- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:148.33-149.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯通过潜能与活动的区分化解了快乐没有技术这一难题,随后针对反对快乐的三项论难(节制者之规避、对免于痛苦的追求、野兽与幼童的追求),借助本性补充的快乐以及规避过度这一区分进行了逐一化解。
ἀγαθὰ δὲ τὰ μὲν περὶ σῶμα, τὰ δὲ περὶ ψυχήν, τὰ δὲ ἐκτός· αἱ μὲν οὖν κατὰ τὰς τέχνας ἐνέργειαι οὐ πάντως ἀγαθά· ὅσαι δὲ ποιητικαὶ λέγονται ἀγαθῶν τινῶν εἰσιν,1 ἰατρικὴ ὑγιείας καὶ γυμναστικὴ εὐεξίας, δυνάμεώς εἰσιν ποιητικαί, ἀλλ’ οὐκ ἐνεργειῶν. αἱ δὲ κατὰ τὴν σοφίαν ἐνέργειαί εἰσι μὲν ἀγαθαὶ καὶ κατὰ τὰς ἀρετάς γε οὖσαι ἐνέργειαι, οὐ χωρὶς ἐπιστήμης. ἀλλ’ οὐ περὶ τῶν τοιούτων ἀγαθῶν ὁ λόγος ἀλλὰ περὶ τῶν ὑπὸ τέχνης τινὸς γινομένων. καὶ ταῦτα γὰρ ἰδίως ἐκάλουν τέχνας. ἐπεὶ οὖν ἡ ἡδονὴ ἐνέργεια, εὐλόγως οὐκ ἔστιν αὐτῆς τέχνη. εἶτα ἐκ περιουσίας δείκνυσιν, ὅπως εἰσί τινες τέχναι ἡδονῶν, ἤγουν μυρεψικὴ τέχνη καὶ ἡ ὀψοποιητική, τέλος ἔχουσα τὸ ποιῆσαι ἡδονάς. ἀλλὰ πρὸς τὸν λόγον ἐνίσταται τὸν λέγοντα μηδεμιᾶς ἡδονῆς τέχνην. ἐλέγοντο 〈δὲ〉 καὶ ἄλλοι τινὲς τοιοῦτοι λόγοι κατὰ τῆς ἡδονῆς· ὃ γὰρ φεύγει ὁ σώφρων, οὐκ ἀγαθὸν ἔφασαν εἶναι, φεύγει δὲ ὁ σώφρων τὴν ἡδονήν, οὐκ ἄρα ἀγαθόν· καὶ ἐπεὶ ὁ φρόνιμος οὐ τὴν ἡδονὴν διώκει ἀλλὰ τὴν ἀλυπίαν, οὐχ ἡ ἡδονὴ ἀγαθόν, ἀλλ’ ἡ ἀλυπία. ἔτι ὃ διώκει τὰ ἀφρονέστατα οὐ σπουδαίων ἐστίν· διώκει δὲ τὰ ἀφρονέστατα τὴν ἡδονήν, τὰ θηρία καὶ τὰ παιδία, ὥστε οὐ σπουδαίων ἡ ἡδονή. τούτων δὴ τῶν λόγων πάντων μίαν κατὰ τὴν φύσιν λύσιν εἶναι·2 ἐπεὶ γὰρ εἴρηται πῶς ἀγαθαὶ ἁπλῶς πᾶσαι ἡδοναὶ καὶ πῶς οὐκ ἀγαθαί (ἁπλῶς μὲν γὰρ ἀγαθαί, ἐπεὶ τῆς κατὰ φύσιν ἕξεως ἐνέργειαί εἰσιν, οὐκ ἀγαθαὶ δὲ πᾶσαι, ἐπεὶ δοκοῦσι καὶ τῶν παρὰ φύσιν διακειμένων ἐνέργειαι ἡδοναὶ εἶναι· ἐκ ταύτης τῆς διαιρέσεως φανερὰν εἶναι τὴν λύσιν νενόμικε), τὰ θηρία καὶ τὰ παιδία τὰς τοιαύτας διώκει ἡδονάς. ποίας δέ, ἄξιον ἐννοῆσαι· οὐ γὰρ πάντως τὰς παρὰ φύσιν οἵας οἱ κάμνοντες, ἀλλὰ τὰς ἐν τούτῳ τῷ γένει· καὶ γὰρ τὰ θηρία καὶ τὰ παιδία τὰς κατὰ τὴν ἀναπλήρωσιν ἡδονὰς διώκει· ἐν γὰρ τούτῳ τῷ γένει εἰσίν, ἃς καὶ οἱ κάμνοντες καὶ οἱ παρὰ φύσιν διακείμενοι διώκουσιν· ἀναπληρώσεις γάρ εἰσι πᾶσαι. συναπτέον δὲ οὕτως τὴν λέξιν·3 τὰς τοιαύτας τὰ θηρία καὶ τὰ παιδία διώκει τὰς μετὰ ἐπιθυμίας καὶ λύπης, καὶ τὴν τούτων ἀλυπίαν ὁ φρόνιμος διώκει δηλονότι. οὐ γὰρ ἥδεσθαι βούλεται πάντως ταῖς σωματικαῖς ἡδοναῖς, ἀλλ’ ἐξαρκεῖ αὐτῷ τὸ ἀλύπως ἔχειν ὑπὸ τῶν ἐναντίων. φεύγει δὴ οὐχ ἁπλῶς τὰς σωματικὰς ἡδονὰς ὁ φρόνιμος, ἀλλὰ τὰς ὑπερβολὰς αὐτῶν καθ’ ἃς ὁ ἀκόλαστος. διὸ καὶ ὁ σώφρων φεύγει τὰς τοιαύτας ὑπερβολάς, ἐπεὶ εἰσί γε ἡδοναὶ καὶ σώφρονος· μέχρι γάρ τινος χρῆται ταῖς σωματικαῖς ἡδοναῖς καὶ ὁ σώφρων καὶ ὁποίαις τισίν.
