- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:169.23-171.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西乌斯注解了《尼各马可伦理学》第八卷第五章(1157b1),阐明基于愉悦和有用的友爱乃是依据对第一种友爱的相似性而被称述的,并分析了友爱中“品质”与“实现活动”的区分,说明地域的分隔瓦解的只是友爱的实现活动而非友爱本身。
" Εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας νενεμημένης ἕως τοῦ φαίνονται φιλίαι δι’ ἀνομοιότητα ἐκείνης." Τῆς φιλίας εἰς εἴδη τρία νενεμημένης ὁμώνυμοι ἀλλήλοις οἱ φίλοι· κατὰ μὲν οὖν τὸ πρῶτον εἶδος οὐκ ἔσονται φίλοι ἀλλήλοις οἱ φαῦλοι. δι’ ἀρετὴν γὰρ οἱ μὲν ἐπιεικεῖς φιλοῦσιν ἀλλήλους, τοῖς δὲ φαύλοις οὔτε ἀρετῆς μέτεστιν οὔτε τῆς δι’ αὑτὴν φιλίας· δι’ ἡδονὴν δὲ γένοιντ’ ἂν φίλοι καὶ οἱ φαῦλοι. ἐνδέχεται γάρ τινας μοχθηροὺς ἡδονὴν ἀλλήλοις πορίζειν καὶ διὰ τοῦτο συνάπτειν ἀλλήλοις τὴν δι’ ἡδονὴν φιλίαν. γίνοιντο δ’ ἂν καὶ διὰ τὸ χρήσιμον· ἔνιοι γὰρ φαῦλοι μέν εἰσι, γίνονται δὲ ἀλλήλοις χρήσιμοι, καὶ σχεδὸν ταύτην μάλιστα οἱ φαῦλοι μετίασι τὴν φιλίαν· ἵνα γὰρ τύχωσιν ὧν δέονται παρά τινων, ἀνθυπουργοῦσιν αὐτοῖς, ὧν ἂν ἐκεῖνοι ἐν χρείᾳ ὦσι, καὶ λέγεται ἡ τοιαύτη ἀνταπόδοσις καὶ κοινωνία ὑπὸ τῶν ἀνθρώπων φιλία. καὶ γὰρ συγγίνονται ἀλλήλοις, μέχρις οὗ χρήσιμοί εἰσι καὶ ἀνθυπουργοῦσι. ταύτῃ φησὶν ὅμοιοι ὄντες, τουτέστι κατὰ τοῦτο ὅμοιοι ὄντες καθὸ ἡδεῖς ἢ χρήσιμοι ἀλλήλοις καὶ ᾗ παρέχουσιν ἀλλήλοις ἡδονήν, καὶ δι’ ἡδονὴν φίλοι εἰσίν. ἁπλῶς δὲ οὐκ εἰσὶν ὅμοιοι· οὔτε γὰρ αὑτοῖς ἀεὶ οἱ φαῦλοι ὅμοιοι οὔτε ἀλλήλοις· ἀλλ’ οὐδὲν κωλύει ᾗ ἄνθρωποί εἰσιν, ἀνομοίους ὄντας τῷ ποριστικοὺς ἡδονῆς ἀλλήλοις εἶναι ὁμοιοῦσθαι·1 ᾗ δ’ ἄνθρωποί εἰσιν ἐοίκασιν, ἂν τὰ ἤθη παραπλήσια ἔχωσι. