← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§158.2-160.10

友爱作为德行的性质及其必然性与善

阿斯帕修斯注解了《尼各马可伦理学》第八卷第一章开篇关于友爱的论述,阐明了友爱作为关涉情感与实践的中道何以本身是一种德行,抑或作为有德者所特有且与正义相类比的事物而伴随着德行。他还进一步解释了友爱何以对于富有者、贫困者、各年龄段的人、自然界中的亲子与同族乃至城邦共同体而言,既是“必然的”亦是“崇高的”善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#1

" Μετὰ δὲ ταῦτα περὶ φιλίας ἕως τοῦ λανθάνοντας ὡς ἔχουσιν ἑαυτοῖς." Περὶ φιλίας οἰκειότατόν ἐστιν διελθεῖν τῷ περὶ ἠθῶν καὶ ἀρετῶν ἐπισκοποῦντι· ἔστι γὰρ ἀρετή τις ἢ μετ’ ἀρετῆς, ὥς φησι. καὶ γὰρ μίαν τῶν ἀρετῶν ἔστιν εἰπεῖν τὴν φιλίαν οὕτως ὡς τὴν ἀνδρείαν καὶ τὴν σωφροσύνην καὶ τῶν ἠθικῶν ἀρετῶν ἑκάστην. καὶ γὰρ αὕτη περὶ πάθη καὶ πράξεις ἐστὶν ὥσπερ αἱ λοιπαί. καὶ γὰρ πράξεις εἰσὶ φιλικαὶ καὶ τὸ φιλεῖν πάθος τι. ἔτι δὲ μεσότης κολακείας λέγοιτ’ ἂν καὶ ἀνωνύμου τινὸς διαθέσεως, οἷον ἀγριότητός τινος οὔσης ἢ δυσκολίας ἀνθρώπου μὴ πεφυκότος πρὸς ἡδονὴν ὁμιλεῖν. καὶ ὁ μὲν κόλαξ κατὰ τὴν ὑπερβολὴν σφόδρα ἡδὺς εἶναι βουλόμενος, ὁ δὲ φίλος μέσως τούτῳ χρῆται, ὅτε δεῖ ἡδὺς γινόμενος, ὅτε δὲ μὴ δεῖ, μὴ γινόμενος, ὁ δὲ ὅλως ἐλλείπων ἐν τῷ ἡδὺς εἶναι κατὰ τὴν ἔλλειψιν τέτακται. ἴσως δὲ καὶ ἄλλως ἔστιν ἐπινοῆσαι τὸν ὑπερβάλλοντα καὶ τὸν ἐνδέοντα, τὸν μέν τινα μανικῶς χρώμενον τῷ φιλεῖν καὶ ὑπερβαλλόντως, οἷος λέγεται ὁ Σάτυρος πρὸς τὸν πατέρα γεγονέναι, ὃς οὐδὲ ζῆν εἵλετο ἀποθανόντος τοῦ πατρός, τὸν δὲ ὅλως ἀπαθῆ καὶ μήτε δυνάμενον φιλεῖν μήτε βουλόμενον, τὸν δὲ φίλον μέσως χρώμενον τῷ φιλεῖν. εἰς μὲν οὖν ταῦτα σκοπῶν τάχα ἄν τις λέγοι ἀρετήν τινα τὴν φιλίαν· ᾗ δὲ δοκεῖ τῷ ἐναρέτῳ εἶναι οἰκεῖον ἡ φιλία καὶ μόνοις ὑπάρχειν τοῖς τελείως ἀγαθοῖς, μετ’ ἀρετῆς ἂν δόξειεν ἡ φιλία. ἔστι δὲ μιᾷ τῶν ἀρετῶν προσνεῖμαι αὐτήν, τῇ δικαιοσύνῃ. ἥ τε γὰρ δικαιοσύνη ἰσότης τίς ἐστιν ἀπονεμητικὴ καὶ ἡ φιλία τοῖς φίλοις ἰσότητα παρέχει. ἴσους γὰρ ἀνάγκη εἶναι τούς γε τῷ ὄντι φίλους, ὥστε μόριον ἄν τι εἴη δικαιοσύνης. διὰ μὲν οὖν ταῦτα ἀρετήν τινα εἶπεν αὐτὴν ἢ μετ’ ἀρετῆς. ἐπεὶ δὲ τῶν ἀγαθῶν τὰ μέν ἐστιν ἀναγκαῖα, τὰ δὲ καλά, καθ’ ἑκάτερα τούτων τὴν φιλίαν ἀγαθὸν δεῖξαι βούλεται. ἀναγκαῖον δὲ εἴωθε μὲν λέγειν οὗ χωρὶς οὐχ οἷόν τε ζῆν, νῦν δὲ λαμβάνει ἀναγκαῖον, οὗ χωρὶς ζῆν οὐδεὶς ἂν ἕλοιτο τῶν κατὰ φύσιν ἐχόντων· τοιοῦτον γὰρ ἡ φιλία. οὐδεὶς γὰρ ἂν ἕλοιτο ἄνευ αὐτῆς ζῆν τῶν μὴ διεφθαρμένων τὴν φύσιν. φησὶ δὲ αὐτὴν ἀναγκαίαν εἶναι καὶ πλουτοῦσι