← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§165.9-166.31

基于有用与愉悦的依附性友爱

阿斯帕西奥斯通过区分单纯性质与关系概念解释了基于有用和愉悦的友爱为何是依附性的,并分析了老年人中基于有用的友爱的特质以及年轻人中基于愉悦的友爱与情欲的易变性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2#2

Οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐ καθ’ αὑτοὺς φιλοῦσιν, ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ δι’ αὑτούς (καθ’ αὑτοὺς γὰρ ἂν ἐφίλουν), ἀλλ’ ᾗ γίνεται τι1 αὐτοῖς παρ’ ἀλλήλων ἀγαθόν. τοῦτο δέ ἐστι τὸ χρήσιμον, ὅθεν κατὰ συμβεβηκὸς αὐτῶν ἡ φιλία ἐστίν. διότι γὰρ συμβαίνει τι ἀπ’ αὐτῶν γίνεσθαι, συνίσταται· ἀλλ’ οὐ δι’ αὑτούς· ὁμοίως δὲ καὶ διὰ τὴν αὐτὴν αἰτίαν οἱ δι’ ἡδονὴν φιλοῦντες, οὐ καθ’ αὑτοὺς φιλοῦσιν ἀλλὰ κατὰ συμβεβηκός. οὐ γὰρ τῷ ποιούς τινας εἶναι, φησί, φιλοῦσι τοὺς εὐτραπέλους.2 δόξει δ’ εὔηθες διὰ τοῦτο λέγειν κατὰ συμβεβηκὸς τὴν καθ’ ἡδονὴν φιλίαν, ὅτι οὐ διότι ἀγαθοί εἰσι φιλοῦσιν. ὁμολογεῖται γὰρ οὐ τὸ αὐτὸ εἶδος εἶναι. παραπλήσιον γὰρ ἦν λέγειν τὴν τῶν ἀγαθῶν φιλίαν κατὰ συμβεβηκός. οὐ γὰρ διότι εὐτράπελοι φιλοῦνται ὑπ’ ἀλλήλων, ἀλλ’ ἔοικε ποιοὺς λέγειν τοὺς κατὰ ποιότητα λεγομένους ψιλήν, ἀλλὰ μὴ κατὰ τὸ πρός τι· ὁ μὲν οὖν εὐτράπελος ποιός ἐστιν ἀπὸ τῆς εὐτραπελίας παρωνομασμένος, ὁ δὲ ἡδὺς πρός τι· τινὶ γὰρ ἡδὺς καὶ εἰ ὁτιοῦν μάλιστα ἡ ἡδονὴ γίνεται τοῖς φιλοῦσι τοὺς εὐτραπέλους ἀπ’ αὐτοῦ, ὅμως οὐχ ᾗ εὐτράπελοι φιλοῦσιν αὐτούς, ἀλλ’ ᾗ αὐτοῖς ἡδεῖς. εἰ γοῦν εὐτράπελοι μὲν εἶεν, αὐτοῖς δὲ μὴ ἡδεῖς, οὐδὲ φιλήσουσιν αὐτούς, καὶ διὰ τὸ χρήσιμον δὲ φιλοῦντες διὰ τὸ αὐτοῖς ὠφέλιμον στέργουσι. καὶ δι’ ἡδονὴν διὰ τὸ αὐτοῖς ἡδύ, καὶ οὐχ ᾗ ὁ φιλούμενός ἐστιν ὅποτέ ἐστιν, εἴτε εὐτράπελος εἴτε πλούσιος, ἀλλ’ ἢ ὁ μὲν παρέχει ἡδονήν, ὁ δὲ χρείαν. εὐδιάλυτοι δὴ αἱ τοιαῦται φιλίαι, μὴ μενόντων ὁμοίων τῶν πρόσθεν φιλουμένων. οὐδὲν γὰρ κωλύει ἔτι μένειν εὐτράπελον ἢ ἔτι πλούσιον. ἀλλ’ εἰ μὴ ἡδὺς ὁ εὐτράπελος τῷ πρόσθεν ἡδομένῳ, διαλύεται ἡ φιλία· ὁμοίως δὲ καὶ ἂν μηκέτι ᾖ χρήσιμος. Ἐπισημειοῦται δέ, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον ἐν τοῖς πρεσβύταις ἡ κατὰ τὸ χρήσιμον γίνεται φιλία, καὶ ἔτι τῶν ἀκμαίων ὅσοι διώκουσι τὸ συμφέρον. λαμβάνει δὲ πρεσβύτας καὶ ἐν ἀκμῇ οὐ τοὺς σπουδαίους ἀλλὰ τοὺς πολλούς· οἱ μὲν γὰρ πρεσβύτεροι διὰ τὸ ἐν πολλαῖς γεγονέναι χρείαις