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ οἱ διὰ τὸ χρήσιμον φίλοι ταύτῃ εἰσὶν ὅμοιοι ᾗ χρήσιμοι, οἱ δὲ ἀγαθοὶ δι’ αὑτοὺς φίλοι, ᾗ γὰρ ἀγαθοί· διόπερ οὗτοι μὲν ἁπλῶς καὶ καθ’ αὑτοὺς φίλοι, ἐκεῖνοι δὲ κατὰ συμβεβηκός· πῶς δὲ κατὰ συμβεβηκός εἰσι φίλοι οἱ δι’ ἡδονὴν καὶ τὸ χρήσιμον, εἴρηται, ὅτι δὲ φίλοι λέγονται οἱ τοιοῦτοι καθ’ ὁμοιότητα τὴν πρὸς τοὺς δι’ ἀρετὴν φίλους. ἐπεὶ γὰρ ἐκεῖνοι πρὸς τῷ καθ’ αὑτοὺς εἶναι φίλοι ἔτι καὶ ἡδεῖς εἰσι καὶ χρήσιμοι ἀλλήλοις, ταύτῃ ἐοικέναι δοκοῦσιν αὐτοῖς. πλὴν οἱ μὲν ἀγαθοὶ οὔτε τὸ χρήσιμον οὔτε τὸ ἡδὺ σκοπὸν ἔχουσι τῆς φιλίας, ἀλλὰ ταῦτα παρηκολούθηκεν αὐτοῖς, φιλοῦσι δὲ ἀλλήλους δι’ αὑτούς· οἱ δὲ δι’ ἡδονὴν ἢ τὸ χρήσιμον φίλοι ταῦτ’ ἔχουσι τέλη τῆς φιλίας. ὥσπερ δ’ ἐπὶ τῶν ἀρετῶν οἱ μὲν καθ’ ἕξιν ἀγαθοὶ λέγονται, οἱ δὲ κατὰ τὴν ἐνέργειαν, κατὰ μὲν τὴν ἕξιν ὡς οἱ καθεύδοντες, κατὰ δὲ τὴν ἐνέργειαν, ὅταν πράττωσι τὰ κατὰ τὴν ἀρετήν, οὕτω φησὶ αὐτὸς καὶ ἐπὶ τῆς φιλίας. οἱ μὲν καθεύδοντες καθ’ ἕξιν εἰσὶ φίλοι ἢ οἱ κεχωρισμένοι τοῖς τόποις, οἱ δὲ συζῶντες καὶ χαίροντες τῇ συνουσίᾳ καὶ πορίζοντες τὰ ἀγαθὰ ἀλλήλοις κατ’ ἐνέργειαν φίλοι. ἐνεργοῦσι γὰρ τὰ κατὰ τὴν φιλίαν, καὶ μάλιστα, ἂν ἀγαθοὶ ὦσι καὶ τὴν τελείαν φιλίαν ἔχωσι. καὶ γὰρ ποριοῦσι τὰ ἀγαθὰ αὑτῶν ἕνεκα τῶν φίλων,2 καὶ ἡσθήσονται μὲν ἀκούοντες εὖ πράττοντας, ἀνιάσονται δὲ ἄν τινι δυσχερεῖ πύθωνται περιπεπτωκότας τοὺς φίλους. ταῦτα δὲ πάντα ἐνέργειαι φιλικαί. τὸ δὲ μέγιστον ἐνεργήσουσιν αὐτῷ τῷ φιλεῖν. ἐπεὶ γὰρ φίλοι εἰσί, δι’ αὑτοὺς καὶ οὐδὲν ἄλλο δηλονότι ἱκανῶς ἐνεργήσουσι τὰ φιλικὰ φιλοῦντες ἀλλήλους. Ὁ δ’ Ἀριστοτέλης τὴν μὲν φιλίαν οὔ φησι