← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§13.3-14.32

善之理念的不实用性与毕达哥拉斯学派

阿斯帕修斯对比了毕达哥拉斯派与柏拉图派对“一”与“善”的处理,阐述了根据因自身的善与因他物的善(有益之物)之区分对理念论作出的辨析,并解释了亚里士多德关于在创制与实践知识中认识善或健康的理念毫无用处的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

πιθανώτερον ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν,1 ἐπειδὴ τοὺς ἀριθμοὺς ἀπὸ τῶν ἰδεῶν εἶναι λέγουσιν, ὡς ἔστι λαβεῖν ἐκ τῶν εἰρημένων ὑπ’ αὐτῶν· ἀκολουθεῖ γὰρ αὐτοῖς λέγειν καὶ τῶν ἰδεῶν εἶναι ὅρους, ἐπειδὴ φαίνονται οἱ τὰς ἰδέας εἰσηγησάμενοι διὰ τὸ σφόδρα σεμνύνειν τὸ ἓν εἰς τὴν τῶν ἰδεῶν ἐπίνοιαν ἐλθεῖν. τὰ μὲν γὰρ πολλὰ καὶ κατὰ μέρος αἰσθητὰ ῥευστὰ ᾤοντο καὶ φθαρτὰ οὐδὲ τῷ ὄντι ὄντα, τὰ δέ, τὰ παρὰ τὰ καθ’ ἕκαστα νοητὰ οὐκ αἰσθητὰ ἀλλ’ ὄντως ὄντα· διὰ ταῦτα δὲ ἐποίησαν τὰς ἰδέας. ὁ δὲ Ἀριστοτέλης φησίν, εἴπερ ἄρα δεῖ σεμνύνειν τὸ ἕν, πιθανώτερον τοὺς Πυθαγορείους τοῦτο πεποιηκέναι· δύο γὰρ συστοιχίας θέμενοι, τὴν μὲν ἀγαθῶν, τὴν δὲ κακῶν δεκάδα, ἐν τῇ ἑτέρᾳ, τῇ τῶν ἀγαθῶν συστοιχίᾳ, τὸ ἓν ἐτίθεσαν. εἰσὶ δὲ αὐτοῖς αἱ συστοιχίαι αἵδε· ἀγαθὸν κακόν, πέρας ἄπειρον, περιττὸν ἄρτιον, ἓν οὐχ ἕν, δεξιὸν ἀριστερόν, ἄρρεν θῆλυ, ἠρεμοῦν κινούμενον, εὐθὺ καμπύλον, φῶς σκότος, τετράγωνον ἑτερόμηκες. ἅμα γὰρ ἐσέμνυνον τὸ ἕν, ἅμα δὲ οὐκ ἐποίησαν οὐσίας τινάς, ἐν μὲν τῷ αὐτῷ λόγῳ οὔσας ταῖς αἰσθηταῖς οὐσίαις· νοητὰς δὲ * * * * Τοῖς δὲ λεχθεῖσιν ἀμφισβήτησίς τις ὑποφαίνεται. εἴποιεν γὰρ ἂν οἱ τὰς ἰδέας διηγούμενοι τοὺς μὲν λεχθέντας νῦν ὑπὸ τοῦ Ἀριστοτέλους