- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:171.12-172.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修斯论述了为何“共同生活”是友爱的根本实现活动以及幸福之人为何亦需要朋友,进而阐明“爱意”是一种感受或受动性状态,而“友爱”则是扎根于灵魂两部分的持久品质。
διὸ ἥκιστα δὴ φιλικοὶ οἱ μὴ ἐνάρετοι μέν, ὑπὸ γήρως δὲ σκυθρωπότεροι ὡς ἐπὶ τὸ πολὺ ἢ διὰ τὸ φύσει στρυφνοὶ εἶναι. οἱ δὲ ἀποδεχόμενοι ἀλλήλους καὶ ἐπαινοῦντες, μὴ συζῶντες δὲ εὔνοις ἐοίκασι μᾶλλον ἢ φίλοις. βούλονται μὲν γὰρ ἀλλήλοις τὰ ἀγαθά, τὸ δὲ μέγιστον καὶ τῇ φιλίᾳ οἰκεῖον παραλείπουσι, τὸ συζῆν. δηλοῖ δὲ ἐνταῦθα διὰ τί καὶ μικρῷ πρόσθεν ἔφη, μὴ ἐνεργεῖν κατὰ τὴν φιλίαν τοὺς μὴ συζῶντας. λέγει γὰρ οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν.1 τὸ γὰρ οὕτως δηλοῖ μὲν ὅτι καὶ ἄλλα τινά ἐστι φιλικά, μέγιστον δὲ τὸ συζῆν. τούτου δὲ σημεῖον μέν ἐστι καὶ τὸ ἐν τῷ αὐτῷ τόπῳ ὄντας τοὺς τῷ ὄντι φίλους μὴ αἱρεῖσθαι ἄνευ ἀλλήλων ζῆν, ὡς ταύτης οὔσης ἐνεργείας φιλικωτάτης. φέρει δὲ καὶ αὐτὸς τεκμήριον τὸ τοὺς εὐδαίμονας ὀρέγεσθαι τοῦ συνδιημερεύειν τοῖς φίλοις. οἱ μὲν γὰρ ἐνδεεῖς καὶ κατὰ τὴν χρείαν φίλοι ὠφελείας μόνης δέονται καὶ ἀπόχρη αὐτοῖς ἂν αὕτη γένηται, κἂν μὴ συζῶσιν ἀλλήλοις. οἱ δὲ εὐδαίμονες, οὗτοι δέ εἰσιν οἱ ἀγαθοί, ἅμα καὶ κατ’ ἀρετὴν ἐνεργοῦντες δέονται τοῦ συνδιημερεύειν τοῖς φίλοις, μάλιστα μὲν τοῖς ὁμοίοις κατ’ ἀρετήν, εἰ δὲ μή, τοῖς εὖ πεφυκόσι καὶ μέσοις. ἁπλῶς μὲν γὰρ οὐκ ἔστιν ὁ ἄνθρωπος μοναδικὸν ζῷον ὡς ὁ λέων ἢ ὁ λύκος ἢ εἴ τι ἄλλο ζῷον δύναται καθ’ αὑτὸ ζῆν, ἀλλὰ πολιτικὸν καὶ κοινωνικόν. ὁ δὲ ἐνάρετος καὶ εὐδαίμων ἀκριβοῖ τὸ φύσει ὑπάρχον τῷ ἀνθρώπῳ καὶ δεῖται τοῦ συνδιημερεύοντος καὶ συζῶντος· εἰς τοῦτο δὲ μάλιστα ὁ φίλος ἐπιτήδειος. ὥστε καὶ ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων φίλου δεῖται καὶ οὐκ ἂν ἕλοιτο ζῆν καθ’ αὑτόν, οὐδ’ εἰ μέλλοι πάντα τὰ ἄλλα ἀγαθὰ ἕξειν. συνδιάγειν γὰρ μετ’ ἀλλήλων μὴ ἡδεῖς ὄντας, οὐχ οἷόν τε. ἥδιστος δὲ ὁ φίλος τῷ φίλῳ. διὰ τοῦτο δὲ καὶ ἡ ἑταιρικὴ φιλία, αὕτη δ’ ἐστὶν ἡ τῶν νέων καὶ μὴ κατὰ τὴν χρείαν συνάγει τοὺς ἑταίρους, ὅτι καὶ ἀλλήλοις χαίρουσι καὶ τοῖς αὐτοῖς πράγμασι. Μάλιστα μέν ἐστι φιλία, ὡς καὶ πρότερον εἴρηται, ἡ τῶν ἀγαθῶν. φιλητὸν μὲν γὰρ ἁπλῶς, καὶ αἱρετὸν τὸ ἁπλῶς ἀγαθόν· καὶ ἡδὺ τὸ ἁπλῶς ἡδύ. ἑκάστῳ δὲ τὸ ἑκάστῳ, τῷ δὲ ἀγαθῷ καὶ ἀγαθὸν καὶ ἡδὺ ὁ ἀγαθός. ἐοικέναι δέ φησι τὴν μὲν φίλησιν πάθει, τὴν δὲ φιλίαν ἕξει. καίτοι δοκοῦσί τινες φιλήσεις καὶ ἕξεις εἶναι· οὐ μόνον πάθη. πάθη δ’ εἰσὶν αἱ πρόσκαιροι κινήσεις αἱ κατὰ σῶμα ἢ ψυχήν. ἕξεις δὲ ποιότητές τινες ἔμμονοι, ἀφ’ ὧν αἱ ἐνέργειαι. καλοῦμεν γάρ τινας φιλοίνους καὶ φιλόψους τῆς φιλήσεως τῆς ἐν αὐτοῖς ἕξεως οὔσης. λέγω δὲ ἐν αὐτοῖς ἕξιν τήν τε φιλοψίαν καὶ τὴν φιλοινίαν. μήποτ’ οὖν πάθος καλεῖ οὐ μόνον τὴν πρόσκαιρον κίνησιν, ἀλλὰ καὶ τὴν παθητικὴν διάθεσιν·2 λέγω δὲ παθητικὴν διάθεσιν τὴν ἐν τῷ παθητικῷ μόνῳ, μηκέτι δὲ καὶ ἐν τῷ λογιστικῷ. ἡ μὲν γὰρ φιλία 〈ἐν〉 τῷ λόγον ἔχοντι τῆς ψυχῆς ἐστι καὶ ἐν τῷ ἀλόγῳ. καὶ γὰρ κρίνας κτᾶται τὸν φίλον καὶ παθὼν πρὸς αὐτόν, καὶ ἡ ἕξις ἐν ἀμφοτέροις γίνεται τοῖς μορίοις. ἡ δὲ κατὰ πάθος φίλησις κατὰ ψιλὸν τὸ πάθος ἐγγίνεται καὶ κατὰ τὸ πάθος ἐνεργεῖ. διὰ τοῦτο τὴν μὲν φίλησιν πάθος, τὴν δὲ φιλίαν ἕξιν εἴρηκεν. ἔστι δὲ καὶ ἡ φιλία ἡ μέν τις ἕξις, ἡ δὲ ἐνέργεια. νῦν δὲ τὴν ἕξιν παραβέβληκε τῇ φιλίᾳ. ὅτι δὲ ἡ μὲν φιλία ἕξις, οἵαν εἰρήκαμεν, ἡ ἐν ἀμφοτέροις τοῖς μορίοις τῆς ψυχῆς, ἡ δὲ φίλησις πάθος εἴρηται παθητική τις ἕξις οὖσα ἀφ’ ἧς αἱ ἐνέργειαι κατὰ πάθος μόνον γίνονται, δῆλον ποιεῖ λέγων, τὴν μὲν φίλησιν οὐχ ἧττον πρὸς τὰ ἄψυχα εἶναι, ἀντιφιλεῖν δὲ μετὰ προαιρέσεως, τὴν δὲ προαίρεσιν ἀφ’ ἕξεως. διὰ γὰρ τούτων φανερόν, ὅτι γίνεται ἡ φίλησις παθητική τις διάθεσις καὶ πρὸς ἄψυχα, οἷον ἡ μὲν φιλοινία πρὸς τὸν οἶνον, ἡ δὲ φιλοψία πρὸς τὸ ὄψον. ἀφ’ ἧς ἕξεως κατὰ πάθος μόνον, ἡ ἐνέργεια ἡττωμένων κατὰ τὸ πάθος τῶν μὲν τοῦ οἴνου, τοῦ δὲ τοῦ ὄψου.3