διαλύεσθαι ὑπὸ τῶν τόπων, ἂν ὦσι κεχωρισμένοι, τὴν δὲ φιλικὴν ἐνέργειαν· ἴσως οὐκ ἀλόγως· τὴν γὰρ μεγίστην ἐνέργειαν διαλύει ἡ ἀπουσία. οὐδὲν γὰρ οὕτω φιλικὸν ὡς τὸ συζῆν τοὺς φίλους καὶ καρποῦσθαι τὴν ἐκ τῆς συνουσίας καὶ ὁμιλίας ἀπόλαυσιν καὶ ἀντιπαρέχειν ταύτην. ἴσως οὖν καὶ ἀσφαλέστατον ἦν οὕτως εἰπεῖν, ὅτι οὐκ ἐνεργήσουσι τὴν φιλικωτάτην ἐνέργειαν οἱ διεστῶτες τοῖς τόποις, ἂν δὲ χρόνιος, φησίν, ἡ ἀπουσία γίνηται, καὶ τῆς φιλίας λήθην δοκεῖ ποιεῖν. εὖ δὲ προσέθηκεν ἐνταῦθα τὸ δοκεῖν· ἐπεὶ γὰρ οἱ δι’ ἡδονὴν φίλοι ἢ διὰ τὸ χρήσιμον λήθην λαμβάνουσι τῆς φιλίας, ἂν χρόνιος ἡ ἀπουσία γίνηται, δοκεῖ τοῖς πολλοῖς τοιοῦτον ἡ φιλία εἶναι, εὐδιάλυτον καὶ ἀμαυρούμενον3 ὑπὸ τῆς ἀπουσίας, ὅταν χρόνιος ᾖ. οὐ μὴν ἥ γε τῶν ἀγαθῶν τοιαύτη ἀλλὰ βέβαιος καὶ μόνιμος καὶ οὐδὲν κρεῖττον αὐτῆς οὔτε χρόνος οὔτε διάστασις ἡ κατὰ τόπον. τὸ δὲ ἐπὶ τῶν πρεσβυτέρων εἰρημένον καὶ τῶν στρυφνῶν ὡς ἐπὶ τὸ πολὺ συμβαίνει, ὅταν μὴ σπουδαῖοι ὦσιν οἱ πρεσβῦται. ἥκιστα γὰρ φιλικοὶ γίνονται· μεθ’ ἡδονῆς γὰρ πᾶσα φιλία, οἱ δὲ στρυφνοὶ καὶ οἱ πρεσβῦται, ὡς ἐπὶ τὸ πολὺ οὔτε ἀλλήλοις οὔτε ἄλλοις ἡδεῖς, ἂν μὴ ἡ ἀρετὴ αὐτοὺς ἡδεῖς ποιῇ.
“友爱既已划分为这些形式……”至“由于与那种友爱不相似而显得是友爱”。 友爱既已划分为三种形式,朋友们彼此之间便是同名异义的。因此依第一种形式而言,劣恶之人彼此之间不会成为朋友。因为正派之人因德性而彼此相爱,而劣恶之人既无分于德性,亦无分于因自身而有的友爱。但因愉悦之故,即使劣恶之人亦能成为朋友。因为某些卑劣之徒完全可能彼此提供愉悦,并因此彼此缔结因愉悦的友爱。他们亦可能因有用而成为朋友;因为有些人虽是劣恶的,却对彼此成为有用之人,而劣恶之人几乎最追求这种友爱。因为为了从某些人那里获得他们所需要之物,他们便回报以那些人可能需要的用处,而这种相互回报与交往便被人们称为友爱。实际上,只要他们是有用的并提供回报,他们便相互交往。正如他所说,他们“在此方面是相似的”,也就是说,在他们彼此带来愉悦或有用这一点上,以及在他们彼此提供愉悦的方式上是相似的,他们因愉悦而是朋友。但在绝对意义上他们并不相似;因为劣恶之人既非总是与自身相似,亦非彼此相似。