- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:143.19-144.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯列举了否定快乐是善的诸种论证(如阻碍明智、无技术对应、有害等),并基于自然、品质与运动中“无条件”与“对某人而言”之善的区分展开了反驳。
ἔτι πρὸς τὸ μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν ἐπιφέρουσι τὸ τόν τε σώφρονα φεύγειν τὰς ἡδονὰς καὶ τὸν φρόνιμον τὸ ἄλυπον διώκειν ἀλλὰ μὴ τὴν ἡδονήν.1 εὐσταθὴς γάρ ἐστι καὶ ἐν καταστήματι ὁ φρόνιμος, ἡ δὲ ἡδονὴ ταραχῶδες. διὸ τὴν ἀλυπίαν, εὐστάθειάν τινα οὖσαν, διώκει, οὐ τὴν ἡδονήν. ἔτι τὸ τοῦ ἀγαθοῦ ἐμποδιστικὸν οὐκ ἀγαθόν, τοιοῦτον δὲ ἡ ἡδονή· οὐκ ἄρα ἀγαθόν. ὅτι δὲ ἐμποδιστικὸν ἡ ἡδονὴ τοῦ φρονεῖν δῆλον νομίζουσιν· οὐδεὶς γὰρ ἂν οὔτε βουλεύσαιτο οὔτε εὕροι τι περὶ ἡδονὰς ὢν καὶ ἡδόμενος. μηνύει δὲ καὶ ὅσῳ ἄν τις ἐν μείζοσι μᾶλλον ἡδοναῖς ᾖ, μὴ δύνασθαι νοεῖν αὐτόν· ἐν γοῦν τῇ τῶν ἀφροδισίων ἡδονῇ ὄντα τι νοεῖν ἢ σκοπεῖν οὐ ῥᾴδιον. ἔτι παντὸς ἀγαθοῦ ἐστι τέχνη, ἡδονῆς δὲ οὐκ ἔστι τέχνη· οὐκ ἄρα ἀγαθόν. ἔτι ὅσα διώκεται ὑπὸ τῶν ἀφρονεστάτων, οὐκ ἀγαθά· αἱ ἡδοναὶ δὲ ὑπὸ τῶν παίδων καὶ θηρίων· οὐκ ἄρα ἀγαθά. διὰ μὲν οὖν τούτων πειρῶνται δεικνύειν ὅτι οὐδεμία ἡδονὴ ἀγαθόν. οἱ δὲ λέγοντες μὴ πάσας εἶναι σπουδαίας τὰς ἡδονάς, δεικνύουσιν ἐκ τοῦ πολλὰς αἰσχρὰς εἶναι, οἷον τὰς τῶν ἀκολάστων καὶ τῶν κιναίδων, καὶ ἐκ τοῦ πολλὰς βλαβεράς. διὰ γὰρ τὰς ὑπερβολὰς αὐτῶν καὶ τὰ σώματα νοσοῦσι καὶ εἰς οὐσίας βλάπτονται καὶ τὸ μέγιστον εἰς τὴν ψυχήν. οὐδενὸς γὰρ ἐπιμελούμενοι τῶν καλῶν διὰ τὴν περὶ τὰς ἡδονὰς σπουδὴν ἀφρονέστατοι καὶ ἀνοητότατοι διατελοῦσιν. ὅτι δὲ οὐκ ἄριστον, ὅτι οὐδὲ τέλος ἡ ἡδονή, πάλιν ἐκ τοῦ τέλους δείκνυσιν. οὐδὲν γὰρ τέλος ἐν γενέσει ἀλλὰ μετὰ τὴν γένεσιν. Μετὰ ταῦτα ἐνίσταται πρὸς τοὺς εἰρημένους λόγους. ὅτι γὰρ οὐ συμβαίνει ἐπὶ τοῖς ῥηθεῖσι μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν μηδὲ τὸ ἄριστον ἐκ τῶνδε δῆλον· τὸ γὰρ ἀγαθὸν διττῶς λέγεται· τὸ μὲν ἁπλῶς, τὸ δὲ τινί. ἁπλῶς μὲν γὰρ ἀγαθὸν τὸ πᾶσιν ἀγαθόν, οἷον αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, τινὶ δὲ τομαὶ καύσεις. ταῦτα γὰρ ἁπλῶς μὲν οὐκ ἀγαθά, τινὶ δέ, τῷ δεομένῳ ἰατρείας. λέγοιτο δ’ ἄν πως καὶ νόσος, καίπερ ἁπλῶς οὖσα κακόν, τινὶ ἀγαθόν, οἷον