- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:15.1-16.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯在此注解亚里士多德在《尼各马可伦理学》第一卷第七章中重返对人的善的探求,梳理了从技艺的目的层级上升至最完满目的(幸福)的论证,并阐明了在社会与政治语境中幸福的自足性。
" Πάλιν δ’ ἐπανέλθωμεν ἕως τοῦ οὐδὲ ὀλίγος χρόνος." Ἐπάνεισιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ζητῶν τί τὸ ἀνθρώπινον ἀγαθόν. ἐμμεθόδως δὲ χρῆται τῇ αἰτίᾳ τῶν γνωριμωτέρων 〈πρὸς〉 τὰ ἧττον γνώριμα. ἔστι δὲ γνωριμώτερον τοῦ ἀνθρωπίνου ἀγαθοῦ τὸ τῶν τεχνῶν, ἔτι δὲ τὸ τῶν κατὰ μέρος τοῦ καθόλου, ἔτι δὲ πασῶν τούτων ἔχουσα τέλος, ὑπὲρ οὗ τὰ λοιπὰ πράττεται πάντα [τὰ ἔμπροσθεν], ὥστε καὶ τοῦ ἀνθρώπου τὸ τέλος ᾗ πέφυκεν ἄνθρωπος.1 τοῦτο δὲ ἀνάγκη τῶν πρακτῶν ἁπάντων εἶναι τέλος· εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν, ὅτι ἄλλο τέλος ἄλλῳ οὗ ἕνεκεν, τοῦ δὲ τῆς πολιτικῆς τέλους ἦν ἄνθρωπος τέλος ᾗ ἄνθρωπος, οὗ ἅπαντα τὰ ἄλλα χάριν πράττεται. διόπερ τὸ τῶν ἀνθρωπείων πρακτῶν ἁπάντων τέλος τοῦτ’ ἂν εἴη τἀγαθόν. τοιοῦτον γάρ τι νῦν ζητεῖται· τὸ γὰρ πρακτὸν ἀγαθὸν εἴη ἂν ζητητέον. εἰ δὲ μὴ ἐν τούτῳ μόνῳ ἀλλὰ καὶ ἐν ἄλλῳ τινὶ ἡ εὐδαιμονία, οἷον εἰ ἐν τῷ θεωρεῖν, ταὐτὸν ἂν εἴη ζητητέον, τίνα τὰ συμπληροῦντα τὸ τέλος. Μεταβαίνων δὲ ὁ λόγος εἰσελήλυθεν εἰς τὸ δεῖν ζητῆσαι, εἰ ἐν ἑνί ἐστιν ἡ εὐδαιμονία ἢ ἐν πλείοσιν. ὁποτέρως δ’ ἂν ἔχῃ * * * ἕπεται τὰ ἑξῆς. φησὶ γὰρ δεῖν διασαφῆσαι περὶ αὐτῶν, μετὰ δὲ διαιρεῖ τί διαφέρει τέλος καὶ τελειότατον τέλος, ἵνα δείξῃ, ὅτι ἡ εὐδαιμονία τέλος ἐστὶ καὶ κυρίως τέλος καὶ τελειότατον τέλος. καλεῖ μὲν γὰρ κοινῶς τέλος ἐν πάσῃ τέχνῃ καὶ πράξει, οὗ ἕνεκεν τὰ λοιπὰ πράττεται. ἔνθεν μὲν οὖν οὐκ ἔστι τέλος δι’ αὑτὸ αἱρετόν, ἀλλὰ πάντως δι’ ἕτερον, οὐκ ἔστι τέλειον τέλος τὸ τοιοῦτον· ἄλλων γὰρ χάριν πράττεται, ὅπερ οὐ λέγει οἰκεῖον ἀλλὰ τῶν πρὸς τὸ τέλος. τοιαῦτα δὲ τὰ ὄργανα πάντα, οἷον πλοῦτος αὐλοί· οἵ τε γὰρ αὐλοὶ τέλος ὄντες αὐλοποιητικῆς ἕνεκεν τῆς αὐλητικῆς εἰσι καὶ τοῦ τέλους αὐτῆς, ὅ τε πλοῦτος, χρηματιστικῆς