善物一部分关乎身体,一部分关乎灵魂,一部分则是外在的。因此,顺应技术的活动绝非全都是善物;至于那些被称为产生某些善物的技术,如产生健康的医术和产生身体健壮的体操术,它们是潜能的产生者,而不是诸活动的产生者。而顺应智慧的诸活动固然是善物,并且作为顺应诸德性的活动,它们并非没有知识。但这里的论述并非关于这类善物,而是关于由某种技术所产生的善物;因为人们专门把这些称为技术。既然快乐是一种活动,顺理成章地便不存在属于快乐的技术。接着,作为余论,他指明了何以存在某些关于快乐的技术,即香料配制术和烹饪术,它们以产生快乐为目的。然而他反驳了那种声称没有任何关于快乐之技术的论证。针对快乐,当时还提出了其他一些诸如此类的论证:因为人们声称,节制之人所避开的绝非善物,而节制之人避开快乐,因此快乐不是善物;又因为明智之人追求的不是快乐而是免于痛苦,所以善物不是快乐,而是免于痛苦;再者,最无理智之物所追求的绝不属于优秀之人,而最无理智之物(即野兽与幼童)追求快乐,因此快乐不属于优秀之人。对于所有这些论证,据说存在一个依循本性的单一解决方案:因为既然已经说明了所有快乐在何种意义上是全然的善,而在何种意义上并非是善(全然是善是因为它们是顺应本性之品质状态的诸活动,但并非全都是善是因为处于反常本性状态者之活动似乎也是快乐;他认为从这一区分中解决方案是显而易见的),所以野兽和幼童追求的是这类快乐。然而究竟是哪一类,值得思量:绝非完全像病患所追求的那种违背本性的快乐,而是属于这一大类的快乐;因为野兽和幼童追求的是顺应补充的快乐;病患以及处于反常本性状态者所追求的快乐也属于这一类,因为它们全都是补充。应当这样连贯原文的文句:“野兽和幼童所追求的是伴随欲望与痛苦的这类快乐,而明智之人显然追求免于这些痛苦。”因为他绝非无论如何都想要在肉体快乐中取乐,而是免于受到对立之物的痛苦对他而言便足矣。明智之人绝非全然避开肉体快乐,而是避开其过度——放纵之人正是由于这种过度而被称为放纵者。因此节制之人也避开这类过度,既然节制之人亦有其快乐;因为节制之人直至某一限度、并且对某些特定种类的肉体快乐也是加以运用的。
- 5.3ὅσαι δὲ ποιητικαὶ λέγονται ἀγαθῶν τινῶν εἰσιν
关系代名词 ὅσαι 为阴性主格复数,承前省略的名词 τέχναι。带有表语形容词 ποιητικαί 的关系从句(“凡被称作产生某些善物的技术”)整体充当主语,引出后面的主句谓语 δυνάμεώς εἰσιν ποιητικαί(由第二个 εἰσιν 充当系词)。
- 5.3τούτων δὴ τῶν λόγων πάντων μίαν κατὰ τὴν φύσιν λύσιν εἶναι
不定词 εἶναι 充当间接引语结构,承接前文转述亚里士多德论证时的潜在线索(即“他主张/认为……”)。句首属格 τούτων... πάντων 充当关涉属格(“关于所有这些论证”)。
- 5.3συναπτέον δὲ οὕτως τὴν λέξιν
由动形容词 συναπτέον 构成的无人称结构(“应当将……连结起来”)。这是注解家指导读者如何连贯理解亚里士多德原文文本(λέξις)之句法结构的典型用语。
