- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:148.1-148.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对快乐因致病、阻碍明智且无专门技术因而非善的各项指难,评注指明快乐仅在偶然或过度时才有害,固有的快乐反而促进活动,且技术旨在产生潜能与状态而非直接产生诸活动。
πρὸς δὲ τοὺς λέγοντας εἶναι φαύλας τὰς ἡδονάς, ἐπειδὴ ἔνια τῶν ἡδέων νοσώδη ἐστίν, ἀπαντῶν φησι, τοῦτο καὶ περὶ ὑγιεινῶν οὐδὲν κωλύει λέγειν. ἔνια γὰρ τῶν ὑγιεινῶν πρὸς χρηματισμὸν φαῦλα. γυμναζόμενος γάρ τις καὶ ἐπιμελούμενος ἀεὶ τοῦ σώματος, τάχ’ ἂν ἀμελήσειε χρηματισμοῦ, ἀλλ’ οὐ διὰ τοῦτο ταῦτα φαῦλα εἶναι,1 ὅτι ποτὲ καί τινι πρὸς χρηματισμὸν ἐναντία ἐγένετο, ἀλλ’ εἴπερ ἄρα κατὰ τοῦτο φαῦλα, κατὰ τὸ ἐμποδίζειν πρὸς χρηματισμὸν καὶ ποτὲ καὶ τινί, ἐπεὶ καὶ τὸ θεωρεῖν ποτε βλάπτει πρὸς ὑγίειαν, ὅταν ἐπὶ πλέον τις πρὸς θεωρίαν διατρίβων ὀλιγωρῇ τῆς αὑτοῦ ὑγιείας. ἆρ’ οὖν διὰ τοῦτο φαῦλον τὸ θεωρεῖν, ἢ τῷ ἐπὶ πλέον αὐτῷ χρωμένῳ καὶ ἐκείνῳ πρὸς ὑγίειαν φαῦλον, οὐχ ἁπλῶς; ταὐτὸν δὴ ῥητέον, ὅτι καὶ ἡδέα ἔνια νοσώδη, καὶ ποτὲ καὶ τινὶ τῶν ἐπὶ πλέον ἢ δεῖ χρωμένων καὶ μὴ κατὰ καιρόν, ὃν προσήκει. ἀλλ’ οὐ διὰ τοῦτο ἁπλῶς τὰ ἡδέα φαῦλα οὐδὲ αἱ ἡδοναί. Ἐλέγετο δὲ καὶ διὰ τοῦτο φαῦλον ἡ ἡδονή, ὅτι ἐμποδίζει τῷ φρονεῖν καὶ τῷ νοεῖν· οὐδένα γὰρ δύνασθαι φρονεῖν οὐδὲ διανοεῖσθαι ἐν ἡδονῇ ὄντα. δηλοῖ δὲ τοῦτο μάλιστα ἡ τῶν ἀφροδισίων· ἐνίσταται οὖν καὶ πρὸς ταῦτα· οὔτε γὰρ φρονήσει, φησίν, ἐμποδίζει οὔθ’ ἕξει οὐδεμιᾷ ἡ οἰκεία ἡδονὴ ἀλλ’ ἡ ἀλλοτρία, ἐπεὶ αἵ γε οἰκεῖαι καὶ συναύξουσιν, οἷον εἴ τις διανοούμενος καλὰ ἢ ἀγαθὰ ἥδοιτο, ἐπίτασις ἐκ τῆς ἡδονῆς πρὸς τὸ διανοεῖσθαι γίνεται αὐτῷ· καὶ ἡ κατὰ τὸ θεωρεῖν ἡδονὴ αὔξει τὴν τοῦ θεωρεῖν δύναμιν καὶ ἡ ἀπὸ τοῦ μανθάνειν ἐπιδόσεις τῆς μαθήσεως ποιεῖ καὶ τέλος εἰς ἐπιστήμην καθίστησι καὶ καθόλου πᾶν ἔργον καὶ πᾶσα ἐνέργεια, γινομένη μεθ’ ἡδονῆς, ἀνύεται μᾶλλον καὶ τελειοῦται. ἔτι τε λέγει, παντὸς ἀγαθοῦ τέχνην εἶναι, ἡδονῆς δὲ μὴ εἶναι τέχνην, οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή.2 καὶ τοῦτον λύει τὸν λόγον· τὸ γὰρ μὴ εἶναι τέχνης ἔργον μηδεμίαν ἡδονὴν εὐλόγως, φησίν, συμβέβηκεν, οὐδὲ γὰρ ἄλλης ἐνεργείας οὐδεμιᾶς τέχνη ἐστίν, ἀλλὰ τῆς δυνάμεως,3 οἷον ἡ ἰατρικὴ ἀπεργαστική ἐστιν ὑγιείας, δυνάμεως οὔσης τινὸς καὶ ἕξεως, οὐ μὴν τῶν ὑγιεινῶν ἐνεργειῶν, ἀλλ’ ἡ μὲν ὑγίεια ἰατρικῆς ἔργον, αἱ δὲ ὑγιειναὶ ἐνέργειαι ἀπὸ τῆς ἕξεως ἐνεργοῦνται. ὡσαύτως δὲ καὶ ἡ εὐεξία· αὕτη μὲν γυμναστικῆς ἔργον, αἱ δὲ γυμναστικαὶ ἐνέργειαι οὐ γυμναστικῆς ἀλλὰ τοῦ ἔχοντος τὴν εὐεξίαν. ἐνσταίη δ’ ἄν τις ἴσως πρὸς αὐτὸν δεικνὺς4 τὰς ἀπὸ τῶν τεχνῶν ἐνεργείας· πᾶσαι γὰρ ὑπὸ τῶν τεχνῶν ἐνεργοῦνται, αἱ μὲν ἰατρικαὶ ὑπὸ ἰατρικῆς, αἱ 〈δὲ〉 τεκτονικαὶ ὑπὸ τεκτονικῆς. ἐννοητέον δὲ ὅτι ὁ λόγος ἐστὶν αὐτῷ περὶ τῶν ἀγαθῶν, ὅσα ἐκ τέχνης γίνεται.