λόγους εἰρῆσθαι, ὡς τῆς τἀγαθοῦ ἰδέας πάντων οὔσης τῶν ἀγαθῶν τῆς αὐτῆς, τὸ δὲ οὐχ οὕτως ἔχειν. εἶναι γὰρ διαφορὰς ἐν τοῖς ἀγαθοῖς· τὰ μὲν γὰρ εἶναι ἀγαθὰ καθ’ αὑτά, τὰ δὲ δι’ ἕτερα. ταῦτα δὲ λέγεται ἀγαθὰ τῷ ποιητικὰ εἶναι τῶν καθ’ αὑτὰ ἀγαθῶν ἢ φυλακτικὰ ἢ τῶν ἐναντίων κωλυτικά· τὰ δὲ οὐ τῶν καθ’ αὑτὰ μὲν ἀγαθῶν, ἀλλ’ ὅσα δι’ αὐτὰ αἱρετά,2 οἷον αἵ τε ἀρεταὶ καὶ τιμαί· ἰατρεία δὲ καὶ ὅσα τοιαῦτα ἀγαθὰ δι’ ἕτερα. ἴσως δ’ εἴποιεν καὶ ὑγίειαν καὶ πλοῦτον καὶ ὅσα τοιαῦτα δι’ ἕτερα ἀγαθὰ εἶναι, ὄργανα γὰρ τῆς ἀρετῆς, ὧν ποιητικὰ μὲν ἀγαθά, ὅσα ποιητικά ἐστι τῶν καθ’ αὑτὰ ἀγαθῶν, οἷον τὸ ἡδὺ μὲν ἡδονῆς ποιητικόν, γυμνάσιον δὲ ὑγιείας, εἴπερ ἔστιν ὑγίεια τῶν καθ’ αὑτὰ ἀγαθῶν· μάθησις δὲ καὶ ἄσκησις καὶ πόνοι ἀρετῆς ποιητικά. τὰ δὲ φυλακτικά ἐστιν ὅσα διατηρητικά ἐστι τῶν καθ’ αὑτὰ ἀγαθῶν, οἷον ὑγιείας μὲν διατηρητικὰ ἃ παραδιδόασιν οἱ ἰατροὶ ὑγιεινὰ λέγοντες· αἰσθήσεως δὲ καθ’ αὑτὴν οὔσης, τὰ διατηρητικὰ τῆς αἰσθήσεως κωλυτικὰ δὲ τῶν ἐναντίων εἴη μὲν ἄν πως ταῦτα καὶ φυλακτικὰ τῶν ἀγαθῶν καὶ κωλυτικὰ τῶν ἐναντίων· εἰσὶ δὲ καὶ αἱ ἰατρεῖαι κωλυτικαί πως τῶν ἐναντίων τῇ ὑγιείᾳ καὶ τῇ αἰσθήσει. διττῶς δὴ λεγομένου τοῦ ἀγαθοῦ καὶ τοῦ μὲν δι’ αὑτὸ αἱρετοῦ ὄντος, τοῦ δὲ δι’ ἕτερον, χωρίσαντες ἀπὸ τῶν ὠφελίμων τὰ καθ’ αὑτὰ ἀγαθὰ σκεψώμεθα, φησίν, εἰ λέγεται κατὰ μίαν ἰδέαν. ὠφέλιμα δὲ ἰδίως λέγουσι τὰ δι’ ἕτερα ἀγαθά. εἶτα ὁρίζεται καθ’ αὑτὰ εἶναι τὰ ὅσα καὶ μονούμενα διώκεται, οἷον τὸ φρονεῖν καὶ τὸ ὁρᾶν καὶ ἀβλαβεῖς