- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:163.25-165.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯考察了亚里士多德对友爱的定义,阐明了尽管友爱是多义的(同名异义的/依核心而说的),为何仍可能有一个共通的概略描述,并论证该定义严格而言仅适用于基于德行的第一种友爱。
" Δεῖ ἄρα εὐνοεῖν ἀλλήλοις ἕως τοῦ οὐ γὰρ πάνυ συνδυάζεται τὰ κατὰ συμβεβηκός." Καὶ ἐκ τῶν προειρημένων καὶ ἐκ τῶν νῦν λεγομένων λάβοι ἄν τις, ὅτι τὴν φιλίαν ὁρίζεται ὁ Ἀριστοτέλης εὔνοιαν ἐν ἀντιπεπονθόσι μὴ λανθάνουσαν· τὴν δὲ εὔνοιαν βούλησιν ἀγαθοῦ, αὐτοῦ ἐκείνου ἕνεκεν ᾧ βούλεται τὸ ἀγαθόν. εἰ δέ ἐστιν ὁρισμὸς εἷς πάσης φιλίας, οὐκ ἂν ὁμώνυμοι εἶεν αἱ φιλίαι, ὥσπερ δοκεῖ αὐτῷ. ἢ ἔστι καὶ πολλαχῶς τινων λεγομένων ἕνα λαβεῖν λόγον, οὐκ ἀκριβῆ μὲν ὁρισμόν, ὑπογραφὴν δὲ μᾶλλον. τίνων δὲ πολλαχῶς λεγομένων ἔφαμεν ἐγχωρεῖν ἕνα λαβεῖν λόγον, οὐκ ἄδηλον, ὅτι τῶν μὴ πολὺ διεστώτων, ἀλλ’ ὅταν ἀφ’ ἑνὸς τὰ πολλὰ λέγηται,1 ὥσπερ τὸ ἰατρικὸν βιβλίον καὶ ὄργανον· ἀπὸ πρώτου λέγεται τοῦ ἰατρικοῦ ἀνθρώπου, ἔστι τύπῳ λαβεῖν ἕνα πάντων λόγον ἰατρικόν, λέγοντας πᾶν τὸ ἀπὸ ἰατρικῆς ὁπωσοῦν ὄν· καὶ ἐπὶ τῆς φιλίας δὲ ταὐτόν πως ἔστι. πρώτη μὲν γάρ ἐστι φιλία καὶ κυρίως, ὡς προελθὼν δηλώσει, ἡ τῶν ἀγαθῶν καὶ κατ’ ἀρετὴν ὁμοίων, αἱ δ’ ἄλλαι καθ’ ὁμοιότητα ταύτης λέγονται καὶ ἀπὸ ταύτης ἔχουσι τὴν κλῆσιν, ὥστ’ οὐδὲν κωλύει τύπῳ λόγον κοινὸν λαβεῖν αὐτῶν. ὅτι δὲ ὁμώνυμοί εἰσι, φανερὸν καὶ ἐκ τῶν φιλητῶν. τὸ γὰρ ἀγαθὸν καὶ τὸ χρήσιμον καὶ τὸ ἡδὺ οὐ ταὐτὸν ἔχουσι τὸ φιλητόν. τὸ μὲν γὰρ ἀγαθὸν καθ’ αὑτὸ αἱρετὸν καὶ φιλητόν, τὸ δὲ ἡδὺ καὶ τὸ χρήσιμον κατὰ συμβεβηκὸς καὶ δι’ ἕτερον· διότι γὰρ τῷ φιλοῦντι ἡδύ ἐστιν ἢ χρήσιμον, φιλεῖται· τὸ δ’ ἀγαθὸν δι’ αὑτό. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ἀγαθῶν ἀνδρῶν μάλιστα. δι’ οὐδὲν γὰρ ἕτερον ὁ ἀγαθὸς ὑπὸ τοῦ ἀγαθοῦ φιλεῖται ἢ δι’ αὑτόν· ὁ δὲ χρήσιμος οὐ δι’ αὑτὸν ἀλλὰ διὰ τὴν χρείαν, καὶ ὁ ἡδὺς διὰ τὴν ἡδονήν. μετάγει δὲ καὶ αὐτὸς τὰ φιλητὰ εἰς τοὺς κατὰ τὴν φιλίαν φιλητούς, ὧν ὁ μὲν ἀγαθὸς ἕν τι τῶν ἀγαθῶν ἐστι καὶ δι’ αὑτὸ μάλιστα αἱρετῶν. ὁ δὲ χρήσιμος καὶ ἡδὺς δι’ ἕτερα. μήποτε δὲ ὁ ἀποδιδόμενος τῆς φιλίας ὅρος τῆς πρώτης ἐστὶ2 καὶ κυρίως λεγομένης. ἔστι γὰρ ὁ ὅρος εὔνοια ἐν ἀντιπεπονθόσι μὴ λανθάνουσα, ἡ δὲ εὔνοια βούλησις ἀγαθοῦ, αὐτοῦ ἐκείνου ἕνεκεν, ᾧ βούλεται τἀγαθά. τὸ δὲ τὰ τῷ ὄντι ἀγαθὰ βούλεσθαι τοῦ ἀγαθοῦ ἐστιν ἀνδρός· οὗτος γὰρ εἰδὼς τἀγαθὰ βούλεται τῷ φίλῳ ὑπάρχειν· ὁ δὲ καθ’ ἡδονὴν φίλος ἢ διὰ τὸ χρήσιμον οὐ τἀγαθὰ πάντως βούλεται τῷ φίλῳ· οὐδὲ γὰρ οἶδε τἀγαθά. ἔτι δὲ τὸ αὑτοῦ ἕνεκεν ἐκείνου βούλεσθαι τἀγαθὰ τῇ πρώτῃ φιλίᾳ ὑπάρχει. κατὰ δὲ τὰς ἄλλας φιλίας εἰς αὑτοὺς ἀναφέροντες βούλονται τἀγαθὰ τοῖς φίλοις, οἱ μὲν δι’ ἡδονὴν φίλοι ἵνα ἔχωσιν ἥδεσθαι, οἱ δὲ διὰ τὸ χρήσιμον διὰ τὴν αὑτῶν χρείαν, ὥστε οὐδὲ κοινὸς ὁρισμός, ἀλλ’ ὥσπερ ἡ μὲν πρώτη φιλία κυρίως, αἱ δὲ λοιπαὶ φαίνονται, οὕτως καὶ ὁ ὁρισμὸς τῆς μὲν πρώτης ἐστί, δοκεῖ δ’ εἶναι καὶ τῶν ἄλλων. περὶ μὲν οὖν τοῦ μὴ εἶναι κοινὸν τὸν ὁρισμὸν τῶν φιλιῶν εἴρηται. φησὶ δὲ βούλεσθαι τοὺς φίλους ἀλλήλοις τὰ ἀγαθὰ μὴ λανθάνοντας δι’ ἕν τι τῶν εἰρημένων. ἢ διὰ τὸ ἀγαθὸν ἢ διὰ τὸ ἡδὺ ἢ διὰ τὸ χρήσιμον· ταῦτα δὲ διαφέρει ἀλλήλων. ὅτι δὲ οὐχ οὕτως διαφέρει ἀλλήλων, οὐδὲ ὡς ὑπὸ τὸ αὐτὸ γένος ὄντα ἀλλ’ ὡς κοινωνοῦντα ὀνόματος,3 ἐλέχθη. ὥστε καὶ αἱ φιλήσεις αἱ καθ’ ἕκαστον καὶ αἱ φιλίαι διοίσουσι τῷ εἴδει. καὶ οὐδὲ γένος ἕξουσι κοινὸν αἱ φιλήσεις ἀλλήλαις οὐδὲ αἱ φιλίαι. διαφερόντων γὰρ τῶν φιλητῶν καὶ ταύτας διαφέρειν ἀνάγκη. τίνι δὲ διαφέρει φίλησις καὶ φιλία; ἢ ὅτι ἐν μὲν τῇ φιλήσει οὐκ ἔστιν ἀντιφίλησις, ἐν δὲ τῇ φιλίᾳ ὅτι ἔστιν, οὐκ ἄδηλον. οἱ δὲ φιλοῦντες ἀλλήλους βούλονται τὸ ἀγαθὸν ἀλλήλοις ταύτῃ ᾗ φιλοῦσιν, οἱ μὲν ἀγαθοὶ ᾗ ἀγαθοί εἰσι (διότι γὰρ ἀγαθοὶ φιλοῦσιν ἀλλήλους), οἱ δὲ ἡδεῖς ᾗ ἡδεῖς, οἱ δὲ χρήσιμοι ᾗ χρήσιμοι.