因此,那些不具德性、由于年老在大多数情况下更为阴郁,或者因天性孤僻而如此之人,确实最不具友爱特质。另一方面,那些彼此接纳称赞却不共同生活之人,更像怀有善意者而非朋友。因为他们虽为彼此祈愿善物,却遗漏了友爱中最重大且最固有之事,即共同生活。在此他亦表明,何以他不久前曾说,不共同生活之人并未依友爱付诸实现活动。因为他说:“因为没有任何事情像共同生活那样属于朋友。”因为“那样”一词表明,虽亦有其他一些属于友爱之事,但共同生活乃是最大的。而此事的标记亦在于:真正的朋友在同处一地时,绝不选择离开彼此而生活,因为这乃是最高度的友爱活动。他自己亦提出证据,即幸福之人渴望与朋友们共度白昼。因为匮乏之人与依需求而成的朋友仅需要帮助,且若能得到这帮助,即便他们彼此不共同生活,对他们而言亦已足够。而幸福之人——这些乃是善人,同时亦依德性付诸实现活动——则需要与朋友们共度白昼,最主要的是与在德性上相似之人,若不然,则与天赋优良且持中庸之人[共度]。因为在绝对意义上,人绝非如狮子或狼,或任何能够独自生活的其他动物那样是孤独的动物,而是城邦性的、共同体的动物。具备德性且幸福之人完善了人天生所固有的属性,需要有与之一同度日和共同生活之人;而对此,朋友是最为适宜的。因此,优秀之人与幸福之人皆需要朋友,绝不愿独自生活,纵使他将拥有所有其他善物。因为若彼此不能带来愉悦,便不可能一同度日;而朋友对朋友而言是最为愉悦的。亦正因如此,同伴之友爱——这乃是青年之友爱,并非依需求把同伴聚集在一起——把他们聚集起来,乃是因为他们既喜悦于彼此,亦喜悦于同样的事物。 正如前文所述,友爱首先是善人的友爱。因为在绝对意义上可爱且值得选择的,乃是在绝对意义上的善物;而愉悦的,乃是在绝对意义上的愉悦之物。而对每个人而言则是对每个人如此之物,对善人而言,善人既是善的亦是愉悦的。他说,爱意类似于感受,而友爱则类似于品质。然而某些爱意似乎亦是品质,而不仅仅是感受。感受是在身体或灵魂中生起的一时运动;品质则是某种持久的性质,实现活动由之出发。因为我们将某些人称为爱酒者或嗜美食者,正因其内心的爱意乃是一种品质;而我所指的他们之中的品质,即嗜美食癖与嗜酒癖。那么,他称之为感受的,难道不仅是一时的运动,而且亦指受动性的性状?而我所称的受动性性状,乃是仅在受动的部分之中、而不再亦在理性部分之中的性状。因为友爱既在灵魂有理性的部分之中,亦在无理性的部分之中。因为人是在作出判断之后,并在对其产生感受之后,才获得朋友的,而品质生成于这两个部分之中。但依感受的爱意则是单纯依感受而生起,并依感受付诸实现活动。正因如此,他把爱意称为感受,把友爱称为品质。友爱一方面是某种品质,另一方面亦是实现活动;但如今他将品质与友爱相对照。友爱是我们所说的那种存在于灵魂两部分的品质,而爱意被说成是感受,乃因它是某种受动性的品质,实现活动仅依感受由之出发——他通过说爱意对无生命之物同样存在,而相互回报以爱则伴随着选择,且选择出自品质,清楚表明了这一点。因为通过这些显而易见:爱意亦是对无生命之物生成的一种受动性性状,例如嗜酒癖针对酒,嗜美食癖针对美食。仅依感受的实现活动乃出自这种品质,他们依感受而被屈服,有的屈服于酒,有的屈服于美食。
- 6.3οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν
属格 φίλων 为表征性或领属性的表语属格,表示“属于朋友特有的/朋友的特征”。与 οὕτως... ὡς 关联结构连用,表示“没有任何事情像共同生活那样属于朋友的特质”。
- 6.3μήποτ’ οὖν πάθος καλεῖ οὐ μόνον τὴν πρόσκαιρον κίνησιν, ἀλλὰ καὶ τὴν παθητικὴν διάθεσιν
μήποτε 在此作为副词小辞,引导推测性提问或委婉主张(“难道不是……”、“或许……”)。阿斯帕修斯以此引出谨慎的推测,以化解亚里士多德将爱意(φίλησις)归为感受(πάθος)所带来的疑难(即爱酒或嗜好美食并非一时冲动,而是习惯性品质)。
- 6.3ἀφ’ ἧς ἕξεως κατὰ πάθος μόνον, ἡ ἐνέργεια ἡττωμένων κατὰ τὸ πάθος τῶν μὲν τοῦ οἴνου, τοῦ δὲ τοῦ ὄψου
在由关系代词引导的 ἀφ’ ἧς ἕξεως 结构中,谓语动词(如 γίνεται)被省略,核心骨架为“活动由这种品质[出发/产生]”。句末的 ἡττωμένων... 为属格独立结构,说明爱酒者或嗜美食者依感受屈服于酒或美食的情状。
