- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:154.9-155.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯注疏《尼各马可伦理学》卷七第14章,阐释了为何与观照活动不同,身体之善及其快乐容许过度,为何大众误认为身体快乐最值得选择(源于消除痛苦、强烈性与对比效应),以及快乐普遍蒙受污名的两个原因(源于卑劣本性的活动及其作为补充或治疗的性质)。
ὅσων μὲν γὰρ ἕξεων οὐκ ἔστιν ὑπερβολὴ τοῦ βελτίονος, οὐδὲ τῆς ἐξ αὐτῶν ἡδονῆς ἔστιν ὑπερβολή· βελτίονος δὲ ὑπερβολή ἐστιν ἡ φθαρτικὴ τοῦ βελτίονος,1 οἷαί εἰσιν αἱ ταῖς ἀρεταῖς παρακείμεναι ὑπερβολαί· αἷς οὖν ἕξεσι μὴ ὑπάρχει τοῦτο, ὥστ’ εἶναί τινας αὐταῖς παρακειμένας ὑπερβολάς, οὐδὲ τῆς ἀπ’ αὐτῶν ἡδονῆς ἔστιν ὑπερβολή, οἷον τῆς θεωρητικῆς ἕξεως οὐκ ἔστιν ὑπερβολή, οὐδὲ ὅλως τῆς σοφίας· οὐδὲ γὰρ λέγεται περὶ πράξεις εἶναι ἀλλὰ περὶ θεωρίαν καὶ γνῶσιν· οὐδ’ ἡ ἀπὸ τοῦ θεωρεῖν οὖν ἡδονὴ ὑπερβολήν τινα ἔχει ἀλλ’ ἐφ’ ὅσονοῦν γινομένη οὐκ ἀπολείπεται τοῦ καλοῦ καὶ ἀγαθοῦ εἶναι· ὅσων δὲ ἔστιν ἕξεων καὶ κινήσεων ὑπερβολή, καὶ τῆς ἡδονῆς ἐστιν, οἷον τῇ σωφροσύνῃ παρακειταί τις ὑπερβολὴ ἡ ἀκολασία, καὶ ἡ ἡδονὴ τοίνυν ὑπερβάλλουσα περὶ τὰ ἡδέα τὰ σωματικὰ φαύλη ἐστὶ καὶ ψεκτή· καθόλου δέ φησιν ὁ Ἀριστοτέλης σωματικῶν ἀγαθῶν πάντων εἶναι ὑπερβολήν· καὶ γὰρ τῆς ὑγιείας ὑπερβολή τίς ἐστιν ἡ ἀσυμμετρία τῶν ψυχρῶν ἢ τῶν θερμῶν ἢ τῶν ἄλλων, ἐξ ὧν κέκραται τὸ σῶμα, ὅταν ὑπερβολὴν ἔχῃ, καὶ ὁ φαῦλος λέγεται 〈τῷ〉 διώκειν τὴν ὑπερβολήν, ἀλλ’ οὐχὶ τῷ τὰς ἀναγκαίας ἡδονὰς μεταθεῖν, ἐπεὶ πάντες χαίρουσί πως καὶ ὄψοις καὶ οἴνοις καὶ ἀφροδισίοις, ἀλλ’ ὁ ἀκόλαστος οὐχ ὡς δεῖ. ἐναντίως δὲ ἔχει ἐπὶ τῆς λύπης· οὐ γὰρ τὴν ὑπερβολὴν φεύγει, ἀλλ’ ὅλως πᾶσαν λύπην οὐδὲ τὸ μικρότατον ἀνεχόμενος πονεῖν, εἰ καὶ μέλλει τι ἀγαθὸν ἐργάσασθαι· οὐ γάρ ἐστι, φησί, τῇ ὑπερβολῇ τῆς ἡδονῆς ἡ λύπη ἐναντία, ἀλλ’ ἡ ἐναντία ὑπερβολὴ οὖσα καὶ αὐτή, ἣν φεύγει