καὶ μὴ καθεωρακέναι τὸ καλὸν περὶ πολλοῦ ποιοῦνται τὸ κερδαίνειν καὶ διὰ τὴν αἰτίαν ταύτην τοὺς εἰς τοῦτο χρησίμους φίλους κτῶνται. οἱ δὲ ἐν ἀκμῇ μὲν ὄντες, συντεταγμένοι δὲ καὶ αὐτοὶ πρὸς τὸ κέρδος, οὐκ ἀξιοῦσιν ἄλλους ἢ τοὺς εἰς τὸ κέρδος χρησίμους κτᾶσθαι· οὐ πάνυ δὲ οἱ τοιοῦτοι συζῶσιν ἀλλήλοις. τὸ μὲν γὰρ συζῆν οὐκ ἔστι ἄνευ τοῦ ἥδεσθαι ἀλλήλοις. οἱ δὲ διὰ τὸ χρήσιμον ἐνίοτε οὐδὲ ἥδονται ἀλλήλοις, ἢ μόνον ὅσον χρήσιμοι. τὸ δὲ προσηνὲς καὶ ἡδὺ οὐκ ἔχουσιν, ὃ συναρμόζει τὰς συμβιώσεις. ἀπολείπονται οὖν τότε ἐν ταῖς ἀληθιναῖς φιλίαις μεγίστου καὶ καλλίστου, τοῦ συζῆν,3 καὶ τῆς ἐκ τοῦ συμβιοῦν ἀλλήλοις ἀπολαύσεως. ἡ δὲ τῶν νέων φιλία δι’ ἡδονήν ἐστιν ὡς ἐπὶ τὸ πολύ· κατὰ πάθος γὰρ ζῶσιν, οὐ κατὰ λόγον· ἡ δ’ ἡδονὴ πάθος. ὅταν οὖν ἡδεῖς ἀλλήλοις ὦσι, φιλοῦσιν ἀλλήλους. ἔστι δὲ καὶ ἡ τούτων φιλία εὐδιάλυτος. μεταβάλλει γὰρ ἅμα τῇ ἡλικίᾳ καὶ τὰ ἤθεα, σὺν τούτοις δὲ καὶ αἱ διὰ τὰ ἡδέα φιλίαι. πλὴν συζῶσιν ἀλλήλοις ἡδέως οὗτοι. ὡς γὰρ μάλιστα γίνεται αὐτοῖς τὰ κατὰ τὴν φιλίαν, ἣν ἔχουσιν. ἔστι μὲν γὰρ ἡ δι’ ἡδονήν, συζῶντες δὲ μάλιστα τῆς ἀπ’ ἀλλήλων ἡδονῆς ἀπολαύουσιν. ὅταν δὲ λέγῃ· μεταπιπτούσης δὲ τῆς τοιαύτης ἡδονῆς ταχεῖα ἡ μεταβολή, τῆς τοιαύτης λέγει τῆς διὰ πάθος ψιλὸν ἢ τῆς διὰ τὴν ἡλικίαν. καὶ ἐρωτικοὶ γὰρ οἱ νέοι, φησί, κατὰ πάθος γὰρ ἡ δι’ ἡδονὴν τὸ πολὺ τοῖς ἐρωτικοῖς. διὰ δὲ τούτων δηλοῖ, ὅτι οἱ νέοι ἐρωτικοὶ γίνονται κατὰ πάθος μόνον, οὐκ ἔτι δὲ καὶ κατὰ λόγον, ὥσπερ οἱ σπουδαῖοι. τοῖς γὰρ ἀγαθοῖς γίνεται μὲν καὶ πάθος τι πρὸς τοὺς εὐφυεῖς τῶν νέων, ὥσπερ τοῖς ἱππικοῖς πρὸς τοὺς εὐφυεῖς τῶν πώλων· ἔστι δὲ ἐν αὐτοῖς καὶ λόγος προστάττων ἐπιμελεῖσθαι τῶν τοιούτων· ὁ δὲ τῶν νέων ἔρως κατὰ πάθος ἐστί, δι’ ἡδονὴν γὰρ τὸ πολὺ τοῖς τούτων ἐρωτικοῖς. τῆς δὲ τῶν σπουδαίων τὸ πολὺ δι’ ὠφέλειαν καὶ παίδευσιν τῶν νέων.4 ταύτης γὰρ ἐφιέμενοι μάλιστα ἐνδιδόασι πρὸς τοὺς τῶν εὖ πεφυκότων ἔρωτας. γράφεται δὲ καὶ οὕτως· ἐρωτικοὶ γὰρ οἱ νέοι, κατὰ πάθος γὰρ καὶ δι’ ἡδονὴν τὸ πολὺ τῆς ἐρωτικῆς. αὕτη δὲ ἡ γραφὴ δηλοῖ, ὅτι εἰκότως οἱ νέοι ἐρωτικοί εἰσι· τὸ γὰρ πλεῖστον τῆς ἐρωτικῆς διὰ πάθος καὶ δι’ ἡδονήν, ὀλίγων δὲ καὶ ἐν ὀλίγοις ὁ λόγος· ἐπεὶ οὖν κατὰ πάθος ζῶσιν οἱ νέοι, εὐλόγως εἰσὶν ἐρωτικοί. αἱ μὲν οὖν εἰρημέναι φιλίαι ἀτελεῖς εἰσιν.

