← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§162.1-163.24

无条件的善与友爱作为相互好意的规定

阿斯帕西乌斯阐明了有用之物的性质以及无条件的善/愉悦与对个别人的善/愉悦之区分,辨析了爱恋与友爱的差别,将友爱规定为相互回报且被察觉的好意,并探讨了真正的友爱中共同交往与相处的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#3

χρήσιμα δὲ τὰ δι’ ἕτερα αἱρετά· ἔστι δὲ καὶ ὁ πλοῦτος τῶν χρησίμων, ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις ἔλεγε· λέγων γὰρ περὶ εὐδαιμονίας εἶπεν ‘ὁ δὲ πλοῦτος οὐκ ἔστι τὸ ζητούμενον ἀγαθόν· χρήσιμον γὰρ καὶ ἄλλου χάριν’. οὐ δεῖ δὲ ταράττεσθαι, εἰ ἅμα μὲν τὸν πλοῦτον λέγει τῶν ἁπλῶς ἀγαθῶν, ἅμα δὲ τῶν δι’ ἕτερον αἱρετῶν. ἁπλῶς μὲν γὰρ ἀγαθὸν λέγεται, διότι τῷ κατὰ φύσιν διακειμένῳ, λέγω δὴ τῷ ἐναρέτῳ, ὄργανόν ἐστι πρὸς τὰς καλὰς ἐνεργείας, ὡς καὶ μουσικὸν ὄργανον λέγεται τῷ ἁπλῶς τῷ μουσικῷ ἁρμόττον πρὸς τὰς κατὰ μουσικὴν ἐνεργείας· δι’ ἕτερον δέ ἐστιν αἱρετόν, διότι αἱρούμεθα τὸν πλοῦτον διὰ τὴν χρῆσιν τὴν ἀπ’ αὐτοῦ· διὸ καὶ χρήματα λέγεται τὰ τοῦ πλούτου μέρη. δηλοῖ δὲ καὶ αὐτός, ὅτι χρήσιμον τὸ ἑτέρου ἕνεκεν αἱρετόν· φησὶ γὰρ χρήσιμον εἶναι, δι’ οὗ γίνεται ἀγαθόν τι ἢ ἡδονή. τριῶν οὖν ὄντων φιλητῶν, τὸ μὲν ἀγαθὸν καὶ τὸ ἡδὺ ὡς τέλος φιλητὸν ἂν εἴη, τὸ δὲ χρήσιμον φιλητὸν ὡς τῶν εἰς τὸ τέλος τι συντεινόντων καὶ φερόντων. ἑξῆς ζητεῖ πότερον τὸ ἀγαθὸν φιλοῦσιν οἱ ἄνθρωποι ἢ τὸ αὑτοῖς ἀγαθόν. ἐλέχθη γὰρ καὶ πρότερον, ὅτι τὸ μέν ἐστιν ἁπλῶς ἀγαθόν, τὸ δὲ τινί· ἁπλῶς μὲν ἀγαθὸν τὸ τῷ κατὰ φύσιν διακειμένῳ τὸ σῶμα ἁπλῶς ὑγιεινὸν λέγεται, τὸ δὲ τῷ νοσοῦντι σώματι τινὶ ὑγιεινόν,1 οἷον τομὴ καὶ καῦσις καὶ αἱ λοιπαὶ ἰατρεῖαι· ἡδὺ δὲ τὸ μὲν ἁπλῶς, τὸ δὲ τινί· ἁπλῶς μὲν τὸ τῷ κατὰ φύσιν διακειμένῳ, τινὶ δὲ ἐνίοτε τὸ τῷ παρὰ φύσιν. τὰ γὰρ πικρὰ ἡδέα δοκεῖ τῷ διεφθαρμένῳ τὴν γεῦσιν ἐνίοτε· τῷ μὲν οὖν ἀγαθῷ, ὃ ἁπλῶς ἐστιν ἀγαθὸν καὶ αὐτῷ ἀγαθὸν καὶ οὐ διαφωνεῖ· ἐπὶ δὲ τοῦ μοχθηροῦ διαφωνεῖ· οὐ γὰρ ταὐτὸν ἁπλῶς ἀγαθὸν καὶ αὐτῷ ἀγαθόν, ἀλλ’ ἐνίοτε καὶ ἐνίοις τὸ ἁπλῶς κακὸν ἀγαθὸν γίνεται, οἷον νόσος καὶ πενία· πολλοῖς γὰρ τῶν μοχθηρῶν ἐνίοτε ἤνεγκε ταῦτα. Τούτων δὲ οὕτως ἐχόντων ζητεῖ πότερον τὸ ἀγαθὸν φιλοῦσιν οἱ ἄνθρωποι τὸ ἁπλῶς ἢ τὸ αὐτοῖς ἀγαθόν. ἔοικε δὲ ἕκαστος φιλεῖν τὸ αὐτῷ ἀγαθόν, μᾶλλον δὲ τὸ φαινόμενον αὐτῷ ἀγαθόν· διαμαρτάνουσι γὰρ πολλοὶ κατὰ τὴν