“因此必须彼此怀有好意[……]因为偶性事物并不能完全结合在一起,止于此。” 无论根据此前所言还是根据现今所述,人们都可以领会,亚里士多德将友爱定义为“相互回报者之间并非未被察觉的好意”,而将好意定义为“为了被期望善的那人自身的缘故而期望善”。但如果一切友爱皆有一统的定义,友爱就不会是如他所认为的那样是同名异义的了。或者说,即使对某些以多种方式表述的事物,亦有可能把握一个说明规则——虽非精确的定义,却宁可说是一种概略的描述?至于对以多种方式表述的事物中的哪些事物,我们曾说可以容许把握一个说明规则,这并不是不清楚的:即并非相距甚远的事物,而是当诸多事物皆由一个核心而被称为时,正如“医术的”书籍与工具;由于它们由第一者即医术之人而被称呼,人们便能以大略方式把握统括它们全部的一个医术说明规则,即指出凡以任何方式源于医术者[皆是医术的];而对于友爱,情况亦以某种方式相同。因为正如他随后的论述将表明的,第一位且本真的友爱是善人与依德行相似之人之间的友爱,而其余的友爱则是依对这一友爱的相似性而被称呼,并由此获得其名称,所以绝不妨碍人们以大略方式把握它们的一个共同说明规则。 然而它们是同名异义的,这从可爱之物中亦是显而易见的。因为善、有用之物与愉悦之物并不具有相同的可爱性质。因为善就其自身而言是被选择和可爱的,而愉悦之物与有用之物则是偶性的且是因他物的;因为对于爱者而言是愉悦的或有用的,它才被爱;而善则是因其自身而被爱。这一点在善人身上尤为明显。因为善人被善人所爱,绝非因任何其他事物,而纯粹是因其自身;然而有用之人并非因其自身而是因功用而被爱,愉悦之人则是因愉悦而被爱。而且他自己亦将可爱之物转移到依友爱而可爱的人身上,其中善人是善的事物之一,且最是因其自身而被选择的;然而有用之人与愉悦之人则是因他物而被选择的。 或者,被给出的友爱的界说,或许属于第一位的且本真地被表述的友爱。因为该界说是“相互回报者之间并非未被察觉的好意”,而好意则是“为了被期望善的那人自身的缘故而期望善”。然而期望真正为善的事物属于善人;因为正是他知晓诸善而期望其归属于其朋友;然而依愉悦或因有用而结交的朋友,绝非在任何意义上皆为朋友期望善事;因为他甚至不知晓诸善。此外,为了那人自身而期望善事,属于第一种友爱。但在其余友爱中,他们是联系于自身而为朋友期望善事的:因愉悦而结友者是为了自己能够享受,而因有用而结友者则是为了自身的功用;因此甚至没有一个共同的定义,而是正如第一种友爱是本真的,而其余友爱只是显得如此,定义亦是属于第一种友爱的,尽管它亦似乎属于其余友爱。关于诸友爱的定义并非共同这一问题,便已阐明了。 他又说,朋友们并非未被察觉地因所述原因之一而彼此期望善事:要么因善,要么因愉悦,要么因有用;而这些彼此有所不同。然而此前已说过,它们彼此不同并非简单如此,亦非作为处于同一属之下的事物,而是作为共用一个名称者而不同。因此,各别的爱恋与友爱亦将在种上有所不同。爱恋彼此之间甚至不具有共同的属,友爱之间亦然。因为当可爱之物不同时,这些亦必然不同。那么爱恋与友爱以何相异呢?在爱恋中没有回爱,而在友爱中有回爱,这并非不明。彼此相爱者在他们相爱的方面为彼此期望善:善人在他们是善人的限度内期望(因为他们因是善人而彼此相爱),愉悦之人则在他们是愉悦之人的限度内,有用之人则在他们是有用之人的限度内。
- 6.2ἀφ’ ἑνὸς τὰ πολλὰ λέγηται
指称多义词(πολλαχῶς λεγόμενα)中并非纯粹偶然的同名异义,而是以一个本源性意义(πρῶτον)为核心派生出的“核心相关”(ἀφ’ ἑνός / πρὸς ἕν)结构。后文以“医术的书籍与工具”作为其典型说明。
- 6.2μήποτε δὲ ὁ ἀποδιδόμενος τῆς φιλίας ὅρος τῆς πρώτης ἐστὶ
μήποτε 在此引导委婉的推测或谨慎的论断(“或许并非……而是……”、“或许恰恰是……”)。属格 τῆς πρώτης(省去了 φιλίας)作表语属格,表示“属于第一位的友爱”。
- 6.2οὐδὲ ὡς ὑπὸ τὸ αὐτὸ γένος ὄντα ἀλλ’ ὡς κοινωνοῦντα ὀνόματος
并列结构 οὐδὲ ὡς... ἀλλ’ ὡς... 连同中性复数主格分词 ὄντα 与 κοινωνοῦντα 与主语 ταῦτα(善、愉悦、有用)一致,用以阐明它们差异的性质:并非作为统一属下的诸种而相异,而是作为仅共用名称者(同名异义)而相异。