τέλος, αἱρετός ἐστι διὰ τὴν ἐλευθεριότητος χρῆσιν· τελειότερον δὲ τὸ τῆς αὐλητικῆς τέλος τοῦ τῆς αὐλοποιητικῆς· οὐ μόνον δὲ τελειότερον ἀλλὰ καὶ τέλος ἂν εἴη πᾶν τὸ καθ’ αὑτὸ αἱρετὸν κἂν δι’ ἕτερον ᾖ, οἷον ἀρετὴ καὶ ἡ ἀβλαβὴς ἡδονὴ καὶ τιμή· τούτων γὰρ ἕκαστον καὶ δι’ αὑτὸ αἱρετὸν καὶ διὰ τὴν εὐδαιμονίαν. τὰ μὲν καθ’ αὑτὰ αἱρετὰ πάντα τελειότερα τῶν δι’ ἕτερον αἱρετῶν μόνον, αὐτῶν δὲ αὖ τούτων τελειότερον τὸ μηδέποτε δι’ ἄλλο αἱρετὸν τῶν καὶ καθ’ αὑτὰ αἱρετῶν καὶ δι’ αὑτό, ὃ καὶ τελειότατον φαίη ἄν τις· τοιαύτη γὰρ ἡ εὐδαιμονία. αἱρετωτέρα γάρ ἐστι τῶν δι’ αὑτὰ αἱρετῶν καὶ δι’ αὑτήν, ὅθεν καὶ τελειότατον τέλος καὶ ἁπλῶς καὶ κυρίως, ἐπειδὴ πάντα τὰ ἄλλα ἕνεκεν ταύτης γίνεται. ἔτι δὲ καὶ ἐκ τῆς αὐταρκείας δείκνυσιν ὅτι ἐστὶν ἡ εὐδαιμονία τελειότατον τέλος· τὸ γὰρ αὔταρκες τέλειον, ἡ δὲ εὐδαιμονία αὔταρκες· τέλειον ἄρα ἡ εὐδαιμονία. ὅτι δὲ τὸ αὔταρκες τέλειον, φανερόν· ἔστι γὰρ αὔταρκες ὃ μονούμενον καὶ χωριζόμενον τῶν ἄλλων αἱρετὸν ποιεῖ τὸν βίον· τὸ δὲ τοιοῦτον ἀνάγκη ὁμολογεῖν τέλειον. εἰπὼν δὲ αὐτάρκη τὴν εὐδαιμονίαν διαρθροῖ, πῶς αὐτὴν λέγει αὐτάρκη καὶ τίνι· οὐ γὰρ τῷ ζῶντι μονώτην τὸν βίον οὐδ’ ὥστε περὶ αὑτὸν ἔχειν τὴν εὐδαιμονίαν μηδὲν φροντίζοντι εἰ ἐν ταῖς μεγίσταις συμφοραῖς εἶεν γονεῖς καὶ τέκνα καὶ πόλις καὶ φίλοι. εἰ μὲν γὰρ μοναδικὸν ἦν ζῷον καθάπερ λύκος ἢ λέων, ἴσως ἂν τοιαύτη τις ἦν αὐτοῦ ἡ εὐδαιμονία· ἐπεὶ δὲ πολιτικὸν ζῷον ὁ ἄνθρωπος καὶ κοινωνικόν, πρῶτον μὲν εἰ μόνος ζῴη καὶ καθ’ αὑτὸν ἐν ἠρεμίᾳ, πάντων αὐτῷ ὑπαρχόντων ἀφθόνως, οὐκ ἔστιν ὅπως εὐδαίμων ἔσται· ἔπειτα δὲ εἰ καὶ ἐν πόλει εἴη, ἐφορῴη δὲ ὑπερβαλλούσας κακοπραγίας γυναικὸς καὶ τέκνων καὶ γονέων καὶ πατρίδος, οὐκέτι [γὰρ] ἐν αὐταρκείᾳ ἔσται αὐτοῦ ὁ βίος· ἡ γὰρ αὐτάρκεια τοῦ πολιτικοῦ ζῴου περιγέγραπται περὶ τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, ἀλλὰ μετέχειν πως αὐτὸν ἀνάγκη τῆς τῶν φιλτάτων δυστυχίας.2