φαντασίαν. τὸ οὖν οὕτω φιλητὸν ὡς τὸ ἀγαθόν, πότερον τὸ ἁπλῶς ἀγαθόν ἐστιν ἢ τὸ τινὶ ὂν ἢ φαινόμενον. διαιρούμενος δὴ λέγει τὸ μὲν ἁπλῶς φιλητὸν οὕτως, ὡς ἀγαθὸν ἁπλῶς εἶναι φιλητὸν ἀγαθόν (τὸ δὲ σπάνιον), ἢ φαινόμενόν τινι φιλητόν. περὶ δὲ τοῦ ἡδέος, εἰ καὶ μηδὲν εἴρηκε, ταῦτα λεκτέον· τὸ γὰρ ὡς ἡδὺ φιλητόν, τὸ μὲν ἁπλῶς ἡδὺ ἁπλῶς φιλητόν, τὸ δὲ τινὶ ἡδὺ τινὶ φιλητόν. μετὰ ταῦτα διαιρεῖ τὴν φίλησιν, ὡς ἑτέραν οὖσαν τῆς φιλίας. ἔστι μὲν οὖν καὶ ἐξ ἄλλων ἐναργές· καὶ γὰρ αἱ μητέρες φιλοῦσι τὰ ἔκγονα ἔτι νήπια ὄντα· καὶ φίλησις μέν ἐστι, φιλία δὲ οὐδαμῶς· οὐ γὰρ ἀντιφιλοῦνται. καὶ οἱ ἐρασταὶ φιλοῦσι μέν, φιλία δὲ οὐκ ἔστιν ἀεί· ἐνίοτε γὰρ καὶ μισοῦνται ὑπὸ τῶν ἐρωμένων. ἐναργεστάτῳ δὲ αὐτὸς κέχρηται παραδείγματι· πρὸς γὰρ τὰ ἄψυχα φίλησις μέν ἐστι, φιλία δ’ οὐκ ἔστιν, οἷον πρὸς τὸν οἶνον. οὐ γάρ ἐστιν ἀντιφίλησις οὐδὲ βούλησις ἀγαθοῦ αὐτοῦ ἐκείνου ἕνεκα, οὐδὲ γὰρ βούλεται τῷ οἴνῳ τἀγαθά, ἀλλ’ εἴπερ ἄρα, σῴζεσθαι, βούλεται καὶ μένειν τὸν οἶνον ἑαυτοῦ ἕνεκα, ἵνα ἔχῃ χρῆσθαι. Ἐπεὶ δὲ ἐκ τῶν εἰρημένων δόξει τις φιλίαν αὐτὸν λέγειν βούλησιν ἀγαθοῦ, ἐκείνου αὐτοῦ ἕνεκεν, ᾧ βούλεται τἀγαθά, φησὶ τὸ τοιοῦτον εὔνοιαν εἶναι. ὁ γὰρ βουλόμενός τῳ τὰ ἀγαθὰ αὐτοῦ ἐκείνου ἕνεκα, κἂν μὴ τὸ αὐτὸ παρ’ ἐκείνου γίνηται, εὔνους ἐστίν· ἡ δὲ φιλία εὔνοιά ἐστιν ἐν ἀντιπεπονθόσιν· ἢ προσθετέον, φησί, μὴ λανθάνουσαν.2 ἐνδέχεται γὰρ εὐνοεῖν τινας ἀλλήλοις πεπυσμένους, ὅτι εἰσὶν ἐπιεικεῖς ἢ χρήσιμοι ἑαυτοῖς, λανθάνειν δὲ ἀλλήλους, ὅτι οὕτως ἔχουσι. τούτους μὲν οὖν οὐκ ἄν τις εἴποι φίλους, τοὺς δὲ εὐνοοῦντας μὲν ἀλλήλοις, μὴ λανθάνοντας δὲ φίλους ῥητέον. δόξει δὲ λέγων ταῦτα φιλίαν λέγειν καὶ τῶν μηδέποτε ἀλλήλοις ἐντετυχηκότων, ἂν μόνον εὖνοι ὦσιν ἀλλήλοις, πεπιστευκότες δὲ ἑκάτερος ἑκατέρῳ ἀγαθὸς εἶναι,3 καὶ εἰδῶσιν, ὅτι οὕτως ἔχουσι πρὸς ἀλλήλους. ἢ τὸ μὴ λανθάνειν οὐχ οὕτως ἀποδεκτέον, ὡς ἐν τῷ πεπύσθαι μόνον ὅτι εὐνοοῦσιν ἀλλήλοις, ἀλλὰ καὶ ἐν τῷ ἐντετυχηκέναι πολλάκις. δεῖ γὰρ καὶ ὑπὸ τῆς συνουσίας καὶ συμβιώσεως συναφθῆναί πως καὶ συναρμοσθῆναι τὰς ψυχὰς τῶν ὡς ἀληθῶς ἐσομένων φίλων· δεῖ δὲ καὶ πείρας πολλῆς, ἵνα βεβαίως πιστεύσωσιν ἀλλήλοις ἐπιεικεῖς εἶναι. λέγει δὲ καὶ αὐτὸς τοιαῦτα περὶ τῶν ὡς ἀληθῶς φίλων προελθών.