καὶ δυναστείας μεγάλας κεκτημένοις καὶ πένησι καὶ νέοις καὶ πρεσβυτέροις καὶ ἀκμάζουσι. τοῖς μὲν οὖν πλουτοῦσι καὶ ἐν δυναστείαις οὖσι χρεία φίλων, ἐπεὶ μηδὲν ὄφελος τοῦ πλούτου καὶ τῆς δυνάμεως, εἰ μὴ χρῶνται αὐτοῖς· χρῆσις δὲ πλούτου καὶ δυνάμεως ἐν τῷ εὐεργετεῖν, ἡ δὲ καλλίστη εὐεργεσία καὶ μάλιστα ἀξιόπιστος ἡ πρὸς τοὺς φίλους. δόξει δὲ ἡ ἐγχείρησις αὕτη οὐκ ἀναγκαῖόν τι δεικνύναι τὴν φιλίαν ἀλλὰ μᾶλλον καλὸν ἢ καλοῦ αἴτιον, εἴ γε αἰτία ἐστὶν εὐεργεσίας· ἡ δὲ εὐεργεσία τῶν καλῶν. ἀλλὰ δεῖ μεμνῆσθαι, πῶς λαμβάνει τὸ ἀναγκαῖον, οὗ χωρὶς οὐκ ἂν ἕλοιτο ὁ κατὰ φύσιν ἔχων πλοῦτον, καὶ εἰ πλούσιός ἐστι ζῆν ἄλλως ἢ εὐεργετῶν·1 τούτου δὲ ἀποστερεῖται ὁ ἄφιλος. τὸ δὲ ἑξῆς καὶ σφόδρα ἀναγκαῖον δείκνυσι τὴν φιλίαν τῷ πλουτοῦντι·2 πρὸς γὰρ φυλακὴν καὶ σωτηρίαν τῶν ὑπαρχόντων τοῖς πλουτοῦσι μεγάλη δύναμις ἡ παρὰ τῶν φίλων· καὶ μὴν ἐν πενίᾳ καταφυγὴ καὶ ἐπικουρία οἱ φίλοι. Πάλιν δὲ ὅταν λέγῃ καὶ νέοις πρὸς τὸ ἀναμάρτητον συνεργεῖν τοὺς φίλους ἐπανορθοῦντας καλόν τι δόξει λέγειν τὴν φιλίαν μᾶλλον ἢ ἀναγκαῖον. ἴσως μὲν οὖν καὶ καλὸν ἡ ἐπανόρθωσις, οὐ μὴν ἀλλὰ καὶ ἀναγκαῖον· κωλύει γὰρ μεγάλοις περιπίπτειν κακοῖς. δῆλον δὲ ὅτι καὶ πρεσβυτέροις συνεργεῖ καὶ τοῖς ἐν ἀκμῇ· καὶ μὴν ἡ φύσις πρὸς τὰ ἔγγονα φιλίαν μηχανᾶται ἀναγκαίως, οὐ μόνον ἐν ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις, ὅπως ἐκτρέφηται. φιλίαν δὲ νῦν λαμβάνει κοινότερον ἀντὶ τῆς φιλήσεως, ἥτις ἀρχὴ μὲν ἴσως φιλίας ἐστί, φιλία δὲ οὔπω, ἐπειδὴ ἡ φιλία ἐν ἀντιφιλοῦσίν ἐστιν· καὶ τοῖς ὁμοεθνέσι δὲ ἀναγκαίως ἡ φύσις ἐνειργάσατο πρὸς ἀλλήλους φιλίαν, ὅπως τὴν παρ’ ἀλλήλων ἐπικουρίαν ἔχωσι· καὶ τοῖς ἀνθρώποις φύσει ὑπάρχει φιλία πᾶσι πρὸς πάντας· δῆλον δὲ τοῦτο ἐν ταῖς πλάναις μάλιστα· καὶ γὰρ μὴ ἐπισταμένοις τὰς ὁδοὺς μηνύουσι καὶ ὑποδέχονται καὶ ἐπικουροῦσιν, ἄν γε μὴ ὑπὸ πλεονεξίας διεστραμμένοι ὦσι. πάλιν δὲ φιλίαν ἐπὶ τῶν ὁμοεθνῶν καὶ τῶν ἀνθρώπων τὴν εἰς φιλίαν ἐπιτηδειότητα ληπτέον καὶ τὴν ἐφέλκυσιν. καὶ τὰς πόλεις δὲ συνέχει ἡ φιλία· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ φιλίᾳ· τὸ γὰρ κοινὸν ἀγαθὸν ποθοῦσιν οἱ ὁμονοοῦντες· τοῦτο δὲ ὅμοιον φιλικῇ ἐνεργείᾳ. καὶ φίλων μὲν ὄντων οὐδὲν δεῖ δικαιοσύνης πρὸς ἀλλήλους, δίκαιοι δὲ ὄντες προσδέονται φιλίας διὰ τὰ εἰρημένα περί τε πλουσίων καὶ πενήτων καὶ νέων καὶ ἀκμαίων καὶ πρεσβυτέρων.

