλλήλοις ἢ τοῖς αὐτοῖς χαίροντες, οἷον γυμνασίοις μαθήμασι παιδιαῖς. ἡ δὲ διὰ τὸ χρήσιμον φιλία μᾶλλον ἀγοραίων ἐστὶν ἀνθρώπων καὶ ἀνελευθέρων. τεκμήριον δὲ τοῦ τὴν διὰ τὸ ἡδὺ φιλίαν ἐοικέναι μᾶλλον τῇ ἀληθινῇ, ὅτι καὶ οἱ μακάριοι καὶ εὐδαίμονες (οὗτοι δέ εἰσιν οἱ κατ’ ἀρετὴν ἐνεργοῦντες ἐν προηγουμένοις) χρησίμων μὲν οὐ δέονται φίλων, ἡδέων δέ. μάλιστα μὲν γὰρ ἂν βούλοιντο τελειοτέρους κατ’ ἀρετὴν ἔχειν τοὺς φίλους, καὶ πάντῃ ἑαυτοῖς ὁμοίους. ἂν δὲ μὴ εὐπορῶσιν, ἀπόχρη αὐτοῖς, ἂν μέσοι μὲν τύχωσιν, ἡδεῖς δὲ αὐτοῖς. συζῆν μὲν γὰρ βούλονταί τισιν, ἐπειδὴ ἀδύνατον μονώτας εἶναι, ὡς εἴρηται πρότερον. τὸ δὲ λυπηρὸν ἀδύνατον ἐπὶ πολὺ φέρειν. οὐδὲ γὰρ αὐτὸ τὸ ἀγαθόν, εἰ λυπηρὸν εἴη, ὑπομείναι ἄν τις. τοῦτο δὲ πῶς εἴρηκεν; αὐτὸ γὰρ τὸ ἀγαθόν τί ἄλλο ἐστὶν ἢ εὐδαιμονία, ἣν ἀδύνατον λυπηρὰν εἶναι; ἅμα γὰρ λυπηρὸν καὶ οὐκέτι εὐδαιμονία, ἀλλ’ ὅμως ἐξ ὑποθέσεως ὁ Ἀριστοτέλης εἴρηκεν,2 εἰ λυπηρὸν ἡ εὐδαιμονία ποιεῖ τὸν βίον, μηδένα ἂν εὐδαιμονεῖν ἐθελῆσαι. δῆλον οὖν ὡς διά τε ἄλλα ἐστὶν αἱρετὸν ἡ εὐδαιμονία καὶ ὅτι μεθ’ ἡδονῆς ἐστιν ὁ κατ’ αὐτὴν βίος. διό, φησι, οἱ ἄνθρωποι ζητοῦσιν ἡδεῖς εἶναι τοὺς φίλους, ὡς τῆς φιλίας μὴ δυναμένης ἄνευ τούτων συστῆναι. δεῖ δὲ μὴ μόνον ἡδεῖς ζητεῖν, ἀλλὰ καὶ ἀγαθούς. ὃ δ’ ἐπιφέρει λέγων, καὶ ἔτι αὑτοῖς ἀγαθούς, μήποτε οὐκ οἰκεῖον ᾖ τοῖς ἀγαθοῖς,3 καὶ τοῖς τελείαν κτωμένοις φιλίαν. οὐ γὰρ εἰς αὑτοὺς ἀναφέροντες φιλοῦσι τοὺς φίλους καὶ εἴ τι αὐτοῖς γίνεται ἀγαθὸν τοῖς φιλοῦσι παρὰ τῶν φιλουμένων, ἀλλὰ διότι ἀγαθοί εἰσιν οἱ φιλούμενοι.

