← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§167.1-168.9

在德性上相似的善人之间的完全友爱

阿斯帕修注解《尼各马可伦理学》第八卷第三章,阐明在德性上相似的善人的完全友爱为何持久而自足,为何罕见且需要时间与相处,并考察了该处的文本异读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2#3

Τελεία δέ ἐστιν ἡ τῶν ἀγαθῶν φιλία καὶ κατ’ ἀρετὴν ὁμοίων. πάντα γὰρ ἔχουσι τὰ κατὰ τὸν ὁρισμὸν τῆς φιλίας· τὰ γὰρ ἀγαθὰ βούλονται ἀλλήλοις δι’ αὑτοὺς ἐκείνους, οἷς βούλονται τἀγαθά. ἀτελεῖς δὲ αἱ ἄλλαι· οὐ γὰρ ἔχουσι πάντα τὰ ἐν τῷ ὁρισμῷ· βούλονται μὲν γὰρ ἀλλήλοις τὰ ἀγαθά, ἃ οἴονται, ἀλλ’ οὐ διὰ τοὺς φιλουμένους, ἀλλ’ αὐτοὶ αὑτοὺς δι’ αὑτοὺς φιλοῦντες. ἔτι οἱ μὲν καθ’ αὑτοὺς φιλοῦσιν (ᾗ γὰρ ἀγαθοὶ φιλοῦσιν), οἱ δὲ κατὰ συμβεβηκός. οὐ γὰρ ᾗ εὐτράπελοι, ὡς ἔφαμεν, ἢ ᾗ πλούσιοι οἱ φιλούμενοι, ἀλλ’ ᾗ αὐτοῖς γίνονται ἡδεῖς ἢ χρήσιμοι. τὸ μὲν οὖν καθ’ αὑτὸ πᾶν τέλειον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀτελές. τοῦτο δὲ καὶ αὐτὸ τεκμήριον τοῦ ὁμωνύμους εἶναι τὰς φιλίας. οὐ γὰρ οἷόν τε ὁμογενὲς εἶναι τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. ὕστερον γὰρ τὸ κατὰ συμβεβηκὸς τοῦ καθ’ αὑτό. εἰκότως οὖν διαμένει βέβαιος ἡ τῶν ἀγαθῶν φιλία· διὰ γὰρ τὸ ἀγαθοὺς εἶναι φιλοῦσιν ἀλλήλους καὶ διὰ τὴν ἀρετήν· βέβαιον δὲ καὶ μόνιμον ἡ ἀρετή. τοὺς μὲν οὖν ἡδεῖς τινι καὶ διὰ τοῦτο φιλουμένους οὐκ ἀνάγκη ἁπλῶς ἡδεῖς εἶναι οὐδὲ τοὺς χρησίμους τινὶ ἁπλῶς χρησίμους εἶναι· ὁ δ’ ἀγαθὸς καὶ ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός. οὐ γὰρ μόνον ἀγαθοί εἰσιν ἀλλὰ καὶ ἀλλήλοις ὠφέλιμοι. τοῦτο μὲν οὖν παρηκολούθηκε τὸ ἀλλήλοις ὠφελίμους εἶναι· φιλοῦσι δὲ ἀλλήλους, διότι ἀγαθοί εἰσιν. εἰσὶ δὲ οἱ ἀγαθοὶ καὶ ἁπλῶς ἡδεῖς καὶ ἀλλήλοις. ἑκάστῳ γὰρ ἡδεῖαι αἵ τε οἰκεῖαι αὐτοῦ πράξεις καὶ αἱ ὅμοιαι αὐταῖς. αἱ δὲ τῶν ἀγαθῶν πράξεις ἢ τοιαῦταί εἰσιν ἢ πάντων μάλιστα ὅμοιαι· διόπερ καὶ ἡδεῖς εἰσιν ἀλλήλοις, καὶ διὰ τοῦτο οὖν τέλειός τε ἀλλὰ καὶ μόνιμος ἡ τῶν ἀγαθῶν φιλία· πάντα γὰρ συνάπτει ἐν αὐτῇ τὰ ταῖς φιλίαις ὑπάρχοντα. πᾶσα γὰρ φιλία ἢ διὰ τὸ ἀγαθὸν ἢ δι’ ἡδονήν. καὶ δι’ ἀγαθὸν ἁπλῶς καὶ ἡδὺ ἁπλῶς, ὅπερ ὑπάρχει ἐν τῇ τῶν ἀληθῶν φιλίᾳ ἢ διὰ τὸ τῷ φιλοῦντι ἀγαθὸν ἢ ἡδὺ καθ’ ὁμοιότητά τινα. οἱ γὰρ μὴ διὰ τὸ ἁπλῶς ἀγαθὸν ἢ τὸ ἁπλῶς ἡδὺ φιλοῦντες ἀλλὰ διὰ τὸ αὑτοῖς τὴν καθ’ ὁμοιότητα λεγομένην φιλίαν ἔχοιεν ἄν, οὐ τὴν κυρίως· τῇ δὲ τῶν σπουδαίων πάντα ὑπάρχει. καὶ γὰρ κατὰ τὸ ἁπλῶς ἀγαθὸν φιλοῦσι καὶ τὸ αὑτοῖς ἀγαθὸν καὶ τὸ ἁπλῶς ἡδὺ καὶ τὸ αὐτοῖς ἡδύ. ταύτῃ γὰρ ὅμοιοι, φησί, καὶ τὰ λοιπά.1 οὕτω μὲν οὖν ἐχούσης τῆς γραφῆς, ῥητέον ταῦτα, τουτέστι διὰ τοῦτο· λέγει δὲ διὰ τὸ ἀγαθοὺς αὐτοὺς εἶναι καὶ τὰ λοιπά, ὅτι ὅμοιοί εἰσιν ἡδεῖς τε ὁμοίως καὶ χρήσιμοι, οὐ μόνον ἀγαθοὶ ὁμοίως. ἢ ταύτῃ δὲ ὅμοια καὶ τὰ λοιπά, ἵν’ ᾖ ταύτῃ δὲ τῇ φιλίᾳ ὅμοια καὶ τὰ λοιπὰ εἴδη τῆς φιλίας. Σπάνιαι δ’ αἱ τοιαῦται φιλίαι. ὀλίγοι γὰρ οἱ ἀγαθοί, ἔτι δὲ καὶ δεῖ χρόνου πρὸς συνήθειαν καὶ πεῖραν· ἴσως μὲν γὰρ ἔστιν ὅτε καὶ ἐξ ὀλίγης ἐντυχίας γνώῃ ἄν τινα ὁ σπουδαῖος· ἀλλ’ ὅμως καὶ διαλάθοι ἄν τις αὐτὸν μέχρι τινὸς χρηστοὺς προβαλλόμενος λόγους. διὸ δεῖ πείρας καὶ χρόνου. διὰ δὴ ταῦτα ἐλέγομεν καὶ πρότερον ἐν τῷ τῆς φιλίας ὅρῳ, ὅτε ἔλεγεν εὔνοιαν ἐν ἀντιπεπονθόσι μὴ λανθάνουσαν, σημαίνειν ὅτι δεῖ καὶ ἐντετυχηκέναι ἀλλήλοις καὶ οὕτως εἰδέναι τὴν ἀλλήλων εὔνοιαν. πιστεύσειαν μὲν γὰρ ἴσως ἀλλήλοις εὔνους εἶναι καὶ ἀγαθοί, ἄλλῳ τινὶ πεῖραν λαβόντι καὶ ἀγαθῷ,2 ἀλλὰ τὸ τῆς συνηθείας πῶς ἂν γένοιτο μὴ ἐντυχοῦσι; δεῖ δὲ ταύτης πρὸς τὴν ἀληθῆ φιλίαν καὶ χωρὶς πάθους ἐσομένην.

另一方面,善人之间即在德性上相似者之间的友爱是完全的。因为他们具有友爱定义中的一切要素;因为他们是为了他们向之祝愿善物的那些人自身的缘故,而向彼此祝愿善物。其余的友爱是不完全的;因为它们并不具有定义中的一切要素;因为尽管他们向彼此祝愿他们所认定的善物,却不是为了被爱之人的缘故,而是因自身而爱他们自己。再者,前者依自身相爱(因为他们就其是善人而言相爱),后者则是依附性地相爱;因为并非如我们所言就受爱者是机智之人或富人之资格而言,而是就其对于他们自身变得愉悦或有用而言。因此,凡依自身者皆是完全的,而依附性者皆是不完全的。而这本身亦是证明诸友爱是同名异义的证据;因为依自身者与依附性者不可能属于同类,因为依附性者后于依自身者。因此,善人的友爱理所当然地保持坚定;因为他们因是善人且因德性而彼此相爱,而德性是坚定且持久的。对于某人而言愉悦并因之被爱者,并非必然是无条件愉悦的,对于某人而言有用者亦并非必然是无条件有用的;但善人既是无条件善的,对友人而言亦是善的。因为他们不仅是善的,而且对彼此亦是有益的。因此,对彼此有益乃是伴随而来的;但他们之所以相爱,是因为他们是善人。而善人既是无条件愉悦的,对彼此而言亦是愉悦的。因为对于每个人而言,其自身的行动以及与这些行动相似的行动都是愉悦的;而善人的行动要么是这等的,要么是在一切之中最为相似的。因此他们对彼此亦是愉悦的,故而善人的友爱不仅完全,而且持久;因为属于友爱的一切要素皆结合于其中。因为一切友爱要么因善,要么因愉悦:要么因无条件善和无条件愉悦——这存在于真实朋友的友爱中——要么依某种相似性因对爱者而言的善或愉悦。因为那些并非因无条件善或无条件愉悦,而是因对自身而言[的善或愉悦]相爱的人,所拥有的乃是依相似性而被称述的友爱,而非本原意义上的友爱;但在有德之人的友爱中,一切要素皆存在。因为他们既依无条件善亦依对其自身的善相爱,既依无条件愉悦亦依对其自身的愉悦相爱。他说,“因为在这一方面他们是相似的,在其余方面亦然”。若文本如此,便当这样讲,即“因此”;而他所谓他们因是善人而在其余方面亦然,是指他们不仅同样是善的,而且同样是愉悦的和有用的,在此意义上是相似的。或者,“其余的亦相似于此”,其含义则是:其余各属的友爱亦相似于这种友爱。 但这等友爱是罕见的。因为善人很少,此外还需要时间以供亲近交往与检验;因为有德之人固然有时或许能从短暂的交往中识得某人,然而有人亦可能通过摆出善良的言辞在一段时间内瞒过他。故而需要考验与时间。正是因这些缘故,我们在先前谈到友爱的界说、当他说“在互有感应者之中不为人不知的善意”时亦曾讲过,这意味着他们必须亦曾彼此交往,并如此知晓彼此的善意。因为作为善人的他们,或许能通过相信另一位已作检验且自身亦善的人,从而相信他们彼此抱有善意,但若不曾交往,亲近相处之事又如何能够产生?而这对于真实的、将脱离情感而存在的友爱而言乃是必需的。

