← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§168.9-169.22

友爱持久所需的平等与附带性友爱的结合

阿斯帕西乌斯论述了善人的友爱在时间与德性上皆是完全的,探讨了基于愉悦与有用的友爱得以持久的平等条件以及中间者与恶人结友的可能,并将亚里士多德关于附带性事物不易结合的命题解释为指派生自本原意义的依附项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2#4

Αὕτη μὲν οὖν, ἡ τῶν ἀγαθῶν φιλία, καὶ κατὰ τὸν χρόνον τελεία ἐστίν (ἐν πολλῷ γὰρ χρόνῳ κρίνεται) καὶ 〈κατὰ〉 τὰ λοιπά. καὶ γὰρ καθ’ αὑτήν ἐστι φιλία οὐ κατὰ συμβεβηκὸς καὶ πάντα ἔχει τὸ ἀγαθὸν τὸ ἡδὺ τὸ χρήσιμον· τὸ δὲ πάντων τελειότατον ἐν αὐτῇ ἡ ἀρετή, ἣ ὁμολογουμένως τελειότατον τῶν ὄντων ἀγαθὸν πλὴν τῆς εὐδαιμονίας. ἔτι δὲ ὁμοία ἐστὶν ἑκατέρῳ παρ’ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν· ἰσότης γὰρ ἡ φιλία. αὕτη δ’ οὐκ ἂν γένοιτο μὴ ὁμοίως ἀλλήλους φιλούντων. ἡ δὲ διὰ τὸ ἡδὺ φιλία καὶ 〈ἡ〉 διὰ τὸ χρήσιμον καθ’ ὁμοιότητα ταύτης λέγονται· οἵ τε γὰρ δι’ ἡδονὴν ἀλλήλοις ἡδεῖς καὶ οἱ διὰ τὸ χρήσιμον ἀλλήλοις χρήσιμοι. ἃ δὲ ἑξῆς λέγει, δῆλον ὅτι1 καὶ ἐν τούτοις αἱ φιλίαι διαμένουσιν, ἂν ἰσότητος ὡς δυνατόν ἐστιν ἅπτωνται, τὸ αὐτὸ καὶ ἀπὸ τοῦ αὐτοῦ ἢ τὸ ἡδὺ ἀντιπαρέχοντες ἀλλήλοις ἢ τὸ χρήσιμον, καὶ μὴ ὡς ἐραστὴς καὶ ἐρώμενος. λαμβάνει δὲ ἐραστὴν καὶ ἐρώμενον οὐ σπουδαίους. οἱ δὲ μὴ τὸ ἡδὺ ἀντικαταλλαττόμενοι ἐν τοῖς ἐρωτικοῖς ἀλλὰ τὸ χρήσιμον, ὡς οἱ ἐπ’ ἀργυρίῳ συνόντες τοῖς ἐρασταῖς, οὔτε κυρίως φιλοῦσι καὶ ῥᾳδίως διαλύονται. οὐδέτερον δὲ λέγει τὸν μέσον, ὃς οὔτε φαῦλος οὔτε ἀγαθός ἐστιν. τοῦτον δέ φησι καὶ τῷ φαύλῳ ἔσεσθαι φίλον· καὶ δι’ ἡδονὴν καὶ διὰ τὸ χρήσιμον συγχωρητέον· ἔτι δὲ τὸν μέσον καὶ τῷ σπουδαίῳ καὶ τῷ φαύλῳ· τὸ δὲ τῷ φαύλῳ τὸν σπουδαῖον ἔσεσθαι φίλον ἢ διὰ τὸ ἡδὺ ἢ διὰ τὸ χρήσιμον οὐ ῥᾴδιον πιστεῦσαι.2 οὔτε γὰρ ἂν ἡσθείη τῷ φαύλῳ ὁ σπουδαῖος οὔτε θελήσαι ἂν χρήσιμος αὐτῷ γενέσθαι, οὐδὲ ἐκεῖνος αὐτῷ. εἰ μὴ ἄρα φαῦλον λέγει τὸν μὴ ἀνιάτως ἔχοντα,3 ὃν ἰδὼν ὁ σπουδαῖος οὐκ ἀγεννῆ μὲν φύσιν ἔχοντα διεφθαρμένον δέ, βουλόμενος ἐπανορθώσασθαι, ὑπομένει καὶ χρήσιμος αὐτῷ καὶ ἡδὺς γίνεσθαι, ἵνα διὰ τούτων προσαγόμενος ἐπανορθώσῃ. διὰ δὲ ταῦτα δέξεται παρ’ ἐκείνου καὶ ἡδονήν τινα καὶ χρείαν· ἡ δὲ δι’ αὐτοὺς τοὺς φιλουμένους γινομένη, ἐν μόνοις συνίσταται τοῖς σπουδαίοις καὶ ἀγαθοῖς· καὶ μόνη δὲ ἀδιάβλητος ἡ τῶν ἀγαθῶν φιλία. διὰ γὰρ τὸ πεῖραν εἰληφέναι ἀλλήλων ἱκανὴν οὐ πιστεύουσι τοῖς πειρωμένοις διαβάλλειν οὐδὲ ἀνέχονται λεγόντων, ἀλλήλοις δὲ σφόδρα πιστεύουσι καὶ οὐδέποτε ἂν ἀδικήσειεν ἀλλήλους. ταῦτα δὲ πάντα ὑπάρχειν μὲν δεῖ τῇ φιλίᾳ, ἐν μόνῃ δέ ἐστι τῇ τῶν ἀγαθῶν, ἐπεὶ οἵ γε μοχθηροὶ καὶ πιστεύουσιν ἐνίοτε τοῖς φαύλοις κατὰ τῶν φίλων λέγουσι καὶ ἀπιστοῦσι τοῖς φίλοις, ἔνιοι δὲ καὶ ἀδικοῦσιν, ὅθεν οὐ κυρίως εἰσὶ φίλοι· ἀλλ’ ἐπεὶ λέγουσιν οἱ ἄνθρωποι καὶ τὰς τοιαύτας φιλίας ἐχόμενοί τινος ὁμοιότητος τῆς πρὸς τὴν ἀληθῶς φιλίαν, ῥητέον μὲν καὶ τοὺς τοιούτους φίλους. γνωστέον δὲ καὶ τὴν διαφορὰν καὶ ὅτι οὐ καθ’ ἓν γένος λέγονται αἱ φιλίαι, ἀλλὰ κυρίως μὲν αἱ τῶν ἀγαθῶν, αἱ δὲ ἄλλαι καθ’ ὁμοιότητα. οὐ πάνυ δὲ αὗται συνάπτουσιν ἀλλήλαις ἡ δι’ ἡδονὴν τῇ διὰ τὸ χρήσιμον· ὅ τι γὰρ κατὰ συμβεβηκός, οὐ πάνυ συνδυάζεται.4 δόξει δὲ τοῦτο οὐκ ἀληθές· ὁ γὰρ αὐτὸς εἴη ἂν καὶ λευκὸς καὶ μουσικός, καὶ ἀμφότερα κατὰ συμβεβηκός. ἀλλ’ ἔοικεν οὐ τὰ τοιαῦτα λέγειν, ἀλλ’ ὅταν πρώτως μέν τι λέγηται καὶ κυρίως, ἀπ’ ἐκείνου δὲ ἄλλα. πρώτως μὲν ὁ ἄνθρωπος ἰατρικός, κατὰ συμβεβηκὸς δὲ τὸ ὄργανον καὶ τὸ φάρμακον. οὐ γὰρ συνδυάζεται τὰ τοιαῦτα τῶν συμβεβηκότων. καὶ ἐνταῦθα φίλοι μὲν κυρίως οἱ ἀγαθοί, κατὰ συμβεβηκὸς δὲ καὶ ἀπὸ τῆς πρώτης φιλίας αἱ λοιπαί· ὅθεν οὐ ῥᾳδίως συνάπτονται.