ἡδοναὶ καὶ τιμαί· ταῦτα γὰρ καὶ καθ’ ἑαυτά, εἰ καὶ δι’ ἄλλο τί ἐστιν αἱρετά, οἷον εὐδαιμονίαν ἀνθρώπων. Μετὰ ταῦτα δὲ μνημονεύει τοῦ ἐκείνων λόγου· ἡγοῦνται γὰρ τὴν γνῶσιν τῆς τἀγαθοῦ ἰδέας συλλαμβάνειν πρὸς τὰ πρακτέα τῶν ἀγαθῶν. παράδειγμα γὰρ ἐκείνην ἔχοντες καὶ τὰ ἡμῖν ἀγαθὰ εἰσόμεθα, ὥσπερ ὁ τὸν Σωκράτην εἰδὼς γνωριεῖ καὶ τὸν ὅμοιον τῷ Σωκράτει. τὸν δὲ λόγον τοῦτον πιθανὸν μὲν εἶναί φησιν, οὐχ ὁμολογεῖν δὲ αὐτῷ τὰς ἐπιστήμας· πάσας μὲν γὰρ ἀγαθοῦ τινος ἐφίεσθαι, ἀγαθὸν γὰρ ἑκάστῃ τὸ ἴδιον τέλος, μηδεμίαν δὲ ἐπιζητεῖν τὴν ἰδέαν τἀγαθοῦ. καὶ γὰρ οὐδὲν ὄφελος εἶναι ὑφάντῃ καὶ τέκτονι ἢ ἰατρῷ ἢ στρατηγῷ τεθεαμένῳ τὴν ἰδέαν πρὸς τὸ γνωρίζειν τὸ ἑαυτοῦ τέλος· οὐδὲ γὰρ ὑγίειαν ἰατρὸς τὴν κοινὴν ἀλλὰ τὴν ἀνθρώπου ἐπισκέπτεται, μᾶλλον δὲ ἴσως τὴν τοῦδε τοῦ ἀνθρώπου, οἷον Σωκράτους· [τὸν] καθ’ ἕκαστον γὰρ ἰᾶται. ἢ ὅτι αἱ μὲν ἄλλαι τέχναι οὐκ εἰσὶ περὶ ἀγαθά,3 ἀλλὰ περὶ μέσα τινά, καὶ οὐδὲ τὰ τέλη αὐτῶν ἀγαθά, ἡ δὲ πολιτικὴ καὶ ἠθικὴ περὶ τὰ ἀνθρώπων ἀγαθά, ὥστε δέοι ἂν αὐτῇ τῆς τἀγαθοῦ γνώσεως ἢ εἰ μὴ τοῦτο, τῆς γε ἰδέας καθ’ ἣν τὸ τέλος ἑκάστης λέγεται, οἷον ἰατρικῆς ὑγίεια τέλος καὶ ἔστι γε αὐτοϋγίεια τέλος. ἀλλ’ οὐδέν, φησί, τῷ ἰατρῷ δεῖ γνώσεως τῆς αὐτοϋγιείας πρὸς τὸ ἰατρικώτερον γενέσθαι. φαίνεται δὲ οὐδὲ τὴν καθόλου ὑγίειαν ζητεῖν ἥτις ἐστίν, ἀλλὰ τὴν τοῦ ἀνθρώπου, μᾶλλον δὲ τὴν τοῦδε. καθ’ ἕκαστον γὰρ ἰώμενος τὴν ἑκάστου ὑγίειαν ἐπισκοπεῖ. τοσοῦτον ἀπέχει τοῦ τὴν ἰδέαν ζητεῖν τὴν τῆς ὑγιείας.