有用之物即因他物而被选择者;而财富亦属于有用之物,正如他在最初的讨论中所说的那样;因为在论及幸福时他说:“财富并非所寻求的善;因为它是为了他物且是有用的。”如果他同时将财富称为无条件的善[之一],又称之为因他物而被选择者[之一],不必为此感到困惑。因为被称为无条件的善,乃是因为对于依自然状态而处的人——我指的正是具有德行的人——它是从事崇高现实活动的工具,正如一件乐器之所以被称为乐器,乃是因其无条件地适合音乐家从事依照音乐的现实活动;而被称为因他物而被选择者,乃是因为我们为了源于财富的使用而选择财富;因此财富的部分亦被称为钱财。而他自己亦表明,为了他物而被选择者即是有用之物;因为他说,有用之物即是通过它而产生某种善或愉悦的事物。因此,在三种可爱者之中,善与愉悦作为目的将是可爱的,而有用之物作为促成目的并引向目的的事物之一是可爱的。 接下来他探究人们所爱的究竟是善还是对他们自身的善。因为此前亦曾说过,一者是无条件的善,另一者则是对某人的善:无条件的善,是指对于身体依自然状态而处的人而言无条件健康的事物;而对于患病的身体而言对某人健康的事物,则是如切除、烙灼以及其余的医治手段;愉悦之物亦是一者为无条件的,另一者则是对某人的:无条件者是对于依自然状态而处的人而言的,而对某人者有时则是对于处于违反自然状态的人而言的。因为对于味觉受损的人而言,苦物有时亦显得愉悦。因此对于善人而言,无条件为善之物对其自身亦是善,二者并不冲突;但在卑劣之人那里则存在冲突;因为无条件的善与对其自身的善并不是同一的,反而在有时且对某些人而言,无条件的恶反倒成为善,例如疾病与贫困;因为对于许多卑劣之人,这些有时带来了益处。 这些情况既是如此,他探究人们所爱的究竟是无条件的善还是对他们自身的善。而每个人似乎都爱对其自身的善,或者更确切地说,爱在他们看来显现为善之物;因为许多人在表象上出现差错。那么,作为善以这种方式可爱者,究竟是无条件的善,还是对某人而言存在或显现为善之物呢?于是他通过划分指出,以此种方式无条件可爱者,乃是作为无条件的善而言是可爱的善(而这是罕见的),或者是对某人而言显现为可爱的。至于愉悦之物,即使他什么也没有说,亦必须说明如下:因为作为愉悦而可爱者,无条件愉悦之物即是无条件可爱的,而对某人愉悦之物则是对某人可爱的。 在此之后,他将爱恋作为与友爱不同者予以区分。这在其他例子中亦是显而易见的;因为母亲们在子女尚处于幼婴阶段时亦爱他们;这虽是爱恋,却绝非友爱;因为她们并未得到回爱。恋人们亦爱,但友爱并非总是存在;因为有时他们甚至被被爱者所憎恨。但他自己运用了最显见的例子:因为对于无生命之物虽有爱恋,却无友爱,例如对酒。因为不存在相互爱恋,亦不存在为了那事物本身的缘故而期望其好;因为人们并不为酒期望诸善,而宁可说,即使有所期望,亦不过是出于自身缘故期望酒得以保存并留存下来,以便自己能够使用。 既然根据所说的话,会有人认为他是将友爱称为为了那人自身的缘故而期望其好(即对那位期望善之对象),他说这种事物实为好意。因为为了某人自身的缘故而为他期望诸善的人,即便对方并未产生同样的情感,亦属于怀有好意者;而友爱则是相互回报者之间的好意;或者他说,必须加上“并非未被察觉的”。因为某些人得知彼此是得体的或对自身是有用的,因而相互怀有好意,却彼此未察觉对方处于这种状态,这是可能的。这样的人自然不可被称为朋友,而唯有那些彼此怀有好意且并非未被察觉的人才应被称为朋友。在说这些话时,他似乎认为甚至从未谋面的人之间亦有友爱,只要他们彼此怀有好意,各自深信对方是善的,且知晓他们彼此处于这种状态。或者说,“并非未被察觉”不仅应当理解为仅仅得知彼此怀有好意,而且应当理解为多次相遇交往之中?因为对于真正将成为朋友的人而言,其灵魂亦必须通过交往与共同生活以某种方式结合并谐调;并且亦需要长期的考验,以便他们能够牢固地坚信彼此是得体的。他在下文中论及真正的朋友时,自己亦谈到了这样的话。

