← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§151.16-152.31

快乐与幸福的关系及善的真正标准

阿斯帕西乌斯阐明亚里士多德将快乐称为最善之物乃是针对反对者的流行意见式辩驳,论述了快乐与幸福的不可分性、外在善与幸运的必要性及其限度,并确立处于顺应本性状态者为真正快乐的标准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4#2

ἔστι δέ, ὥς φησι, τὰ ἑξῆς τῆς φράσεως· ἴσως δὲ ἀναγκαῖον αἱρετωτάτην εἶναι τὴν ἡδονήν, εἴπερ ἑκάστης ἕξεως καὶ τὰ ἑξῆς· διὰ μὲν οὖν τούτων δοκεῖ ταὐτὸν ἀποφαίνεσθαι τἀγαθὸν καὶ τὴν ἡδονήν· οὐ μὴν οὕτως ἔχει, ἀλλὰ πρὸς τοὺς λέγοντας γένεσιν εἶναι ἢ φαύλας τινὰς τῶν ἡδονῶν, οἷς καὶ δι’ αὐτὸ τὸ μὴ εἶναι αὐτὴν τὸ ἀγαθὸν ἐπιγίνεται1 [καὶ], ἐπιχειρεῖ ἐνδόξως ὡς ἐνὸν αὐτὴν τὸ ἄριστον λέγειν, ἐπεὶ ἔν γε τοῖς Νικομαχείοις, ἔνθα διείληπται καὶ περὶ ἡδονῆς Ἀριστοτέλης σαφῶς εἴρηκεν αὐτὴν μὴ ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἀλλὰ παρακολουθεῖν ‘ὥσπερ τοῖς ἀκμαίοις τὴν ὥραν’. σημεῖον δὲ τοῦ μὴ εἶναι τοῦτ’ Ἀριστοτέλους ἀλλ’ Εὐδήμου τὸ ἐν τῷ * λέγειν περὶ ἡδονῆς ὡς οὐδέπω περὶ αὐτῆς διειλεγμένου·2 πλὴν εἴτε Εὐδήμου ταῦτά ἐστιν εἴτε Ἀριστοτέλους, ἐνδόξως εἴρηται· διὰ τοῦτο λέγεται τὸ ἄριστον ἡδονή, ὅτι σὺν τῷ ἀρίστῳ καὶ ἀχώριστον αὐτοῦ. τούτῳ δ’ ὁμολογεῖ καὶ τὰ ἑξῆς· διὰ γὰρ τοῦτό φησι πάντας τὸν εὐδαίμονα βίον νομίζειν ἡδὺν καὶ ἐμπλέκειν αὐτῷ τὴν ἡδονήν. οὐδεμία γὰρ ἐνέργεια τέλειος ἐμποδιζομένη, ἡ δὲ εὐδαιμονία τέλειος ἐνέργεια. ἔοικε γὰρ διὰ τούτων φανερὸν ποιεῖν, ὅτι ἐμπέπλεκται τῇ ἡδονῇ ἡ εὐδαιμονία καὶ ἀχώριστός ἐστιν αὐτῆς καὶ διὰ τοῦτ’ ἀνεμπόδιστος ἡ εὐδαιμονία, διότι μεθ’ ἡδονῆς. καὶ ἀντιστρέψαντι δὲ ἀληθὲς εἰπεῖν· ἐπειδὴ ἀνεμπόδιστός ἐστι, διὰ τοῦτο μεθ’ ἡδονῆς· τάχα δὲ καὶ διὰ τοῦτο ἐνέργεια ἡ ἡδονή, ὅτι εἶδός ἐστι παρακολουθοῦν τῇ εὐδαιμονίᾳ· διὰ δὲ τοῦτό φησι προσδεῖσθαι τὸν εὐδαίμονα τῶν ἐκτὸς ἀγαθῶν καὶ τῶν ἐν σώματι, ὅπως μηδὲν πρὸς τὰς προηγουμένας ἐνεργείας ἐμποδίζηται. καὶ ἐνταῦθα ἐμμελῶς ἐπιμέμφεται τοῖς λέγουσιν εὐδαίμονα τὸν ἀγαθόν, κἂν ἐπὶ τοῦ τροχοῦ κατατείνηται. διὰ δὲ τὸ προσδεῖσθαι τῆς τύχης τὸν εὐδαίμονα ταὐτόν τινες ἡγοῦνται εὐδαιμονίᾳ τὴν εὐτυχίαν, οὐκ οὖσαν ταὐτὸν ἀλλὰ τὸν οὗ οὐκ ἄνευ λόγον ἐπέχουσαν·3 οὐ γὰρ ἔστιν εὐδαιμονεῖν ἄνευ τῆς εὐτυχίας. φησὶ δὲ καὶ ὑπερβάλλουσαν τὴν εὐτυχίαν ἐμπόδιον γίνεσθαι τῇ εὐδαιμονίᾳ καὶ ἴσως οὐδὲ εὐτυχίαν ἔτι εἶναι. ὅρος γὰρ εὐτυχίας τὸ εὐδαιμονίᾳ παρεῖναι καὶ ταῖς κατ’ ἀρετὴν ἐνεργείαις. ὅτι δὲ ἀληθῆ λέγει, δῆλον· αἱ γὰρ ὑπερβάλλουσαι εὐτυχίαι διαφθείρουσι πολλάκις τοὺς λογισμούς, ὑπερηφανίας καὶ μεγαλαυχίας ἐμπιπλῶσαι· καὶ εἰ μὴ διαφθαρείη γέ τις, ὑπερβάλλοι δὲ αὐτῷ ἡ τῶν χρημάτων κτῆσις, ἀνάγκη ἀσχολίαν αὐτῷ παρέχειν καὶ ἀπάγειν τῆς περὶ τὰ κάλλιστα διατριβῆς καὶ θεωρίας· τοῦτο δὲ οὐκ εὐτυχές. ὅτι δὲ πρὸς τοὺς κατὰ τῆς ἡδονῆς λόγους ἐνιστάμενος ἐπιχειρεῖ, καὶ ἐκ τῶν ἑξῆς φανερόν. ὃ γὰρ ἔλεγόν τινες εἰς ἀπόδειξιν τοῦ φαῦλον εἶναι τὴν ἡδονὴν τὸ τὰ θηρία καὶ τὰ παιδία διώκειν αὐτήν, τοῦτό φησιν ὑπὲρ τῆς ἡδονῆς μᾶλλον λέγεσθαι. σημεῖον γὰρ τίθεσθαι τὸ ὑπὸ πάντων αὐτὴν διώκεσθαι τοῦ εἶναι τὸ ἄριστον τὴν ἡδονήν. καὶ ἐντεῦθεν παρέλαβε τὸ ποιητικόν· φήμη δ’ οὔτις πάμπαν ἀπόλλυται· οὐ γὰρ ἂν μάτην, ὡς ἔοικε, διώκεται ὑπὸ πάντων, ἀλλ’ εὐλόγως, ἐπεὶ σύνεστι τῇ εὐδαιμονίᾳ. Τὸ δὲ μετὰ ταῦτα λεγόμενον γένοιτο ἂν γνώριμον μικρὰ προβάλλουσι. παντὸς πράγματος κανὼν καὶ μέτρον ὁ κατὰ φύσιν διακείμενος, οἷον ὑγιεινὰ σιτία καὶ ποτὰ τὰ τῷ κατὰ φύσιν διακειμένῳ ἁρμόζοντα· καὶ ἀγαθὰ δὲ τῷ ὄντι τὰ τῷ σπουδαίῳ ἀγαθά, κἂν μὴ τῷ φαύλῳ τύχῃ ἀγαθὰ ὄντα· καὶ ἡδονὴ τοίνυν ἐστὶ τῷ ὄντι ἀλλ’ οὐ φαινομένη ἡ τῷ κατὰ φύσιν διακειμένῳ καὶ ἡδέα τὰ τούτῳ ἡδέα. τὰ δὲ τῷ νοσοῦντι καὶ παρὰ φύσιν ἔχοντι οὐχ ἁπλῶς ἡδέα ἀλλὰ τούτῳ καὶ τότε ὅτε νοσεῖ. ἐπεὶ οὖν αἱ φύσεις διαφέρουσι τῶν ζῴων, διαφέροι ἂν καὶ τὸ ἄριστα ἔχον καθ’ ἑκάστην φύσιν· ἔστι γὰρ καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὸ μὲν νοσωδῶς ἔχον, τὸ δὲ παρὰ φύσιν· κριτήριον τῆς ἀληθοῦς ἑκάστου ζῴου ἡδονῆς ἡ τῷ κατὰ φύσιν διακειμένῳ ἁρμόττουσα.