因此,因有用而彼此相爱者不是依其自身相爱,而是依附性地相爱;因为并非因他们自身(因为若是因自身,他们就会依自身相爱),而是就彼此之间有某种善对他们产生而言。而这就是有用之物,故而他们的友爱是依附性的。因为由于发生某种由他们产生的事,[友爱]才得以成立,而不是因他们自身;同样地,亦由于同一原因,因愉悦而相爱者不是依自身相爱,而是依附性地相爱。他说,因为他们并不是因具有某种性质而爱机智之人。但若是因此就把依愉悦的友爱说成是依附性的,即因为他们并非因他们是善人而相爱,这似乎是幼稚的;因为人们承认这不是同一形式,因为那无异于说善人的友爱亦是依附性的。因为他们被彼此所爱,并非因为是机智之人,但他似乎把“具有某种性质者”指称依单纯性质而被表述者,而非依关系而被表述者。机智之人由机智衍生命名,是具有某种性质者,然而愉悦之人则是依关系者,因为他对某人而言是愉悦的。即便对于爱机智之人的人们而言,由他产生的愉悦达到极大程度,他们爱他们亦非就他们是机智之人而言,而是就他们对他们而言是愉悦的而言。至少,倘若他们固然是机智的,但对他们而言并不愉悦,他们亦不会爱他们;而因有用而爱者则是因对他们自身有益而珍爱,因愉悦而爱者则是因对他们自身愉悦而珍爱,而非就所爱之人究竟是何样的人而言,无论是机智之人还是富有之人,而宁可说是一方提供愉悦,另一方提供功用。因而,当先前被爱之人不再保持原样时,此类友爱极易瓦解。因为绝不妨碍一人仍保持机智或仍富有;然而若机智之人对于先前感到愉快者不再愉悦,友爱便告瓦解;同样地,若他不再有用,亦是如此。 他又指出,依有用而结成的友爱大多发生在老年人中,以及壮年人中那些追求私利者之中。但他所取的并不是有德之人中的老年人和壮年人,而是取大众。因为老年人由于经历过诸多匮乏且未曾观照过高尚,把获利看得极为重要,并因这一原因而结交对此有用的朋友。而那些处于壮年之中但自身亦向着私利看齐者,亦不屑于结交用于获利之外的其他朋友。然而这样的人绝不甚彼此共同生活;因为若非彼此感到愉快,就不可能共同生活。但因有用而结友者有时甚至彼此并不感到愉快,或仅在有用的限度内感到愉快;他们不具有联结共生生活的和蔼与愉悦。因此,他们便被剥夺了真实友爱中最大且最美好的东西,即共同生活,以及彼此共同生活的享受。另一方面,年轻人的友爱大多是因愉悦而结成的;因为他们依情感生活,而非依理性生活;而愉悦是一种情感。因此,当他们彼此感到愉悦时,他们便彼此相爱。但这等人的友爱亦极易瓦解;因为品行随年龄一同转变,而因愉悦之物结成的友爱亦随之转变。不过这些人彼此愉快地共同生活;因为依他们所拥有的友爱而言,其事物在他们身上产生得最为充分。因为那本是因愉悦而结成的,而在共同生活中他们最能享受由彼此而来的愉悦。而当他说“当此类愉悦发生转变时,变化是迅速的”时,所谓“此类”,是指因单纯情感而来的愉悦,或是指因年龄而来的愉悦。他说,因为年轻人亦多情欲;因为对于情欲之人而言,因愉悦的友爱大多依情感而存。通过这些他表明,年轻人单纯依情感而变得多情欲,而不再像有德之人那样亦依理性。因为善人对于有天赋的年轻人亦会产生某种情感,正如善骑者对有天赋的马驹那样;但在他们之中亦有命令照看这等人的理性。然而年轻人的情欲是依情感的,因为在他们的情欲之人中大多是因愉悦。而有德之人的[情欲]则大多是因年轻人的益处与教化;因为他们最渴望这一点,便投身于对天赋优异之人的爱欲。还有这样书写的:“因为年轻人多情欲,因为情欲交往的大部分是依情感且因愉悦。”这一文本表明,年轻人多情欲是合情理的;因为情欲交往的大部分是因情感且因愉悦,而理性只属于少数人且在少数事中;因此既然年轻人依情感生活,他们多情欲便理所当然。所论述的这些友爱因而是不完全的。

