← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§156.1-157.20

追求身体快乐的原因与神的单纯快乐

阿斯帕西奥斯依据亚里士多德阐述了人们执着追求身体快乐的原因(将其归结为感觉所伴随的劳苦以及对中性状态的厌恶),并进一步辨析了本性上可意与偶性上可意的事物,论及第一神在静止不动的活动中所具有的单纯快乐,以及变化之甘美何以仅属于必灭的复合本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4#5

Ταῦτα δὲ εἰπὼν ἐπάνεισι πάλιν ἐπὶ τὰς αἰτίας, δι’ ἃς σφόδρα σπουδάζονται αἱ σωματικαὶ ἡδοναί· διώκονται γὰρ ὑπὸ τῶν ἄλλαις μὴ δυναμένων χαίρειν· ἄπειροι γὰρ καὶ ἄγευστοι ὄντες τῶν ἐλευθερίων ἡδονῶν πειρῶνται πορίζειν αὑτοῖς τὰς διὰ τοῦ σώματος· διὸ δίψας τινὰς αὑτοῖς παρασκευάζουσιν, ἵνα πίνοντες ἥδωνται. αἱ μὲν οὖν ἀβλαβεῖς ἀνεπιτίμητοι· καὶ γὰρ ὁ ἐπιεικὴς διὰ γυμνασίων καὶ πόνων πειράσεται παρασκευάζειν αὑτῷ ἡδέα καὶ τὰ βρώματα καὶ τὰ ποτά· ἐὰν δὲ ἐπὶ βλάβην μηχανῶνται τὰς παρασκευάς, φαῦλοι καὶ ἐπίψογοι, οἷον ὡς οἱ πεπληρωμένοι καὶ ὅμως ἡδονῆς ἕνεκα μηχανώμενοι, ὅπως πάλιν πίωσιν ἢ φάγωσιν ἢ τὴν δι’ ἀφροδισίων ἡδονὴν καρπώσωνται. διὰ γὰρ τὸ μὴ ἔχειν ἄλλα ἐφ’ οἷς χαίρουσι ταῦτα ποιοῦσι. τὸ δὲ μηδέτερον τὸ μήτε ἥδεσθαι μήτε λυπεῖσθαι πολλοῖς λυπηρὸν † καὶ τὸ δοκεῖν ἡ κρατίστη αὐτῷ εἶναι κατάστασις· ὃ δέ φησι πολλοῖς ἀλγεινὸν εἶναι, τοῦτο διὰ τὴν φύσιν.1 ἀεὶ γὰρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσιολόγοι λέγουσιν. ὁ γὰρ Ἀναξαγόρας ἔλεγεν ἀεὶ πονεῖν τὸ ζῷον διὰ τῶν αἰσθήσεων. ταῦτα δὲ οὐχ ὡς συγκατατιθέμενος λέγει ἀλλ’ ἱστορῶν· ἐπεὶ οὐκ ἐδόκει γε αὐτοῖς ἀεὶ ἐν πόνῳ εἶναι τὸ ζῷον. καὶ τὸν Ἀναξαγόραν αἰτιᾶται Θεόφραστος ἐν Ἠθικοῖς λέγων ὅτι ἐξελαύνει ἡδονὴ λύπην ἥ γε ἐναντία, οἷον ἡ ἀπὸ τοῦ πίνειν τὴν ἀπὸ τοῦ διψῆν, καὶ ἡ τυχοῦσα,2 τουτέστιν ἥτις οὖν ἂν εἴη ἰσχυρά, ὥστε ἐνίοτε πεῖναν ἐξελαύνει καὶ ἀκοῆς ἡδονή, ὅταν ᾄσμασιν ἢ ἄλλοις τισὶν ἀκούσμασι διαφερόντως χαίρωμεν. καὶ διὰ ταῦτα ἀκόλαστοι γίνονται ἄνθρωποι· ἵν’ ὅλως γὰρ μὴ λυπῶνται μηδὲ ἀλγῶσι, μεγάλας καὶ σφοδρὰς ἡδονὰς ἑαυτοῖς πορίζουσι. Λέγει δὲ ἑξῆς, ὃ καὶ πρόσθεν εἶπεν, ὅτι ἄνευ λυπῶν ἡδοναὶ οὐκ ἔχουσιν ὑπερβολήν· αὗται δέ εἰσιν αἱ τῶν φύσει ἡδέων καὶ μὴ κατὰ συμβεβηκός· λέγει δὲ καθ’ αὑτὰ ἡδέα ὅσα μὴ ἰατρείας ἕνεκα καὶ ἀναπληρώσεως λαμβάνομεν· τοιαῦτα δέ ἐστι τὰ θεωρήματα· καθ’ αὑτὰ γάρ ἐστιν ἡδέα καὶ διὰ τὴν αὑτῶν φύσιν· κατὰ συμβεβηκὸς δὲ εἰς τὴν ἀναπλήρωσιν. ἐπεὶ γὰρ τότε συμβαίνει ἰατρεύεσθαι καὶ ἀναπληροῦσθαι, ὅταν τὸ ἐν ἡμῖν ὑγιεινὸν ἐνεργῆται, τουτέστιν ἡ φύσις ὑγιεινῶς ἔχουσα· διὰ τοῦτο καὶ αὐτὰ ἡδέα γίνεται· φύσει δὲ ἡδέα φησὶν ἃ ποιεῖ πρᾶξιν τῆς τοιᾶσδε φύσεως. πρᾶξιν μὲν οὖν εἴρηκεν ἀντὶ τοῦ ἐνέργειαν· τῆς δὲ τοιᾶσδε φύσεως τῆς ἀρίστης ἔοικε λέγειν οἵά ἐστιν ἡ θεωρητική. ἔοικε δὲ † σημαινόμενον ἴδιον λέγειν τῇ φύσει· εἴωθε μὲν γὰρ καὶ εἰς τὴν ἀναπλήρωσιν, ἂν τὸ μέσον ἔχῃ φύσει ἡδέα λέγειν, διότι τῶν κατὰ φύσιν διακειμένων ἡδέα ἐστί, νῦν δὲ φαίνεται φύσει ἡδέα λέγειν τὰ τῇ ἀρίστῃ φύσει ἡδέα μόνα· τοῦ δὲ μηδὲν εἶναι ἡδὺ ἀεὶ τὸ αὐτὸ ἡμῖν αἴτιον λέγει τὸ μὴ ἁπλῆν ἡμῶν εἶναι τὴν φύσιν ἀλλ’ ἐνεῖναί τι καὶ ἕτερον, διὸ φθαρτοί ἐσμεν· σημαίνει δὲ διὰ τούτων, ὅτι οὐκ ἔστιν ἡμῶν τὸ σῶμα ἐξ ἑνὸς σώματος ἀλλ’ ἐκ πλειόνων συγκείμενον, ὥστε ἐὰν θάτερον τῶν ἐν ἡμῖν ἐνεργειῶν πράττῃ τῇ ἑτέρᾳ φύσει παρὰ φύσιν εἶναι, οἷον τὸ θερμὸν σφόδρα ἐνεργοῦν τῷ ψυχρῷ, τοῦτο ἐναντίον εἶναι· ὅταν δὲ ἰσάζῃ πάντα, οὔτε ἡδὺ δοκεῖ οὔτε λυπηρὸν εἶναί τι γινόμενον, ἐπεὶ εἰ ἡ φύσις ἁπλῆ, καθάπερ δοκεῖ δαιμονίων τινῶν καὶ τῶν ἄστρων, ἡ αὐτὴ πρᾶξις καὶ ἐνέργεια αὐτοῖς. διὸ καὶ ὁ πρῶτος θεὸς ἀεὶ μίαν καὶ ἁπλῆν χαίρει ἡδονήν, ἁπλουστάτης ὢν φύσεως καὶ οὐσίας· ἐπεὶ δὲ εἴρηται ἡδονὴ ἐνέργεια, ὑπολαμβάνουσι δέ τινες τὴν ἐνέργειαν κίνησιν ἢ κινήσεώς τι ἔργον, ὁ δὲ πρῶτος θεὸς ἀκίνητος, φησὶν οὐ μόνον κινήσεως εἶναι ἐνέργειαν ἀλλὰ καὶ ἀκινησίας· εἶδος γάρ τι ἡ ἐνέργεια καὶ τελειότης. διὸ καὶ ἡ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει· ἡ γὰρ ἡδίστη καὶ ἀληθεστάτη ἡδονὴ τῷ ὡσαύτως ἔχοντι καὶ ἀεὶ περὶ τὴν τῶν καλλίστων θεωρίαν ἐνεργοῦντι· ὃ δὲ λέγουσί τινες “μεταβολὴ πάντων γλυκύ” περὶ τῆς πονηρίας καὶ εὐμεταβόλου φύσεως λέγουσι· τοιαύτη δὲ ἡ φθαρτή.