语法注3 条
  1. 6.1ἁπλῶς μὲν ἀγαθὸν τὸ τῷ κατὰ φύσιν διακειμένῳ τὸ σῶμα ἁπλῶς ὑγιεινὸν λέγεται, τὸ δὲ τῷ νοσοῦντι σώματι τινὶ ὑγιεινόν

    句首以 ἁπλῶς μὲν ἀγαθόν 作为主题性前置,其后承接解释性的 τὸ τῷ κατὰ φύσιν διακειμένῳ τὸ σῶμα ἁπλῶς ὑγιεινὸν λέγεται。后半句 τὸ δὲ τῷ νοσοῦντι σώματι τινὶ ὑγιεινόν 省略了谓语动词 λέγεται 形成平行对比。τὸ σῶμα 是作限制性(关系)宾格,修饰分词 διακειμένῳ。

  2. 6.1μὴ λανθάνουσαν

    阴性宾格分词 λανθάνουσαν 与动形容词 προσθετέον 所隐含的动词不定式(如 εἶναι)的主语宾格 εὔνοιαν 相一致,在句中作表语性修饰,意即“必须补充[好意是]未被隐匿(即已察觉)的”。

  3. 6.1πεπιστευκότες δὲ ἑκάτερος ἑκατέρῳ ἀγαθὸς εἶναι

    在复数主语条件从句 ἂν μόνον εὖνοι ὦσιν 之下,复数分词 πεπιστευκότες 后接单数主格的 ἑκάτερος 作为部分同位语(partitive apposition)。因此,不定式 εἶναι 的表语形容词 ἀγαθός 亦与 ἑκάτερος 一致而作单数主格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:162.1-163.24