ὁ διώκων τὴν τῆς ὑπερβολῆς ἡδονήν·2 ἀλλὰ πᾶσαν φεύγει λύπην· ταῦτα δὲ εἴρηκεν ἐνδεικνύμενος ὅτι εἰσί τινες ἡδοναὶ σωματικαὶ αἱρεταί, καὶ μέχρι του· αἱ δὲ ὑπερβολαὶ αὐτῇ ἡμάρτηνται, αἱρετώταται δὲ ὡς ἀληθῶς εἰσιν αἱ ἀπὸ τῶν καλλίστων ἐνεργειῶν γινόμεναι, περὶ τὰ κάλλιστα καὶ ἄριστα ἐνεργούσης τῆς ψυχῆς. Ἐπεὶ δὲ δοκοῦσι τοῖς πολλοῖς αἱ σωματικαὶ ἡδοναὶ αἱρετώταται εἶναι, τὸ αἴτιον τοῦ ψεύδους τούτου ῥητέον εἶναί φησι. συμβάλλεται δὲ πρὸς τὴν τοῦ ἀληθοῦς πίστιν ἡ αἰτία τῆς ἀπάτης φανερὰ γινομένη. τοῦ δὴ φαίνεσθαι τὰς σωματικὰς ἡδονὰς αἱρετωτέρας τῶν ἄλλων πρῶτον μὲν αἴτιον, ὅτι ἐκκρούουσι τὴν λύπην καὶ ἀπωθοῦσιν. οἱ δὲ ἄνθρωποι χαίρουσι διαφερόντως ἅμα μὲν ἡδόμενοι, ἅμα δὲ ἀπατώμενοι τοῦ λυπηροῦ.3 αἱ δὲ θεωρητικαὶ καὶ εἴ τινές εἰσιν αὐτῆς τῆς ψυχῆς ἄλλαι καθαραὶ εἰλικρινεῖς πάσης λύπης εἰσίν. ἔοικεν οὖν ἡ σωματικὴ ἡδονὴ οἷον ἰατρεία τις εἶναι τοῦ λυπηροῦ καὶ ὅσῳ ἂν ὑπερβάλλωσι τοσούτῳ μᾶλλον δοκοῦσιν ἰατρεῖαί τινες εἶναι· εἰσὶ δὲ καὶ σφοδραὶ σχεδὸν ἅπασαι αἱ σωματικαί, διὸ καὶ διώκονται. ἔτι δὲ πᾶν τὸ παρὰ τὸ ἐναντίον φαινόμενον μᾶλλον τοιοῦτον φαίνεται, ὥσπερ τὸ λευκὸν μᾶλλον διαφαίνεται παρακείμενον τῷ μέλανι. διὰ τοῦτο οὖν καὶ ἡ σωματικὴ ἡδονὴ μᾶλλον δοκεῖ ἡδονὴ παρακειμένη τῇ σωματικῇ λύπῃ. ταῦτα μὲν οὖν εἴρηκε πρὸς τοὺς ἡγουμένους τὴν σωματικὴν ἡδονὴν αἱρετωτάτην εἶναι καὶ προέχειν τῶν ἡδονῶν πασῶν· εἰσὶ δέ τινες, οἳ τὴν ἐναντίαν δόξαν ἔχουσι περὶ αὐτῆς καὶ δι’ αὐτὴν καθόλου περὶ πάσης ἡδονῆς· οὐ σπουδαῖον γὰρ νομίζουσι πᾶσαν ἡδονήν. † ἀπ’ αὐτῆς ἑξῆς λέγει· διὰ γὰρ δύο ταῦτά φησι δοκεῖ τὴν ἡδονὴν μὴ εἶναι σπουδαῖον· δι’ ἓν μέν, ὅτι εἰσί τινες φαύλης φύσεως πράξεις, τουτέστιν ἐνέργειαι ἢ ἐκ γενετῆς, ὥσπερ θηρίου (αἱ γὰρ τῶν ἀγριωτάτων