← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§160.10-162.1

友爱的成立条件与可爱者的三分

阿斯帕西奥斯阐明了友爱与正义的关系,梳理了关于友爱基于相似还是相反的传统争论,并解释了亚里士多德为何搁置自然哲学问题而聚焦于关于友爱的同名异义性及种属的伦理学疑难。随后,他考察了可爱者的三分(善、愉悦、有用),并解决了将“善”与“有用”并置划分在逻辑上的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#2

καὶ τῶν δικαίων δὲ τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ.1 πολλὰ γὰρ εἴδη τοῦ δικαίου, καθάπερ ἐλέχθη ἐν τοῖς περὶ δικαιοσύνης, οἷον τὸ πολιτικὸν καὶ τὸ πατρικὸν καὶ τὸ δεσποτικόν· τούτων δὲ τὸ μάλιστα δίκαιόν ἐστι τὸ πολιτικόν, ὅπερ ὅμοιόν τί ἐστι τῷ φιλικῷ· κατ’ ἰσότητα γάρ ἐστι τῶν κοινωνῶν. εἴρηται δὲ ὅτι καὶ ἡ φιλία βούλεται τοὺς φίλους ὡς οἷόν τε φίλους εἶναι. τάχα δ’ ἄν τις καὶ οὕτως ἀποδέξαιτο, ὅτι πάντων τῶν δικαίων μάλιστα δίκαιόν ἐστι τὸ πρὸς τοὺς φίλους. πρὸς γὰρ τούτους μάλιστα φυλακτέον ἐστὶ τὰ καλούμενα δίκαια φιλικά. ὅτι δὲ οὐ μόνον δίκαιόν ἐστιν ἡ φιλία ἀλλὰ καὶ καλόν, δεδήλωκεν αὐτός. Διαμφισβητεῖται δὲ περὶ τῆς φιλίας. οἱ μὲν γὰρ ὁμοιότητά τινα λέγουσιν αὐτήν, ἐπειδὴ καθ’ ὁμοιότητα ἔθους δοκεῖ συνίστασθαι, οἱ δὲ τοὺς μὲν ὁμοίους ἐναντίως ἔχειν πρὸς ἀλλήλους, τοὺς δὲ μὴ ὁμοίους πως ἀλλ’ ἐναντίους εἶναι φίλους. ἑκάτερον δὲ τούτων ἐνδόξως ἐπικεχείρηκε, τὰ παροιμιωδῶς λεγόμενα παρατιθέμενος καὶ ποιητῶν δόξας καὶ φιλοσόφων. ἐπεὶ δέ τινες τῶν φιλοσόφων ἀπορώτερον ἐπιόντες καὶ τὸ πᾶν καθ’ ὁμοιότητα συνεστάναι λέγουσιν, οἱ δὲ κατ’ ἐναντίωσιν, ταύτας μὲν τὰς σκέψεις ὡς φυσικὰς ὑπερτίθεται· ὅσα δὲ οἰκεῖά ἐστι τῇ ἠθικῇ πραγματείᾳ, ταῦτα ἀπορεῖ, καὶ προτείνει δύο ἀπορίας· τὴν μέν, εἰ ἐν πᾶσιν οἷόν τε γενέσθαι ἢ ἀμήχανον μοχθηροὺς ὄντας φίλους εἶναι, ἔτι δὲ εἰ πλείω εἴδη φιλίας ἐστὶν ἢ ἕν. οὐκ οἰητέον δὲ αὐτὸν ζητεῖν, εἰ οὕτως ἐστὶ πλείω εἴδη ὡς ὑφ’ ἓν γένος τεταγμένα, ἀλλ’ ἐν πλείοσι τῆς φιλίας εἴδεσι μόνον ἐστὶ κοινὸν ὄνομά τι καὶ ὁμώνυμόν τι ἡ φιλία.2 δηλώσει δὲ προϊὼν ὅτι τοιαύτην ποιεῖται τὴν ζήτησιν. Οἱ μὲν γὰρ οἰόμενοι, φησίν, ἓν εἶναι τὴν φιλίαν, ὅτι δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. οἴονταί τινες ἱκανὸν σημεῖον εἶναι τοῦ μὴ ὁμώνυμον εἶναι τὴν φιλίαν τὸ δέχεσθαι αὐτὴν τὸ μᾶλλον καὶ τὸ ἧττον· τὰ δὲ ἐπιδεχόμενα τὸ μᾶλλον καὶ τὸ ἧττον ὑφ’ ἓν γένος εἶναι καὶ συνωνυμεῖν ἀλλήλοις, οἷον τὸ θερμὸν δεχόμενον τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἔστιν ὁμώνυμον, ὡσαύτως καὶ τὸ γλυκύ· ἐπεὶ οὖν καὶ ἡ φιλία. ἡ μὲν μᾶλλον ἡ δ’ ἧττόν ἐστι, μᾶλλον μὲν ἡ τῶν ἀγαθῶν ἧττον δ’ ἡ τῶν πονηρῶν, οὐκ ἂν εἴη ὁμώνυμον ἡ φιλία· οἱ δὴ ταῦτα λέγοντες οὐχ ἱκανῷ πιστεύουσι τούτου σημείῳ. δέχεται γὰρ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὰ ἕτερα μὲν τῷ εἴδει, μὴ κοινωνοῦντα δὲ τοῦ αὐτοῦ γένους. εἴρηται δέ, φησί, περὶ αὐτῶν ἔμπροσθεν, ἔοικε δὲ εἰρῆσθαι ἐν τοῖς ἐκπεπτωκόσι τῶν Νικομαχείων. ἔστι δὲ οὐκ ἄπορον δεῖξαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν τοῖς πολλαχῶς λεγομένοις· τὸ γὰρ ὂν λέγεται εἶναι πολλαχῶς, ἔστι δὲ μᾶλλον μὲν ἡ οὐσία, ἧττον δὲ τὰ συμβεβηκότα· διὰ γὰρ τὴν οὐσίαν καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ εἶναι. τοῦτο δὲ μάλιστα συμβαίνειν δύναται, ὅταν τὰ πολλαχῶς λεγόμενα ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ ᾖ, ὥσπερ τὸ ὄν· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῆς φιλίας ἐστί. κατὰ γὰρ τὴν ὁμοιότητα τῆς τῶν ἀγαθῶν φιλίας καὶ αἱ λοιπαὶ λέγονται καὶ ἀπὸ ταύτης τοὔνομα ἔχουσι. δῆλον δὲ καὶ περὶ τούτου μετὰ ταῦτα ἔσται. ἐπεὶ δὲ ἡ φιλία ἐν τῷ φιλεῖν ἐστι καὶ τῷ φιλεῖσθαι (φιλεῖται δὲ τὸ φιλητόν), γνώριμον ἔσται καὶ περὶ τῆς φιλίας, πόσα εἴδη αὐτῆς ἐστι διελομένοις ποσαχῶς λέγεται τὸ φιλητόν.3 διαιρεῖται δὲ αὐτὸ τριχῇ· τὸ γὰρ φιλητὸν ἢ τὸ ἀγαθόν φησιν εἶναι ἢ τὸ ἡδὺ ἢ τὸ χρήσιμον. Ἀπορεῖται δὲ περὶ τῆς διαιρέσεως ταύτης. δοκεῖ γὰρ ἀντιδιῃρηκέναι ἢ τὸ γένος τῷ εἴδει ἢ τὸ κοινὸν ὄνομα ἑνὶ τῶν δηλουμένων.4 εἴτε γὰρ γένος τὸ ἀγαθὸν τῶν ἀγαθῶν, τὸ δὲ χρήσιμον ἕν τι, τὸ γένος ἀντιδιῄρηκε τῷ εἴδει εἰπών, τὸ μὲν εἶναι ἀγαθόν, τὸ δὲ χρήσιμον (καὶ ὅμοιον πεποίηκεν ὡς εἴ τις φήσει τὸ μὲν εἶναι ζῷον, τὸ δὲ ἄνθρωπον), εἴτε τῶν πολλαχῶς λεγομένων τὸ ἀγαθόν, ὥσπερ καὶ δοκεῖ, καὶ οὕτω παραπλησία ἡ διαίρεσις καθάπερ εἴ τις φαίη τὸ μὲν εἶναι ὄν, τὸ δὲ οὐσίαν. ἔοικε δ’ οὐχ ὡς τὸ κοινὸν ἀγαθὸν ἀντιδιαιρεῖν νῦν τῷ χρησίμῳ, ἀλλ’ ἰδίως λαμβάνει ἀγαθὸν λέγεσθαι τὸ καθ’ αὑτὸ αἱρετόν, εἴτε μόνον τοῦτο αὐτῷ ὑπάρχοι καθάπερ τῇ εὐδαιμονίᾳ, εἴτε καὶ διὰ τοῦτο καὶ δι’ ἕτερον εἴη αἱρετόν, ὡς ἡ ὑγίεια καὶ ἡ εὐαισθησία καὶ ἡ ἀρετή. ταῦτα γὰρ καὶ δι’ αὑτὰ αἱρετὰ καὶ διὰ τὴν εὐδαιμονίαν· ταῦτα δὲ πάντα ἰδίως νῦν ἀγαθὰ κέκληκε.