正如他所说,文句的下文如下:“或许快乐必然是最值得选择的,如果每一状态……”等等。因此,通过这些话,他似乎断言善与快乐是同一的;然而事实并非如此,而是针对那些声称快乐是生成或某些快乐是卑劣的人——对他们而言,恰恰由于这一事实,便附带得出了快乐不是善的结论——他依据流行意见展开论证,认为完全可以将快乐称为最善之物;因为至少在《尼各马可伦理学》中(在那里也探讨了快乐),亚里士多德明确指出快乐与幸福并非同一,而是伴随之物,“犹如青春之光华伴随盛年之人”。而表明该著作不属于亚里士多德而属于欧德谟的一个证据,乃是在……中谈论快乐时,仿佛关于它还从未被讨论过一样;不过,无论这些属于欧德谟还是亚里士多德,它们都是依据流行意见而言的;快乐之所以被称为最善之物,是因为它与最善之物同在且与其不可分离。其后的文句也与此相符;因为他说,正因如此,人人都认为幸福的生活是愉快的,并将快乐交织于其中。因为任何受到阻碍的活动都是不完满的,而幸福乃是完满的活动。因为他似乎通过这些表明,幸福与快乐交织在一起,且与其不可分离,并且正因如此,幸福是不受阻碍的,因为它是伴随着快乐的。即使换位而言,说“因为是不受阻碍的,所以伴随着快乐”亦是真实的;或许快乐之所以是活动,也正因为它是伴随幸福的形式;正因如此,他说幸福之人还需要外在善物和身体上的善物,以便在首要活动方面不受到任何阻碍。在此,他得体地批评了那些声称善人即使在车轮上受刑也是幸福的人。又由于幸福之人还需要运气,某些人便认为幸运与幸福是同一的,其实它并非同一,而是扮演着“不可或缺之物”的角色;因为没有幸运就不可能幸福。然而他又说,过度的幸运会成为幸福的障碍,或许甚至不再是幸运。因为幸运的界说乃是伴随幸福以及符合德性的活动。他所说的是真理,这是显而易见的;因为过度的幸运往往败坏理性思考,使人充满傲慢与自夸;即便某人未被败坏,但财产的占有对他而言若是过度的,必然会给他带来劳碌,并使他脱离对最美好事物的专注与观照;而这并不是幸运的。他通过反驳反对快乐的论点来展开论证,这从接下来的内容中也显而易见。因为某些人曾用来证明快乐是卑劣之物的论据,即野兽和孩童都追求快乐,他说这倒不如说是支持快乐的论据。因为被所有人追求,被设定为快乐是最善之物的证据。由此他引用了诗句:“风传之言绝非全然消失”;因为看来它被所有人追求并非徒然,而是合情合理的,既然它伴随着幸福。 在这些之后所说的话,对于先提出几点前提的人而言将变得显而易见。一切事物的标准和尺度乃是处于顺应本性状态者,正如适合于处于顺应本性状态者的食物和饮料是健康的;真正善的事物乃是对优秀之人而言善的事物,即使对于卑劣之人碰巧并非善物亦是如此;因此,真正的快乐而非表象的快乐,乃是对顺应本性之人而言的快乐,而愉快之物乃是对这个人而言愉快之物。至于对患病者和处于违反本性状态者而言的事物,则非单纯地愉快,而仅是对这个人且在患病之时愉快。因此,既然动物的本性各不相同,那么在每一种本性中处于最好状态者亦当不同;因为在其他动物中,有的处于病态,有的处于违反本性的状态;判定每种动物真正快乐的准绳,乃是适合于处于顺应本性状态者的快乐。