然而这并不妨碍他们就其作为人而言,即使彼此并不相似,却通过作为彼此愉悦的提供者而相似起来;就其作为人而言,若其品性相近,他们便是相似的。由于同样的原因,因有用的朋友亦在作为有用者这一点上是相似的,而善人则是因其自身而是朋友,即就其为善而言。因此,后者是绝对且因自身而为朋友,而前者则是依附性地为朋友。因愉悦和因有用者如何是依附性的朋友,此前已述,且此类人是依对因德性的朋友之相似性而被称述为朋友,此前亦已述及。因为善人除了因自身而是朋友之外,还对彼此是愉悦的和有用的,在此方面其余之人显得与他们相似。只是善人既不把有用亦不把愉悦作为友爱的目的,相反这些乃是随伴于他们的,他们因自身而彼此相爱;而因愉悦或有用的朋友则把这些当作友爱的终极目的。正如在德性方面,有些人依品质被称为善,有些人依实现活动被称为善——依品质者如睡眠之人,依实现活动者如践行德性之事时——他自己说在友爱方面亦是如此。睡眠之人或受地域分隔之人乃是依品质的朋友,而共同生活、喜悦于共处并彼此提供善物之人则是依实现活动的朋友。因为他们把属于友爱之事付诸实现活动,尤其是若他们为善人且具备完全的友爱时更是如此。因为他们会为了朋友而提供自身的善物,闻其境况良好便感到喜悦,获悉朋友遭遇某种困难便感到痛苦。而这些全都是友爱性的实现活动。他们将通过爱本身而付诸最大的实现活动。因为他们既然显然是因自身而非因任何其他事物而成为朋友,他们将通过彼此相爱而充分把友爱之事付诸实现活动。 亚里士多德说,友爱本身并不会因地域而被瓦解(哪怕他们彼此分隔开来),但友爱性的实现活动却会瓦解;这或许并非不合道理;因为缺席会瓦解最大的实现活动。因为没有任何事情像朋友们共同生活、享受共处与交谈所带来的乐趣并相互提供这一乐趣那样,具有友爱的特质。因此,最稳妥的说法或许是:在地域上分隔之人不会付诸最具友爱特质的实现活动;而正如他所说,“若缺席变得久远,它似乎亦会造成对友爱的遗忘”。他在此处妥当地加上了“似乎”;因为因愉悦或因有用的朋友若缺席变得久远,便会陷入对友爱的遗忘,所以在许多人看来,友爱似乎就是这种东西——当缺席久远时,极易被缺席瓦解和磨灭。然而善人的友爱绝非如此,而是坚定持久的,无论是时间还是地域上的分隔都不能胜过它。至于关于年长者与性情孤僻之人所说的话,大多数情况下是发生在老人们并非优秀之时。因为他们变得最不具有友爱特质;因为一切友爱都伴随着愉悦,而孤僻之人与年长者在大多数情况下对彼此或对他人都不带来愉悦,除非德性使他们成为带来愉悦之人。
- 6.3ἀνομοίους ὄντας τῷ ποριστικοὺς ἡδονῆς ἀλλήλοις εἶναι ὁμοιοῦσθαι
在由 οὐδὲν κωλύει 引出的宾格不定式结构中,宾格分词 ἀνομοίους ὄντας 作为不定式 ὁμοιοῦσθαι 的逻辑主语,带有让步含义(“纵使并不相似”),并由表示手段或原因的与格冠词不定式短语 τῷ ... εἶναι 所修饰。
- 6.3ποριοῦσι τὰ ἀγαθὰ αὑτῶν ἕνεκα τῶν φίλων
反身代词属格 αὑτῶν 修饰名词短语 τὰ ἀγαθὰ(“他们自身的善物”),而非由紧随其后的前置词 ἕνεκα 所统辖;ἕνεκα 仅支配 τῶν φίλων(“为了朋友”)。
- 6.3δοκεῖ τοῖς πολλοῖς τοιοῦτον ἡ φιλία εἶναι, εὐδιάλυτον καὶ ἀμαυρούμενον
尽管主语是阴性名词 ἡ φιλία,但表语形容词和分词却呈中性单数(τοιοῦτον, εὐδιάλυτον, ἀμαυρούμενον)。这是古希腊语中将主体概念作为一般性事物陈述时的通用中性表语用法(“友爱这种事物”)。