ἡδοναὶ φαυλόταται· τοιαῦται δὲ καὶ 〈αἱ〉 τῶν θηριωδῶν ἀνθρώπων), ἢ ἐξ ἔθους, οἷον αἱ τῶν φαύλων ἀνθρώπων. μία μὲν οὖν αὕτη αἰτία, δι’ ἣν διαβέβληται καὶ ἡ ἡδονή· ἑτέρα δὲ ὅτι εἰσί τινες ἡδοναὶ ἰατρεῖαι, οἷον αἱ τῶν καμνόντων, καὶ καθόλου 〈αἱ〉 μετὰ ἀναπληρώσεως· ὡς σπουδαῖαι δὴ δοκοῦσαι, ὅτι τοῦ ἐνδεοῦς ἰατρεῖαι καὶ ἀναπληρώσεις [δοκοῦσι], καὶ βέλτιόν ἐστι τὸ ἔχειν ὁτιοῦν ἢ γίνεσθαι. αἱ δὲ ἡδοναὶ γενέσεις φαίνονται αἱ τοιαῦται διὰ τὸ μὴ ἀναπληρώσεως γίνεσθαι.4 διό φησι συμβαίνειν τὰς ἡδονὰς ταύτας τελειουμένων· οὐ γὰρ αὗται τελειώσεις εἰσὶν οὐδὲ γενέσεις ἀλλὰ τῷ ἐνεργεῖν τὴν φύσιν, ὅταν γένεσις καὶ ἀναπλήρωσις ᾖ. κατὰ συμβεβηκὸς οὖν σπουδαῖαι αἱ σωματικαὶ ἡδοναί, ἐπειδὴ τότε γίνονται αἱ ἐνέργειαι τῆς φύσεως, ἡνίκα ἡ ἐνέργεια δοκεῖ οὐ σπουδαῖα εἶναι, διότι ἀτελής· φαίνονται οὖν ἐκ τούτων αἱ αἰτίαι, καθ’ ἃς διαβέβληνται καθόλου αἱ ἡδοναί.
因为凡是不存在较优状态之过度的品质,由它们所产生的快乐也不存在过度;而较优状态的过度乃是破坏较优状态的过度,正如与诸德性相邻的过度那样。因此,凡是不具有此种特征(以致存在某些与其相邻的过度)的品质,由它们而来的快乐也不存在过度:例如,观照品质不存在过度,一般的智慧也不存在过度;因为人们说它不关乎实践,而关乎观照和认识;因此,由观照而来的快乐也没有任何过度,而是无论产生多少,都不失其为高尚与美好。然而,凡是品质与运动存在过度的事物,其快乐也存在过度:例如,与节制相邻的某种过度乃是放荡,因此就身体之可意对象而言过度的快乐也是卑劣且应受谴责的。亚里士多德普遍地说,一切身体之善都存在过度;因为对于健康而言,当其存在过度时,构成身体的冷或热以及其他成分的失衡本身就是一种过度;而卑劣之人之所以被称为卑劣,乃是因为追求过度,而不是因为追逐必需的快乐,因为所有人都以某种方式享受美食、美酒和男女之乐,但放荡者并非如其所应当地享受。但在痛苦方面情况恰好相反:因为他所逃避的不是过度,而是一切痛苦,哪怕是为了成就某种善事,他也丝毫不愿承受哪怕极微小的劳苦。他说,痛苦并不是快乐之过度的对立面,相反,本身亦是一种过度的相反过度,才是追求过度的快乐者所逃避的;但他逃避一切痛苦。他之所以说这些,是为了表明某些身体的快乐是值得选择的,并且在一定限度内是如此的;但它们的过度则是偏差,而真正最值得选择的快乐乃是由最美好的活动所产生的快乐,此时灵魂正就最美好和最卓越的事物进行活动。 然而,既然在大众看来身体的快乐最值得选择,他说就必须说明这一虚妄的原因。而使受骗的原因变得明显,有助于确证真理。那么,身体的快乐显得比其他快乐更值得选择的首要原因,乃在于它们驱除并排挤了痛苦。人们通过一方面享受快乐,另一方面脱离痛苦,而格外欢喜。然而观照的快乐以及属于灵魂自身的其他快乐(如果有的话),都是纯粹的,不掺杂任何痛苦。