此外,在正义的事物中,最[正义]的似乎是合乎友爱的。因为正如在关于正义的论述中所说,正义有许多种,如城邦的正义、父亲的正义以及主人的正义;而在这些之中,最正义的是城邦的正义,这与合乎友爱之物是某种相似的;因为它是依照共同参与者的平等而存在的。并且已经说过,友爱也希望朋友们尽可能平等。但或许人们亦可如此理解:即在所有正义的事物中,最正义的是对待朋友的正义。因为正是对待朋友,最应当遵守所谓的合乎友爱的正义之事。至于友爱不仅是正义的,而且也是崇高的,他自己已经阐明了。 关于友爱,人们意见不一。有些人称之为一种相似性,因为友爱似乎是依照品性的相似性而建立的;另一些人则认为相似者彼此处于相反的状态,并非以某种方式相似而是相反者才是朋友。通过引用谚语所言以及诗人和哲学家们的意见,他依据通行的意见论证了这两方面的每一种。然而,由于某些哲学家探究更困难的问题,声称万物亦是依照相似性构成的,而另一些人则声称是依照相反性,他将这些考察作为自然哲学的考察予以搁置;至于那些切合于伦理学探究的问题,他则作为疑难提出,并提出了两个疑难:其一,友爱是在一切人中都能产生,还是卑劣之人不可能成为朋友;此外,友爱的种是多数还是仅有一个。但绝不可认为他是在探究友爱的诸种是否以归属于同一个属的方式成为多数,而是[探究]在友爱的多个种之中,友爱是否仅仅是一个共同的名称和某种同名异义之物。随着论述的推进,他将表明自己是在作这样的探究。 他说,那些因友爱容纳“更甚”与“较逊”而认为友爱是一的人,所依赖的并非充分的证据;而他的意思乃是如此。有些人认为,友爱容纳“更甚”与“较逊”乃是友爱并非同名异义的充分证据;因为容纳“更甚”与“较逊”的事物归属于同一个属且彼此同名同义,例如热的事物容纳“更甚”与“较逊”却并非同名异义,甜的事物亦同样如此;因此既然友爱也是在一处更甚而在另一处较逊(善人的友爱更甚而恶人的友爱较逊),友爱便不会是同名异义的;那些如此主张的人,依赖的并非这方面的充分证据。因为在种上不同且不分有同一个属的事物,亦容纳“更甚”与“较逊”。他说关于这些此前已经谈过,但这似乎是在《尼哥马可伦理学》散佚的部分中谈到的。要在以多种方式言说的事物中展示“更甚”与“较逊”并非难事;因为“存在”以多种方式言说,而实体更甚,偶性较逊;因为因着实体,存在亦属于其他事物。而这在以多种方式言说的事物源于同一事物且朝向同一事物时尤能发生,正像存在一样;这同样适用于友爱。因为其余的友爱亦是依照与善人友爱的相似性而被言说的,并由此获得其名称。关于这一点,在此之后亦将清楚。 由于友爱在于爱与被爱(而被爱者即可爱者),对于那些区分了可爱者以多少种方式言说的人而言,关于友爱有多少个种亦将是清楚的。而可爱者被划分为三:因为他说可爱者要么是善,要么是愉悦,要么是有用。然而关于这一划分产生了疑难。因为他似乎要么将属与种对立划分,要么将共同名称与所指示的事物之一对立划分。因为如果善是诸善之属,而有用是其中之一,他通过说一者是善而另一者是有用,便是将属与种对立划分了(这就像有人说一者是动物而另一者是人一样);或者如果善正如所认为的那样是以多种方式言说的事物之一,那么这种划分亦类似于有人说一者是存在而另一者是实体。但他现在似乎并非将共同的善与有用对立划分;而是特指性地将被称为善的东西理解为因其自身而被选择者,无论仅仅这一特征属于它(如幸福),还是既因其自身亦因他物而被选择(如健康、敏锐的感觉与德行)。因为这些既因其自身亦因幸福而被选择;而这一切他现在都特指性地称之为善。

