- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:150.1-151.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修探讨了亚里士多德如何修正斯珀西波从“痛苦是恶”推导出“快乐是善”的论证,并论述了即使存在卑劣的快乐,作为不受阻碍之活动的快乐何以仍能是最高善。
" Ἀλλὰ μὴν καὶ ὅτι ἡ λύπη ἕως οὐ γὰρ ἁπλῆ οὐδ’ ἐπιεικής." Σπεύσιππον δέ φασιν οὕτω δεικνύειν ὅτι ἡδονὴ ἀγαθόν ἐστιν· τὸ ἐναντίον ἀγαθῷ κακόν· ἐναντίον δὲ ἡ λύπη, κακὸν οὖσα, τῇ ἡδονῇ· ἀγαθὸν ἄρα. ὁ δὲ Ἀριστοτέλης οὐχ οὕτως τὸν λόγον ἠρώτηκεν,1 ἀλλ’ ἐπηνωρθώσατο εἰπών· τὸ ἐναντίον φευκτῷ ᾗ φευκτὸν ἀγαθόν· ἡ δὲ ἡδονὴ ἐναντίον τῇ λύπῃ φευκτῷ οὔσῃ καὶ οὐκ ἔστι κακόν (οὐδεὶς γὰρ 〈ἂν〉 εἴποι κακὸν τὴν ἡδονήν)· ἀγαθὸν ἄρα. δύναται ὁ λόγος οὗτος πρὸς τοὺς κακὸν μὲν μὴ λέγοντας εἶναι τὴν ἡδονὴν μήτε δὲ ἀγαθὸν μήτε κακόν. ἡ μὲν οὖν ὅλη βούλησις τοῦ λόγου τοιαύτη, τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἔχει· τὴν λύπην πρῶτον τίθησι κακὸν μετὰ παραμυθίας.2 ἡ μὲν γὰρ ἁπλῶς ἐστι κακόν, ἡ τῶν μοχθηρῶν, οἷον ἡ τοῦ ἀδίκου ἣν λυπεῖται, ὅταν μὴ δύνηται ἀδικεῖν, 〈καὶ〉 ἡ τοῦ ἀκολάστου, ὅταν ἀνιᾶται κωλυόμενος τῇ ἀκολασίᾳ χρήσασθαι· ἡ δέ ἐστι λύπη οὐχ ἁπλῶς κακόν, ἣν ὁ ἐπιεικὴς λυπεῖται, διὰ τὸ μὴ ἀφ’ ἕξεως εἶναι μοχθηρᾶς, κακὸν δ’ ὅμως καὶ αὕτη διὰ τὸ ἐμποδιστικὴ εἶναι καλῶν ἐνεργειῶν· λυπούμενος γὰρ ὁ ἀγαθὸς ἐμποδίζεται πολλὰ πρὸς τὰς καλὰς ἐνεργείας. θεὶς δὲ διὰ τούτων κακὸν εἶναι τὴν λύπην, ἑξῆς λέγει τὸν ῥηθέντα πρόσθεν λόγον εἰς τὸ ἀγαθὸν εἶναι τὴν ἡδονήν. Εἶτα ἐπιφέρει· ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις. ἤτοι δὲ λύσιν λέγει τὴν δεῖξιν ἢ τῷ ὄντι ἔλυε τὸν λόγον τῶν φασκόντων μὴ εἶναι ἀγαθὸν τὴν ἡδονήν· οὐ μὴν αὐτάρκως ἔλυε λέγων· τὸ ἐναντίον κακῷ ἀγαθόν. ἐναντίον δὲ τῇ λύπῃ κακῷ ὄντι ἡδονή· ἀγαθὸν ἄρα· κακῷ γὰρ οὐ μόνον τὸ ἀγαθὸν ἐναντίον ἀλλὰ καὶ τὸ κακὸν ὡς τῇ θρασύτητι οὐ μόνον ἡ ἀνδρεία ἐναντίον, ἀγαθὸν οὖσα, ἀλλὰ καὶ κακόν, ἡ δειλία· διόπερ ὡς ἐναντία † τοῦ λύσαντος αὐτὸν εἶναι, ὀρθῶς θεὶς μὴ μόνον ἀγαθὸν εἶναι τῷ κακῷ ἐναντίον ἀλλὰ καὶ κακόν. εἶτα προσέλαβε τὴν ἡδονὴν μὴ εἶναι κακόν, ἐξ ὧν εὐλόγως συλλογίζεται τὴν ἡδονὴν ἀγαθὸν εἶναι. ὃ δὲ ἐπὶ πᾶσιν εἴρηκεν· οὐ γὰρ ἂν φαίη 〈ὅπερ κακόν〉 τι εἶναι τὴν ἡδονήν, τῷ λόγῳ † αὐτὴν συναπτέον ἐν ᾧ εἴληπται· ‘οὐκ ἔστι δὲ κακὸν ἡ ἡδονή’· τούτῳ γὰρ συνεχὲς ἂν φαίη τὸ μὴ κακὸν εἶναι τὴν ἡδονήν. Ὁ δὲ μετὰ ταῦτα λόγος ἔοικε λέγεσθαι πρὸς τοὺς μὴ φάσκοντας τέλος εἶναι τὴν ἡδονὴν μηδὲ τὸ ἄριστον, διότι εἰσί τινες ἡδοναὶ φαῦλαι, οἷον αἱ τῶν ἀκολάστων. ὅσον γὰρ ἐπὶ τούτῳ τῷ λόγῳ ἔστι τινὰ ἡδονὴν * ἡγεῖται τὸ ἄριστον καὶ ταὐτὸν τῇ εὐδαιμονίᾳ. ἀλλὰ πρὸς τοὺς οὕτω δεικνύντας ἐνίστανται· τί γὰρ κωλύει φαύλων ἡδονῶν οὐσῶν εἶναί τινα ἡδονὴν τὸ ἄριστον τῶν ἀνθρωπίνων ἀγαθῶν, ὥσπερ καὶ ἐπιστήμη τίς ἐστιν ἡ ἀρίστη τῶν ὄντων, οἷον ἡ σοφία, καίτοι πολλῶν τεχνῶν φαύλων οὐσῶν, οἷον τῶν βαναύσων· φαύλων δὲ οὐχ ὡς κακῶν ἀκουστέον, ἀλλ’ ὡς εὐτελῶν καὶ μηδεμιᾶς σπουδῆς ἀξίων. ἃ δ’ ἑξῆς ἐπιφέρει, τάχα ἄν τῳ δόξειεν ἀληθῆ ἀποφαινόμενα τὸ μέγιστον καὶ ἄριστον τὴν ἡδονήν. λέγει γὰρ ἴσως δὲ καὶ ἀναγκαῖον αἱρετώτατον εἶναι, δηλονότι τὴν ἡδονήν, τὸ δὲ αἱρετώτατόν τι εἶναι ἐπὶ τέλει ἐστὶ τοῦ λόγου καὶ συνηγορεῖται τῷ λόγῳ πάντων αἱρετώτατον εἶναι τὴν ἡδονὴν λέγοντι· εἰ γὰρ ἑκάστης ἕξεώς εἰσί τινες ἐνέργειαι ἀνεμπόδιστοι, οἷον αἱ τῶν ἀρίστων, ὅταν ἐν προηγουμένοις καὶ αἱρετοῖς γίνωνται μηδενὸς ἐμποδίζοντος, καὶ ἔστιν ἡ εὐδαιμονία ἡ πασῶν τῶν ἕξεων τουτέστι τῶν ἀρετῶν ἐνέργεια ἢ τινὸς αὐτῶν ἀνεμπόδιστος οἷον τῆς σοφίας (ταὐτὸν δὲ τούτῳ καὶ ἡδονή· ἐνέργεια γὰρ ἀποδέδοται τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος), φανερὸν ὡς ἂν εἴη τις ἡδονὴ τὸ ἄριστον καὶ τελειότατον τῶν ἀγαθῶν, εἰ οὕτως ἔτυχε φαύλων οὐσῶν ἡδονῶν.3