因此,善人的这种友爱在时间上是完全的(因为它是经过漫长时间检验的),在其余方面也是完全的。因为它是依自身的友爱而非依附性的,并且具备所有要素:善、愉悦和有用;而其中最完全者乃是德性,除幸福之外,公认这是现存善物中最完全的。此外,从彼此双方各向对方而来的[友爱]是相似的,而这正是朋友所应当具备的;因为友爱就是平等。而若非彼此以同样方式相爱,这种平等便不可能产生。至于因愉悦而有的友爱和因有用而有的友爱,则是依对这种友爱的相似性而被称述的;因为因愉悦者对彼此是愉悦的,因有用者对彼此是有用的。而从他接下来说的话来看,显然在这些情形中,友爱只要尽可能触及平等,即相互提供愉悦或提供有用,给出相同之物且出于相同的源泉,而不是像爱者与受爱者那样,友爱便得以持久。他将爱者与受爱者视为非有德之人。而在情爱关系中不以愉悦作为互换,反而以有用作为互换者,如为了金钱而与爱者相伴的人,既非在真正意义上相爱,且极易瓦解。他又将中间之人,即既非劣恶亦非善的人,称为“非两者之一”。他说这等人对劣恶之人而言亦会成为朋友;因愉悦以及因有用,这一点是必须承认的;再者,中间之人对有德之人以及对劣恶之人亦皆能成为朋友;但若说有德之人会对劣恶之人因愉悦或因有用成为朋友,则不易令人信服。因为有德之人既不会在劣恶之人那里感到愉悦,亦不愿为他成为有用之人,那劣恶之人对他亦复如是。除非他所谓的“劣恶之人”是指并非不可救药之人,有德之人见其本性并非卑劣但已遭败坏,出于匡正他的意愿,甘愿为他成为有用且愉悦之人,以便通过这些手段引导他并匡正他。而因这些缘故,他亦会从那人那里接受某种愉悦与用处;然而因被爱者自身而产生的友爱,仅确立于有德和善的人之间;并且唯有善人的友爱是免于中伤的。因为通过对彼此进行了充分的检验,他们既不相信企图挑拨中伤之人,亦不容忍其言论,反而极为深信彼此,且绝不会相互侵害。这一切本应当属于友爱,但仅存在于善人的友爱之中,因为卑劣之徒有时既相信劣恶者针对朋友所说的坏话,又不信任朋友,有些人甚至加以侵害,因此他们并非本原意义上的朋友。但既然人们依凭对真正友爱的某种相似性而亦将这种友爱称为〔友爱〕,故而亦应当称这等人为朋友。然而亦当认识其差别,以及诸友爱并非依单一的属而被称述,而是善人的友爱在真正意义上被称述,其余的友爱则是依相似性被称述。而这些友爱,即因愉悦的友爱与因有用的友爱,彼此之间几乎根本不能结合;因为凡依附性者,皆几乎不能结合。然而这一说法或许看似不真;因为同一人可以既是白皙的又是通晓音律的,而两者皆是依附性的。但他似乎并非指此类情形,而是指当某事物首先且在严格意义上被称述,而其他事物则由其派生的情况。首先是人被称为“通医术的”,而器具和药物则是依附性地被称为如此。因为依附性事物中属于此类者是不能结合的。在此处亦然,善人是在真正意义上的朋友,而其余各友爱则是依附性的且派生自第一种友爱;因此它们不易结合。