说了这些之后,他再次回到身体的快乐受到极力热衷追求的诸原因:因为它们受到那些无法享受其他快乐的人的追求;由于对自由人的快乐毫无经验且未曾尝过,他们便试图为自己谋求通过身体而来的快乐;因此他们为自己制造某种口渴,以便在饮水时感到快乐。无害的制造自然无可指责;因为正直之人也会通过体操和劳作,试图为自己准备好食物和饮品,使其成为可意之物;但如果他们为了招致损害而策划这种准备,他们便是卑劣且应受谴责的,例如那些已经吃饱却仍为了快乐而策划、以便能再次饮用、进食或享受男女之乐的人。正是因为没有其他可以享受的事物,他们才做出这些事情。然而,两者皆非的中间状态,即既不感到快乐也不感到痛苦,对许多人来说乃是痛苦的[……]尽管这被认为对他而言是最好的状态;而他说这对于许多人来说是痛苦的,乃是由于本性。因为正如自然哲学家们所说的那样,动物总是在劳苦中;实际上阿那克萨戈拉曾说,动物通过感觉总是在劳苦中。但他转述这些并非出于赞同,而是作为一种记录;因为在他们看来,动物并非总是处于劳苦之中。泰奥弗拉斯托斯在《伦理学》中亦指责阿那克萨戈拉,说快乐驱逐痛苦——不仅是相反的快乐,例如饮用之乐驱逐口渴之痛,而且碰巧的快乐,即任何强烈的快乐亦是如此,因此有时听觉的快乐也会驱逐饥饿,当我们格外喜爱歌曲或某些其他听闻之物时。由于这些缘故,人们变得放荡;因为为了完全不感到苦恼也不感到痛苦,他们为自己谋求巨大且强烈的快乐。 接下去他陈述了先前也说过的论点,即不伴随痛苦的快乐没有过度;而这些快乐属于在本性上可意而非在偶性上可意的事物;他所说的自身可意之物,是指一切我们不是为了治疗和补充而接受的事物;诸定理的观照便属于此类;因为它们由于自身且通过它们自身的本性即是可意的;但在偶性上可意的事物则是指向补充的。因为治疗与补充发生在我们内在的健康部分在活动之时,也就是处于健康状态的本性在活动之时;正因如此,这些事物本身也变得可意;而他所说的在本性上可意之物,乃是指产生如此这般的本性之实践的事物。在此他用“实践”代替了“活动”;而“如此这般的本性”,他似乎是指最卓越的本性,正如观照本性那样。而且他似乎赋予了“本性”一个独特的含义;因为在涉及补充时,如果保持中道,通常也称其为在本性上可意(因为它们对于处于顺应本性状态的人是可意的),但现在他似乎将本性上可意之物仅限定为对最卓越的本性可意之物。而对于没有任何同一事物对我们总是可意的这一现象,他所陈述的原因乃是由于我们的本性并非单纯,而是其中还内含着某种相异之物,因此我们是必灭的;通过这些话他表明,我们的身体不是由单一的物体构成的,而是由多种物体组合而成的,以致我们内在的诸活动之一若在施行,对另一种本性而言就是反常的(例如热剧烈地活动与冷相对立);而当一切均等时,所发生的任何事情似乎既非可意亦非痛苦;因为如果本性是单纯的,正如对某些神灵与星辰所认为的那样,它们便具有相同的实践与活动。因此,第一神亦始终享受着唯一的、单纯的快乐,因为他具有最单纯的本性与实体;但既然快乐已被称作活动,而某些人认为活动即是运动或运动的某种成效,第一神却是静止不动的,因此他说活动不仅属于运动,也属于不动;因为活动是某种形式与完成态。因此,快乐也更多地存在于静止之中而非运动之中;因为最可意且最真实的快乐属于保持同样状态、且始终就最美好的事物之观照进行活动者;至于某些人所说的“一切事物的变易皆是甘美的”,他们乃是就恶行以及易变之本性而言的;而必灭的本性正是如此。

语法注2 条
  1. 5.4ὃ δέ φησι πολλοῖς ἀλγεινὸν εἶναι, τοῦτο διὰ τὴν φύσιν.

    由关系代名词 ὅ 引导的从句(在间接引语中带有宾格加不定式结构 πολλοῖς ἀλγεινὸν εἶναι)被置于句首作为先取结构,并在主句中由指示代词 τοῦτο 复指。主句中省略了系动词 ἐστί,介词短语 διὰ τὴν φύσιν 用作谓语。

  2. 5.4ἐξελαύνει ἡδονὴ λύπην ἥ γε ἐναντία, ... καὶ ἡ τυχοῦσα

    紧承动词 ἐξελαύνει 的主语 ἡδονή,后继的主格短语 ἥ γε ἐναντία 与 καὶ ἡ τυχοῦσα 作为同位语对主语进行限定和展开。该句法结构表明,驱逐痛苦的不仅是“相反的快乐”,也包括“任何碰巧的快乐”(只要其足够强烈)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:156.1-157.20