“让我们再次返回”直至“亦非短促的时间”。 他返回到最初的论证,探求什么是人的善。他井然有序地运用了由较可知之物[走向]较不知之物的理据。诸技艺的[善]比人的善更为可知,个别事物的[善]比普遍之物的[善]更为可知;此外,涵括所有这些的[知识]具有一个目的,其余所有先行的事情皆为其缘故而践行,因而在人依其本性作为人而言,亦具有人的目的。而这必然是所有可践行之事的目的;因为在前面的讨论中已经说过,一个目的为了另一个目的,但对于政治的目的而言,人作为人乃是目的,所有其余事物皆为了它而践行。因此,所有人可践行之事的目的便当是这一善。因为现在所探求的正是此类事物;可践行的善即应当探求之物。但即使幸福不仅在此一事物中,而且亦在某种他物中(例如在观照中),所应当探求的仍是同一件事,即究竟是哪些事物成全了这一目的。 论证转而进入到应当探求幸福是在单一事物中还是在多数事物中这一问题。无论如何……接下来的内容随之而来。因为他说必须澄清关于它们的事情,随后他区分了目的与最完满的目的有何不同,以便表明幸福是一个目的、本义上的目的以及最完满的目的。因为在每一门技艺和实践中,他都普遍把其余事物为其缘故而践行者称为目的。因此一方面,并非因其自身而被选择、而是完全因他物而被选择的目的,这样的目的就不是完满的目的;因为它是为了其他事物而践行的,他并不称之为固有意义上的[目的],而称之为导向目的之物。所有工具皆属此类,例如财富与长笛;因为长笛虽是制笛术的目的,却是为了吹笛术及其目的而存在的;而财富虽是敛财术的目的,却是为了施展慷慨而被选择的;且吹笛术的目的比制笛术的目的更为完满。然而凡因其自身而被选择者,即使亦因他物,不仅更为完满,亦必是目的,例如德性、无害的快乐与荣誉;因为这些事物中每一件既因其自身而被选择,亦为了幸福而被选择。凡因自身而被选择的事物皆比仅因他物而被选择的事物更为完满,但在这些事物之中,绝不因其他事物而被选择者,又比既因其自身亦因它而被选择的事物更为完满,人们亦可称之为最完满者;因为幸福就是这样的事物。因为它比因自身而被选择的事物更值得选择,且是为其自身而被选择的,所以无论就单纯而言还是就严格本义而言,它皆是最完满的目的,因为所有其余事物皆是为其缘故而生成的。 此外,他亦从自足性表明幸福是最完满的目的;因为自足之物是完满的,而幸福是自足的;因而幸福是完满的。而自足之物是完满的,这乃是显而易见的;因为自足是指即便孤立并与其余事物隔开,亦能使生活值得选择者;而人们必然承认这样的事物是完满的。但他说了幸福是自足的之后,详细界定了他是以何种方式说它是自足的,以及对谁而言[是自足的]:因为这不是对过着独居生活的人而言,亦非对于把幸福局限在自身身上、即使父母、子女、城邦与朋友处于极大的灾祸中亦丝毫不以为意的人而言。因为如果人是如狼或狮子般的独居动物,也许其幸福会是某种这样的状态;但既然人是政治的与社群的动物,首先,如果他独自一人且凭自身安宁地生活,即便一切事物都丰足地属于他,他亦绝不可能幸福;其次,即便他身处城邦之中,却目睹妻子、子女、父母与祖国遭受极度的不幸,他的生活亦将不再处于自足之中;因为政治动物的自足[并非仅]划定在自身的身体与灵魂周围,而是他必然在某种方式上分担他最亲爱之人的厄运。
- 1.3ἔτι δὲ πασῶν τούτων ἔχουσα τέλος, ὑπὲρ οὗ τὰ λοιπὰ πράττεται πάντα [τὰ ἔμπροσθεν], ὥστε καὶ τοῦ ἀνθρώπου τὸ τέλος ᾗ πέφυκεν ἄνθρωπος.
阴性主格单数分词 ἔχουσα 暗示了语境中未明言的主语(如政治学或最高学科,ἡ πολιτική),但在语法上构成了缺少直接主语的破格(anakolouthon)。其句法骨架被理解为“涵盖所有这些的[学科]具有一个目的……从而亦具有人就其自然作为人而言的目的”。
- 1.3ἡ γὰρ αὐτάρκεια τοῦ πολιτικοῦ ζῴου περιγέγραπται περὶ τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, ἀλλὰ μετέχειν πως αὐτὸν ἀνάγκη τῆς τῶν φιλτάτων δυστυχίας.
由于在 περιγέγραπται 之后直接跟有强转折词 ἀλλά(“而是”),前一句在语义上蕴含了否定(如脱落了 οὐ),意为“政治动物的自足并非仅仅划定在自身的身体与灵魂周围”,或者意为“虽然表面上划定在自身身心周围,但必然……”。所有语言的译文均统合为这一对比关系以保持论证的连贯。