语法注2 条
  1. 6.2ταύτῃ γὰρ ὅμοιοι, φησί, καὶ τὰ λοιπά

    阿斯帕修在此讨论亚里士多德《尼各马可伦理学》1156b19–20处的两种文本异读:(1) 作阳性复数主格 ὅμοιοι(解释为主体善人们不仅在善上相似,而且在愉悦与有用等“其余方面”亦相似);(2) 作中性复数 ὅμοια ... τὰ λοιπά(解释为“其余各属的友爱”亦相似于“这种友爱”)。阿斯帕修先解释了前一种读法,继而提出了后一种异读。

  2. 6.2πιστεύσειαν μὲν γὰρ ἴσως ἀλλήλοις εὔνους εἶναι καὶ ἀγαθοί, ἄλλῳ τινὶ πεῖραν λαβόντι καὶ ἀγαθῷ

    句式结构解析:主要希求法动词 πιστεύσειαν 的主语连同主格补足语 ἀγαθοί 一并构成;与格 ἀλλήλοις 依附于 εὔνους εἶναι(“彼此抱有善意”);而另一个与格短语 ἄλλῳ τινὶ πεῖραν λαβόντι καὶ ἀγαθῷ 则直接依附于 πιστεύσειαν,表示信任的对象(“信赖另一位曾作检验且自身亦善的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:167.1-168.9