语法注4 条
  1. 6.2ἃ δὲ ἑξῆς λέγει, δῆλον ὅτι

    由关系代名词 ἃ 引导的关系节被前置于句首,置于主句谓语 δῆλον ὅτι(显然……)之前,形成统语上的主题化(topicalization)。该句的核心骨架为 δῆλον ὅτι ... αἱ φιλίαι διαμένουσιν,意指“从他接下来说的话来看,……是显而易见的”。

  2. 6.2τὸ δὲ τῷ φαύλῳ τὸν σπουδαῖον ἔσεσθαι φίλον ἢ διὰ τὸ ἡδὺ ἢ διὰ τὸ χρήσιμον οὐ ῥᾴδιον πιστεῦσαι

    带有冠词的不定词从句 τὸ ... ἔσεσθαι φίλον(包含宾格主语 τὸν σπουδαῖον 的宾格不定词结构)作谓语 οὐ ῥᾴδιον 的主语。句末的不定词 πιστεῦσαι 则是修饰形容词 ῥᾴδιον 的说明性(限制性)不定词,意为“……是不易使人相信的”。

  3. 6.2εἰ μὴ ἄρα φαῦλον λέγει τὸν μὴ ἀνιάτως ἔχοντα

    习语 εἰ μὴ ἄρα 用于对前述断言引入限制或例外(“除非他所谓……是指……”)。后件省略并承接前文的 οὐ ῥᾴδιον πιστεῦσαι,其后统领分词短语(ἰδὼν ... βουλόμενος ... ὑπομένει ... ἵνα ... ἐπανορθώσῃ),表明唯有在有德之人意图匡正尚可救药之人的特殊情形下,此类友爱方能成立。

  4. 6.2ὅ τι γὰρ κατὰ συμβεβηκός, οὐ πάνυ συνδυάζεται

    不定关系代词短语 ὅ τι γὰρ [ἐστὶ] κατὰ συμβεβηκός 省略了系动词 ἐστί(“凡依附性之物”)。副词短语 οὐ πάνυ 表达弱化的否定(“几乎不”或“根本不”),陈述了依附性属性(尤其是派生自第一义范畴的偶性)不易相互结合的原则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:168.9-169.22