因此,身体的快乐似乎是对痛苦的某种治疗,并且它们越是过度,就越显得是某种治疗;而且几乎所有的身体快乐都是强烈的,正因如此它们受到追求。此外,凡是在其对立面身旁显现的事物,都显得更加显著,正如白色在与黑色相邻时更加显明一样。因此,身体的快乐在与身体的痛苦相邻时,也显得更是快乐。 他说了这些话,是针对那些认为身体的快乐最值得选择且优于一切快乐的人;但另有一些人对它抱有相反的见解,并因它而普遍地对一切快乐抱有相反的见解;因为他们认为任何快乐都不是善的。接下去他说:因为据他说,正是由于这两个原因,快乐似乎不是善的:其一,是因为存在某些属于卑劣本性的实践(即活动),或是出于生来,如野兽一般(因为最凶残的野兽的快乐最为卑劣;兽性之人的快乐亦是如此),或是出于习惯,如卑劣之人的〔实践〕。这是快乐亦受到诋毁的一个原因;而另一个原因,则是因为某些快乐是治疗,例如病人的快乐,以及一般而言伴随补充的快乐;由于它们是对匮乏的治疗和补充,因而显得是善的,而拥有任何事物都优于生成。此类快乐由于并非〔不伴随〕补充而产生,因而显得是生成。因此他说,这些快乐伴随着正在被完满化的人;因为这些快乐本身既不是完满,也不是生成,而是在存在生成与补充之时由于本性在活动而产生的。因此,身体的快乐是偶性上的善,因为本性的活动恰恰产生于活动由于未完成而显得不善之时。由此可见,快乐普遍受到诋毁的原因便显明了。
- 5.4βελτίονος δὲ ὑπερβολή ἐστιν ἡ φθαρτικὴ τοῦ βελτίονος
前一个 βελτίονος 承接上文的 οὐκ ἔστιν ὑπερβολὴ τοῦ βελτίονος,是表示关系或对象的属格(“较优状态的过度”);而随后的 ἡ φθαρτικὴ τοῦ βελτίονος 中的 τοῦ βελτίονος 则是依附于形容词 φθαρτική 的宾格性属格,表示被破坏的对象。全句的主语为 ὑπερβολή,谓语为 ἡ φθαρτικὴ [ὑπερβολή]。
- 5.4οὐ γάρ ἐστι, φησί, τῇ ὑπερβολῇ τῆς ἡδονῆς ἡ λύπη ἐναντία, ἀλλ’ ἡ ἐναντία ὑπερβολὴ οὖσα καὶ αὐτή, ἣν φεύγει ὁ διώκων τὴν τῆς ὑπερβολῆς ἡδονήν
句子的骨架为“οὐ γάρ ἐστι [...] τῇ ὑπερβολῇ τῆς ἡδονῆς ἡ λύπη ἐναντία, ἀλλ’ ἡ ἐναντία [省略 λύπη ἐναντία ἐστίν]”。主语为 ἡ λύπη,谓语为 ἐναντία,与格 τῇ ὑπερβολῇ 是 ἐναντία 的补足成分。后半段对比(ἀλλ’ ἡ ἐναντία...)省略了名词 λύπη,意即“相反的痛苦(其本身亦是一种过度)才是对立面”。关系代词 ἣν 的先行词正是这一被补足的“相反的过度/痛苦”。
- 5.4ἅμα δὲ ἀπατώμενοι τοῦ λυπηροῦ
抄本所传的 ἀπατώμενοι(“受骗”或“被转移注意”)常被怀疑为 ἀπαλλαττόμενοι(“摆脱”、“脱离”)之误写,但若依传文理解为“从痛苦中被转移注意/摆脱”,在语法上亦可成立。无论如何,τοῦ λυπηροῦ 均作分词支配的分离属格。
- 5.4αἱ δὲ ἡδοναὶ γενέσεις φαίνονται αἱ τοιαῦται διὰ τὸ μὴ ἀναπληρώσεως γίνεσθαι
主语为 αἱ τοιαῦται ἡδοναί,述语为 γενέσεις φαίνονται。在表示原因的介词短语 διὰ τὸ μὴ ἀναπληρώσεως γίνεσθαι(“由于并非不伴随补充而产生”)中,抄本所传的 μὴ ἀναπληρώσεως 存在讹误,通常补入 〈ἄνευ〉 作 μὴ 〈ἄνευ〉 ἀναπληρώσεως(“并非没有补充”)或将 μή 校改为 μετ’(“伴随补充”)来理解。