“在此之后论友爱……直至不察觉他们彼此处于何种状态。” 论述友爱对于考察品格与诸德行的人来说是最为切合的;因为正如他所言,友爱是一种德行,或伴随着德行。事实上,人们可以把友爱称作诸德行之一,正如勇敢、节制以及每一种品德德行一样;因为与其他德行一样,它也是关于情感与实践的。确实存在友爱的实践,而爱也是一种情感。此外,它亦可被称作阿谀与某种无名性向(例如一个天生不善于以悦人方式交际的人所有的某种粗暴或乖僻)之间的中道。阿谀者顺从过度而意图极其令人愉悦,朋友则适度地运用这一点,在应当令人愉悦时令人愉悦,在不应当令人愉悦时不令人愉悦;至于在令人愉悦方面完全不足的人,则被归入不及之列。或许亦能以另一种方式设想过度者与不及者:一者疯狂且过度地运用爱(正如据说萨堤罗斯对待其父亲那样,在父亲死后他甚至不愿苟活);另一者则完全无情,既不能亦不愿去爱;而朋友则是适度地运用爱的人。因此,着眼于这些,人们或许会称友爱为某种德行;但就友爱似乎切合于有德之人且仅属于完全善良者而言,友爱似乎是伴随着德行的。也可以将它归属于诸德行之一,即正义;因为正义是一种分派性的平等,而友爱亦为朋友们提供平等。因为真正的朋友必然是平等的,以致友爱可以说是正义的一部分。因而基于这些理由,他称友爱为某种德行或伴随着德行。由于在善的事物中,有些是必然的,有些是崇高的,他意图根据这两者中的每一方表明友爱是一种善。通常他习惯将没有它便不可能活着的事物称作“必然的”,但如今他所取的“必然”,是指任何处于顺应本性状态的人在没有它的情况下都不会选择活着的那些事物;因为友爱正是如此。任何本性未遭败坏的人,都不会选择在没有友爱的情况下生活。他说友爱对于富有者、拥有巨大权势者、贫穷者、年轻者、年长者以及壮年者都是必然的。因此,对于富有且身居权势者而言需要朋友,因为如果他们不运用财富与权能,便毫无益处;而财富与权能的运用在于施行善行,最崇高且最值得信赖的善行乃是对待朋友的善行。这一论证似乎表明友爱并非某种必然之物,而宁可说是崇高之物,或崇高之物的原因(如果它确是善行的原因);而善行属于崇高之物。但必须记住他是如何理解“必然”的:即没有它,顺应本性者便不会选择财富,而且如果他是富有的,也不会选择以施行善行以外的方式活着;而没有朋友的人则被剥夺了这一点。接下来的论述亦表明友爱对富有者而言是极其必然的;因为对于富有者现存财富的守护与保全而言,来自朋友的力量乃是一股巨大的力量;而在贫困之中,朋友们确实是避难所与援助。再者,当他说朋友们通过纠正错误协助年轻人不犯过失时,他似乎将友爱称作某种崇高之物而非必然之物。固然,纠正错误或许也是崇高的,不仅如此,它也是必然的;因为这能阻止陷入巨大的祸患。显然它亦协助年长者与壮年者;而且自然本性必然地不仅在人类中,而且在其他动物中都策划了对后代的友爱,以便其得到抚养。在此他更宽泛地用“友爱”代替了“亲爱”,后者或许是友爱的开端,但尚非友爱本身,因为友爱存在于互爱者之间;而自然本性亦必然在同族者之间植入了彼此的友爱,以便他们获得彼此的援助;在全人类中,本性上也存在一切人对一切人的友爱;这在旅途流转中尤为明显;因为人们确实向不识路者指引道路,并接纳他们、援助他们,只要他们尚未被贪婪所败坏。再者,关于同族与人类之间的友爱,应当理解为通向友爱的适宜性与吸引力。友爱亦维系城邦;因为同心是某种类似于友爱之物;同心者渴望共同的善;而这类似于友爱的活动。朋友之间彼此完全不需要正义,然而公正之人却因关于富有者、贫困者、年轻人、壮年者与年长者所说过的那些缘故,还需要友爱。