另一方面,针对那些因某些令人愉快之物致病而主张快乐是低劣的人,他在回应时指出,没有任何东西阻止人们对健康之物也说同样的话。因为某些健康之物对于敛财是低劣的。因为如果某人锻炼身体并不停地照料肉体,他或许会忽视敛财;然而,这些事物并不是因为曾几何时对某人在敛财方面产生不利就是低劣的,相反,即便低劣,也仅仅在这方面是低劣的:即在阻碍敛财方面,而且仅在某一时刻对某个人而言如此;既然甚至观照有时也会损害健康,当某人过度沉溺于观照而忽视自己的健康时便是如此。那么,难道观照会因此就是低劣的吗?抑或它只是对过度运用它的人而言、且对那个人在健康方面是低劣的,而非全然低劣?显然必须说同样的话:某些令人愉快之物是致病的,而且是在某一时刻且对那些过度使用它们而不合乎适当时机的人中的某个人而言是致病的。但令人愉快之物与快乐绝不因此就是全然低劣的。 此外,快乐也被说成是低劣的,因为其阻碍明智与思考;因为处于快乐中的人没有一个能运用明智或进行思考。而性爱的快乐最清楚地表明了这一点。因此,他也反驳这些论点:因为他说,固有的快乐既不阻碍明智,也不阻碍任何品质状态,阻碍它们的倒是异己的快乐;既然固有的快乐甚至还会促进它们增长。例如,如果某人在思考高尚或良善之事时感到愉快,由快乐而生的向思考的强化便会临到他;顺应观照的快乐增强了观照的能力,来自学习的快乐促进了学习的进步并最终确立起科学知识;大凡一切作为和活动,伴随快乐而产生时,便能更好地完成并趋于完善。 再者,他说有人提出论证:“凡善皆有技术,但快乐没有技术,因此快乐不是善。”他也破解了这一论证:他说,没有任何快乐是技术的产物,这是顺理成章的,因为技术也不是任何其他活动的技术,而是潜能的技术;例如医术是产生健康的——健康是某种潜能和品质状态——但医术绝不是健康活动的技术;相反,健康是医术的产物,而健康的诸活动则是从这一品质状态中践行出来的。身体健壮亦是同样:这本身是体操术的产物,但体操的诸活动并不属于体操术,而属于拥有这一健壮状态的人。然而,或许有人会向他提出异议,指出由技术所产生的诸活动;因为这些活动全都是由技术来施展的,医疗的诸活动由医术施展,而木工的诸活动则由木工术施展。但必须明白的是,他的论述是针对那些由技术而产生的善物而言的。
- 5.3ἀλλ’ οὐ διὰ τοῦτο ταῦτα φαῦλα εἶναι
带不定式的宾格结构(ταῦτα φαῦλα εἶναι)延续了前句中动词 φησι 所统辖的间接引语,表达被否定的内容。
- 5.3ἔτι τε λέγει, παντὸς ἀγαθοῦ τέχνην εἶναι, ἡδονῆς δὲ μὴ εἶναι τέχνην, οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή.
动词 λέγει 引出了论敌的三段论:大前提与小前提以带不定式(εἶναι)的间接引语形式给出,而结论部分则直接呈现为陈述句(οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή)。
- 5.3οὐδὲ γὰρ ἄλλης ἐνεργείας οὐδεμιᾶς τέχνη ἐστίν, ἀλλὰ τῆς δυνάμεως
属格 ἄλλης ἐνεργείας 和 τῆς δυνάμεως 是由名词 τέχνη 统辖的宾格性属格(或表示对象/产物的属格),表明“技术并不针对/产出任何活动,而是针对潜能”。
- 5.3ἐνσταίη δ’ ἄν τις ἴσως πρὸς αὐτὸν δεικνὺς
表示潜在的 ἄν+希求语气(ἐνσταίη ἄν)与分词 δεικνύς(“指出”)相结合,引出读者或批评者可能对亚里士多德论证提出的假想反驳。