语法注4 条
  1. 6.2ἀλλ’ ἔοικε ποιοὺς λέγειν τοὺς κατὰ ποιότητα λεγομένους ψιλήν, ἀλλὰ μὴ κατὰ τὸ πρός τι

    动词 ἔοικε 后接不定式 λέγειν,逻辑主语为亚里士多德。句中构成双重宾格结构:ποιούς 为补足语宾格(“具有某种性质者”),τοὺς κατὰ ποιότητα λεγομένους ψιλήν 为直接宾格(“依单纯性质被表述者”)。

  2. 6.2οὐ γὰρ τῷ ποιούς τινας εἶναι, φησί, φιλοῦσι τοὺς εὐτραπέλους

    带有冠词的不定式句 τῷ ποιούς τινας εἶναι 作原因或方式与格,被否定词 οὐ 修饰,意为“并非因他们具有某种性质而爱”。此处引用并解释了亚里士多德的原著文本(1156a13)。

  3. 6.2ἀπολείπονται οὖν τότε ἐν ταῖς ἀληθιναῖς φιλίαις μεγίστου καὶ καλλίστου, τοῦ συζῆν

    中动态动词 ἀπολείπονται 支配表示分离或剥夺的属格(μεγίστου καὶ καλλίστου, τοῦ συζῆν),意为“欠缺/失去……”。介词短语 ἐν ταῖς ἀληθιναῖς φιλίαις 限定最高级形容词,意为“在真实友爱中[最大且最美好的]”。

  4. 6.2τῆς δὲ τῶν σπουδαίων τὸ πολὺ δι’ ὠφέλειαν καὶ παίδευσιν τῶν νέων

    τῆς δὲ τῶν σπουδαίων 中的阴性属格冠词 τῆς 省略了由上下文及后文异读引文 τῆς ἐρωτικῆς 所暗示的阴性名词 ἐρωτικῆς[sc. φιλίας 或 τέχνης],指“有德之人的情爱[友爱]”。系动词 ἐστί 在句中省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:165.9-166.31