语法注2 条
  1. 6.1οὗ χωρὶς οὐκ ἂν ἕλοιτο ὁ κατὰ φύσιν ἔχων πλοῦτον, καὶ εἰ πλούσιός ἐστι ζῆν ἄλλως ἢ εὐεργετῶν

    关系代词 οὗ 的先行词是 τὸ ἀναγκαῖον(必然之物)。对于主语 ὁ κατὰ φύσιν ἔχων(顺应本性状态的人),πλοῦτον 作为 ἕλοιτο 的直接宾语(“选择财富”),而在紧接着的从句 καὶ εἰ πλούσιός ἐστι(即便他是富有的)中,不定式短语 ζῆν ἄλλως ἢ εὐεργετῶν(以施行善行以外的方式活着)作为由 ἕλοιτο 统辖的并列成分。

  2. 6.1τὸ δὲ ἑξῆς καὶ σφόδρα ἀναγκαῖον δείκνυσι τὴν φιλίαν τῷ πλουτοῦντι

    τὸ ἑξῆς 作为表示“接下来的文段/下文”的主格名词短语,充当动词 δείκνυσι 的主语(虽然也可将其作为副词性宾格“接下来”,并补出亚里士多德为主语,但将文脉本身视为主语来推进论证更为自然)。全句为双宾格结构:τὴν φιλίαν 为直接宾语,ἀναγκαῖον 为谓语性宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:158.2-160.10