“再者,痛苦是[恶]……因为既非全然的,亦非合宜的”直至此处。 人们说斯珀西波是这样证明快乐是善物的:与善物相反的是恶;而痛苦是恶,与快乐相反;因此[快乐]是善物。但亚里士多德并非这样构建论证,而是通过如下说法予以修正:与应避之物就其作为应避之物而言相反的,乃是善物;而快乐与作为应避之物的痛苦相反,并且快乐不是恶(因为没有人会说快乐是恶);因此它是善物。这一论据也可以针对那些虽不说快乐是恶,却主张快乐既非善亦非恶的人。论证的整体意图确实如此,而就字面而言则如下:他首先在附带说明的情况下设定痛苦为恶。因为一种痛苦全然是恶,即恶人的痛苦,例如不义之人不能行不义时所感受的痛苦,以及放纵之人被阻碍运用其放纵时所感到的忧伤;而另一种痛苦则非全然是恶,即合宜之人所感受的痛苦,因为这并非源于恶劣的品质状态,然而即使是这种痛苦也同样是恶,因为它是高尚活动的阻碍者;善人在痛苦时,在朝向高尚活动的许多方面都会受到阻碍。通过这些确立了痛苦是恶之后,他接下来说出前述关于快乐是善物的论证。随后他附言道:“因为解决方案并不会像斯珀西波所解决的那样成立。”他要么称证明为“解决方案”,要么实际上是指他[斯珀西波]解决了那些声称快乐不是善物之人的论证;然而他[斯珀西波]通过说“与恶相反的是善;与作为恶的痛苦相反的是快乐;因此是善”并没有充分予以解决;因为不仅善物与恶相反,而且恶也与恶相反,正如与卤莽相反的不仅有作为善物的勇敢,还有作为恶的怯懦;因此……作为解决了他的人……正确地设定不仅善物与恶相反,恶也与恶相反。然后他进一步假设快乐不是恶,由此合理地推论出快乐是善物。他在最后所说的“因为不会有人说快乐是恶本身”,必须与那个假定了“快乐不是恶”的论证相连结;因为人们会说快乐不是恶正是与此相连贯的。其后的论述似乎是针对那些声称快乐既非目的亦非最善之物的人而发的,其理由是存在着某些卑劣的快乐,例如放纵之人的快乐。因为就这一论证而言,有可能认为某种快乐是最善之物,且与幸福同一。但他们对这样证明的人提出了异议:因为既然许多技术(如粗鄙的技术)是卑劣的,却不妨碍某一种科学(如智慧)是现有事物中最好的,那么纵使存在着卑劣的快乐,又有何妨碍某种快乐成为人类善物中最好的呢?然而所谓“卑劣”,不应理解为邪恶,而应理解为低微且不值一提。他随后补充的内容,或许在某些人看来确实断言了快乐是最大和最好的事物。因为他说“或许这也必然是最值得选择的”,显然是指快乐,而作为某种最值得选择之物处于论证的终点,并支持了声称快乐是万物中最值得选择者的论证;因为如果每一种品质状态都存在着某些不受阻碍的活动,例如最优秀之人的活动,当它们在首要且值得选择的事物中且没有任何阻碍地产生时,并且幸福是一切状态(即诸德性)或其中某种状态(如智慧)的不受阻碍的活动(快乐亦与此同一;因为快乐已被定义为顺应本性之状态的不受阻碍的活动),那么显而易见,即使碰巧存在着卑劣的快乐,某种快乐也会是诸善物中最善且最完满的。
- 5.4τὸν λόγον ἠρώτηκεν
短语 τὸν λόγον ἠρώτηκεν 是辩证法中的专门表达,意为“以推论形式构建/提出论证”,而非单纯的“提问言论”。
- 5.4μετὰ παραμυθίας
此处 παραμυθία 并非指“安慰”,而是指对命题所作的“解释性说明”或“限制性修饰”,指亚里士多德通过区分恶人的痛苦与善人的痛苦来审慎地说明苦痛何以为恶。
- 5.4εἰ οὕτως ἔτυχε φαύλων οὐσῶν ἡδονῶν
短语 εἰ οὕτως ἔτυχε(即便碰巧如此)与属格独立结构 φαύλων οὐσῶν ἡδονῶν 连用,表达让步条件,意为“即便碰巧存在某些卑劣的快乐”。