另一方面,友爱既然伴随着选择,而选择乃是审虑的欲求,那么友爱便应是既存在于有理性的部分又存在于受动的部分之中的品质;人们出自这种品质,并非依单纯的感受,而是依灵魂两部分之中的某种品质,为了朋友自身的缘故为朋友祈愿善物。在爱朋友时,他们既爱朋友,同时也爱对他们自己而言的善。因为朋友对朋友而言是善的,且他们彼此回报以同等之物。因为双方皆为了对方自身的缘故而为对方祈愿善物,且双方对彼此而言皆是愉悦的。因此,友爱亦被说成是对朋友的某种回报,而这些特征最主要属于善人的友爱。至于其他友爱,则依我们所说的原因,乃是因与此种友爱相似而被言说的。而他关于老年人与孤僻之人为何较难成为朋友、关于青年人更容易成为朋友所说的那些话,既明白清楚,此前亦已述及。他说,依完美的友爱而言,对许多人成为朋友是不容易的,正如热恋许多人亦是不容易的。因为爱中包含某种极致,而这对许多人而言是不容易的;因为极致总是针对少数人的。而这里的极致应当理解为向着优秀方向的极致。那么,有人可能会提出疑难:为何对许多人便不能如此?因为倘若假定有许多善人,又有什么能阻止善人在对他们有所了解后,同等地成为所有人的朋友呢?抑或必须把他就“没有很多人能令善人满意”所提出的诸原因联系起来看。因为既不可能有许多人是善的,能遇到一两个便应心满意足;亦不可能同时对许多人进行考验,而为了无可挑剔,考验无论如何是必需的;此外亦需要熟识,因为这正是除了德性之外,将善人的灵魂彼此联结并使之亲密契合者。但因有用与愉悦之故,对许多人成为朋友则是可能的。因为此类人的种类繁多。而且,这既不需要许多时间,亦不需要审查;因为关于有用和愉悦的效劳在短时间内便立刻显现,人可以迅速探明谁对自己而言是愉悦的或有用的。而当这两者中的任意一个不再发生时,友爱便解体了;因为在短时间内结成的友爱,其存续亦是短暂的。在因愉悦的友爱与因有用的友爱这二者皆依与第一种友爱的相似性而被言说的情况下,当双方从彼此那里皆获得愉悦时,因愉悦的友爱更类似于第一种友爱。因为真正的朋友必须愉悦地相处并喜悦于彼此,这乃是属于因愉悦而爱者之特质,而且它比因有用的友爱更为自由高尚。因为他们成为朋友并非由于利益,亦非由于出自钱财或其他需求的帮助,而是有时彼此相悦,或喜悦于同样的事物,例如体操、学术与游戏。而因有用的友爱则更多属于市侩与不自由之人。因愉悦的友爱更类似于真正的友爱,其证据在于:即便是有福之人与幸福之人(这些乃是在首要之事上依德性付诸实现活动之人),亦不需要有用的朋友,而是需要愉悦的朋友。因为他们固然最希望拥有在德性上更为完善且在各方面与自己相似的朋友;但若不得其便,只要偶遇中等之人而其人对自己是愉悦的,对他们而言亦已足够。因为他们希望与某些人共同生活,既然如前所说人不可能孑然一身。而痛苦之事是不可能长久忍受的;因为即便是善物本身,若是痛苦的,亦无人愿意忍受。然而他何以这样说呢?因为善物本身除了不可能为痛苦的幸福之外还能是什么?因为既是痛苦的,便不再是幸福;然而亚里士多德乃是在假设的意义上说的,意即如果幸福使生命痛苦,便没有人愿意拥有幸福。由此可见,幸福既因其他缘故是值得选择的,亦因依幸福的生活伴随着愉悦。他说,正因如此,人们要求朋友是愉悦的,因为若没有这些,友爱便无法建立。但不仅应当寻求愉悦的朋友,亦应当寻求善的朋友。至于他接着所说的“而且对自己而言是善的”,这或许并不适于善人以及获得完美友爱之人。因为他们并非把朋友归结到自己身上、归结到爱者从被爱者那里是否得到某种善物而爱朋友,而是因为被爱者本身是善的。

语法注3 条
  1. 6.3λεκτέον δ’ ὑπερβολὴν τὴν κατὰ τὸ εὖ

    带有动词性形容词 λεκτέον 的双宾格结构,其中 ὑπερβολήν 为对象,τὴν κατὰ τὸ εὖ 为其补足修饰成分。通常多指恶习之“过度”的 ὑπερβολή,在此被明确界定为朝向优秀或善的极高程度(极致)。

  2. 6.3ἀλλ’ ὅμως ἐξ ὑποθέσεως ὁ Ἀριστοτέλης εἴρηκεν

    对前文反事实条件句(若善自身是痛苦的则无人愿意忍受)在句法与逻辑上的辨析。由于幸福(即善自身)按定义绝不可能为痛苦,阿斯帕西乌斯指出亚里士多德此言乃是基于反事实假设(ἐξ ὑποθέσεως)而言的。

  3. 6.3μήποτε οὐκ οἰκεῖον ᾖ τοῖς ἀγαθοῖς

    由 μήποτε 搭配虚拟式(ᾖ)构成的委婉断言或存疑句式(“或许……并不……”)。阿斯帕西乌斯借此对亚里士多德原文中“对自己而言是善的”(αὑτοῖς ἀγαθούς)这一表述是否契合善人无私友爱的本质提出了诠释上的保留。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:172.28-174.14