毕达哥拉斯派的人们似乎说得更有说服力,因为他们说数源于理念,正如从他们所说的话中所能把握的那样;因为对他们而言,说理念亦有界说乃是必然归结,既然提出理念的人们似乎正是由于极度推崇“一”而产生理念之构想的。因为他们认为,感觉到的众多且个别的事物是流动且易逝的,甚至并非真正存在,而与个别事物并列的可知解之物则不是感觉的,而是真正存在的;正是由于这些原因,他们设定了理念。但亚里士多德说,如果真要推崇“一”,毕达哥拉斯派在做这事时更有说服力;因为他们设立了两个并列序列,一列十个为善,一列十个为恶,在其中一个序列,即善的序列中,他们置入了“一”。他们的并列序列乃是这些:善与恶、限量与无量、奇与偶、一与非一、右与左、雄与雌、静与动、直与曲、光与暗、正方与长方。因为他们一边推崇“一”,一边并未设定某些与感觉实体处于同一界说中的实体……但可知解的…… 对于所说的事情,显现出某种争议。因为阐释理念的人们可能会说,亚里士多德刚才所说的论证,其陈述方式仿佛善的理念对于所有的善物是同一个,然而事实并非如此。因为在诸善物之中存在着差异:一些是因自身的善,另一些则是因他物的[善]。而后这些之所以被称为善,是由于它们是因自身的善的生成者、保持者,或是相反之物的阻碍者;另一些则不属于因自身的善,而是由于自身而被选择的事物,例如德性与荣誉;而医疗及诸如此类之物则是因他物的善。也许他们还会说,健康、财富及诸如此类之物也是因他物的善,因为它们是德性的工具;其中,生成性的善是指那些生成因自身之善的事物,例如愉悦之物生成快乐,而如果健康属于因自身之善,体操则生成健康;而学习、锻炼与劳苦则生成德性。保持性的善是指那些维护因自身之善的事物,例如保持健康之物就是医生们称为合乎健康而传授之物;在感觉是因自身的[善]的情况下,保持感觉之物作为阻碍相反之物者,在某种意义上既是善的保持者,也是相反之物的阻碍者;而医疗在某种意义上也是对健康与感觉之相反之物的阻碍者。既然善以双重方式被述说,且一种是因自身而被选择的,另一种是因他物的,那么他说,让我们将因自身的善与有益之物分离开来,考察它们是否依单一理念而被述说。他们特称因他物的善为“有益之物”。然后他界定,因自身的善乃是即便孤立起来亦被追求的一切事物,例如思想、视觉、无害的快乐与荣誉;因为这些事物即使也因其他事物(例如人的幸福)而被选择,亦是因其自身而被选择的。 在此之后,他提示了他们的论点:因为他们认为,关于善的理念的认识有助于应当践行的善事。因为以那理念为范型,我们亦将认识对我们而言的善,正如认识苏格拉底的人亦将认出相似于苏格拉底的人一样。但他说,这一论证虽具说服力,诸门科学却与它并不一致;因为一切科学都企求某种善——对每一门科学而言其固有的目的即是善——却无一探求善的理念。因为即便观照了理念,对于织工、木匠、医生或将帅认识其自身的目的一无所用;因为医生考察的不是共同的健康,而是人的健康,或者毋宁说是这个人的健康,例如苏格拉底的健康;因为他医治的是个别人。难道是因为其余的技艺并非关于善,而是关于某些中间之物,其目的亦非善,而政治学与伦理学则是关于人的善,因此它需要关于善的认识,或者即使不需要这一认识,亦至少需要各门技艺的目的依之被述说的理念,例如医学的目的是健康,且“健康自身”确实是目的吗?但是他说,医生绝不需要关于健康自身的认识以变得更善于医术。而且他似乎甚至不去探求普遍的健康是什么,而是探求人的健康,或者毋宁说是这个人的健康。因为在医治个别人时,他考察的是每个人的健康。他离探求健康的理念何其遥远。

语法注3 条
  1. 1.2πιθανώτερον ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν

    此处采用人称句构(主语 οἱ Πυθαγόρειοι 与动词 ἐοίκασιν 一致),而非带宾格不定词的非人称句构(ἔοικε 搭配宾格主语)。

  2. 1.2τὰ δὲ οὐ τῶν καθ’ αὑτὰ μὲν ἀγαθῶν, ἀλλ’ ὅσα δι’ αὐτὰ αἱρετά

    承接前文关于因自身与因他物之善的区分,此处省略了不定词 εἶναι。所属属格(部分属格)τῶν καθ’ αὑτὰ ... ἀγαθῶν 受否定词 οὐ 修饰,意为“不属于因自身之善、但因自身而被选择的事物”。

  3. 1.2ἢ ὅτι αἱ μὲν ἄλλαι τέχναι οὐκ εἰσὶ περὶ ἀγαθά

    连词 ἤ 引出一个反驳或假想的替代解释(“或者[是因为]其他技艺并非关于善……?”),试图通过伦理学、政治学与一般技艺的差异来为理念的必要性进行辩护。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:13.3-14.32