语法注4 条
  1. 6.1τῶν δικαίων δὲ τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ

    将省略了 δίκαιον 的 τὸ μάλιστα 作为主语(“正义事物中最[正义]的”),而以 φιλικὸν εἶναι 作谓语补足语。阿斯帕西奥斯在后文紧接着以 τούτων δὲ τὸ μάλιστα δίκαιόν ἐστι τὸ πολιτικόν, ὅπερ ὅμοιόν τί ἐστι τῷ φιλικῷ 作出阐释,表明采纳此读法,同时也列出了另一种解读(τάχα δ’ ἄν τις...,即将对待朋友的正义视为所有正义中最正义的)。

  2. 6.1ἀλλ’ ἐν πλείοσι τῆς φιλίας εἴδεσι μόνον ἐστὶ κοινὸν ὄνομα καὶ ὁμώνυμόν τι ἡ φιλία

    承接前句 οὐκ οἰητέον δὲ αὐτὸν ζητεῖν, εἰ...,在 ἀλλ’ 之后省略了 [εἰ],构成转折并列结构:“不可认为他在探究是否……,而[应当认为他是在探究]是否……”。

  3. 6.1γνώριμον ἔσται καὶ περὶ τῆς φιλίας, πόσα εἴδη αὐτῆς ἐστι διελομένοις ποσαχῶς λέγεται τὸ φιλητόν

    与格分词 διελομένοις 用作判断主体的与格(“对于划分了……的人而言,……将是清楚的”)。间接疑问从句 ποσαχῶς λέγεται τὸ φιλητόν 作分词 διελομένοις 的宾语从句。

  4. 6.1ἀντιδιῃρηκέναι ἢ τὸ γένος τῷ εἴδει ἢ τὸ κοινὸν ὄνομα ἑνὶ τῶν δηλουμένων

    动词 ἀντιδιαιρέω 支配宾格(τὸ γένος / τὸ κοινὸν ὄνομα),与与格(τῷ εἴδει / ἑνὶ τῶν δηλουμένων)构成对立划分,意为“将属与种对立划分,或将共同名称与所指示者之一对立划分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:160.10-162.1