语法注3 条
  1. 5.4οἷς καὶ δι’ αὐτὸ τὸ μὴ εἶναι αὐτὴν τὸ ἀγαθὸν ἐπιγίνεται

    关系代名词 οἷς 指向前行的 τοὺς λέγοντας,作关涉与格(利害与格)。冠词修饰的不定式短语 τὸ μὴ εἶναι αὐτὴν τὸ ἀγαθόν 作动词 ἐπιγίνεται 的主语,全句构成“对他们而言,恰恰由于这一事实,便附带得出了它不是善的结论”。

  2. 5.4ὡς οὐδέπω περὶ αὐτῆς διειλεγμένου

    由非人称完成时被动态分词构成的属格绝对结构,意为“仿佛关于它[即快乐]还未曾被论述过一样”。阿斯帕西乌斯以此从句作为将该文本归于欧德谟而非亚里士多德的论据。

  3. 5.4τὸν οὗ οὐκ ἄνευ λόγον ἐπέχουσαν

    短语 οὗ οὐκ ἄνευ 是表示“不可或缺之物”(condicio sine qua non)的哲学固定表达。冠词 τὸν 修饰后面的名词 λόγον,词组 λόγον ἐπέχειν 意为“充当……的角色/具有……的地位”,即“充当不可或缺之物的角色”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:151.16-152.31