τῷ μοχθηρῷ· τούτῳ γὰρ λυσιτελεῖν καὶ νοσεῖν καὶ πένεσθαι· ἧττον γὰρ δυνήσεται κακουργεῖν. ἐπεὶ οὖν τὸ ἀγαθὸν διχῶς, καὶ αἱ φύσεις καὶ αἱ ἕξεις ἀκολουθήσουσιν, ὥστε εἶναι τὰς μὲν ἁπλῶς ἀγαθάς, τὰς δὲ τινί. αἱ γὰρ φυσικαὶ διαθέσεις καὶ ἕξεις αἱ μὲν ἁπλῶς ἀγαθαί, οἷον αἱ ἀρεταί, αἱ δὲ τισίν, οἷον αἱ φυσικαὶ καταστάσεις καὶ σωματικαὶ ἕξεις ὑγίεια εὐεξία εὐαισθησία. τινὶ γὰρ ταῦτα ἀγαθά, τῷ σπουδαίῳ, καὶ διὰ τοῦτο λέγεται καὶ ἁπλῶς ἀγαθά· καὶ ἡ νοσώδης ἕξις τινὶ ἀγαθόν, λέγω δὲ τῷ μοχθηρῷ. τῷ δὲ τὰς ἕξεις τὰς μὲν εἶναι ἁπλῶς ἀγαθόν, τὰς δὲ τινί, ἀκολουθεῖν καὶ τὰς κινήσεις2 καὶ τὰς γενέσεις τὰς ἐπ’ αὐτῶν γενομένας τὰς μὲν ἁπλῶς ἀγαθὰς εἶναι, τὰς δὲ τινί· καὶ αἱ δοκοῦσαι ἁπλῶς φαῦλαι τινὶ οὐκ ἔσονται φαῦλαι, ἀλλ’ αἱρεταὶ τῷδε, οἷον αἱ νοσεραὶ κινήσεις, ἁπλῶς οὖσαι φαῦλαι, τῷ ἀνιάτως ἔχοντι διὰ μοχθηρίαν ἀεὶ λυσιτελοῦσιν· ἰατρεῖαι γὰρ αὐτοῦ γίνονται ταῖς κατὰ τὴν μοχθηρίαν ἐνεργείαις· αἱ δὲ οὐδὲ αἱρεταὶ τῷδε, ἀλλὰ ποτέ, οἷον τῷ νοσοῦντι τομαὶ καὶ ἰατρεῖαι τότε ὅτε νοσεῖ· ἁπλῶς δὲ οὐκ εἰσὶν αἱρεταί· αἱ δὲ ἀεί, αἱ δὲ οὔ· οὕτως οὐδὲ ἡδοναί εἰσι, φησί, ἀλλὰ φαίνονται, οἷον ὅσαι μετὰ λύπης, ὥσπερ αἱ τῶν καμνόντων. αἱ γὰρ ἀληθεῖς ἡδοναὶ τοῖς κατὰ φύσιν διακειμένοις· εἰ δ’ αἱ τῶν νοσούντων ἡδοναὶ παρὰ φύσιν, πολλῷ μᾶλλον αἱ τῶν ἀκολάστων· μᾶλλον γὰρ παρὰ φύσιν οὗτοι διάκεινται. ταῦτα δὲ λέγεται πρὸς τοὺς φάσκοντας μὴ εἶναι ἀγαθὸν τὴν ἡδονήν, ἐπειδὴ ἡ γένεσίς ἐστι κίνησις. αἱ μὲν γὰρ τῶν ἀγαθῶν ἕξεων κινήσεις καὶ γενέσεις ἀγαθαί, αἱ δὲ τῶν φαύλων φαῦλαι, ὥστε εἰ καί τις δῴη κίνησιν ἢ γένεσιν εἶναι τὴν ἡδονήν, οὐ πᾶσα φαύλη ἀλλ’ ἡ ἀπὸ 〈τῆς φαύλης〉 ἕξεως γινομένη φαύλη, ἡ δ’ ἀπὸ τῆς ἐπιεικοῦς ἐπιεικής.
此外,作为快乐不是善的论据,他们还提出节制者逃避诸快乐,以及明智者追求无痛苦而非追求快乐。因为明智者是稳定的且处于平定状态,而快乐是令人扰乱的;因此他追求作为某种稳定性的无痛苦,而不追求快乐。再者,阻碍善的事物不是善,而快乐正是这类事物;因此快乐不是善。至于快乐阻碍明智的思考,他们认为是显而易见的;因为处于快乐中并享受快乐时,没有任何人能够深思熟虑或发现任何东西。而且一个人处于越大的快乐中就越不能思维,这也表明了〔这一点〕;无论如何,处于情欲的快乐中的人要思维或考察任何事物是不容易的。再者,每一种善都有技术,而快乐没有技术;因此快乐不是善。再者,凡是被最愚蠢者追求的事物都不是善;而快乐被孩童和兽类所追求;因此诸快乐不是善。于是,通过这些论证,他们试图表明没有任何快乐是善。 另一方面,主张并非所有快乐都是善美的人,则从许多快乐是可耻的(例如放荡者和承受男色者的快乐),以及从许多快乐是有害的来表明这一点。因为由于快乐的过度,他们的身体罹患疾病,在财产上蒙受损失,最严重的是在灵魂上受损;因为由于对快乐的汲汲以求而对任何高尚的事物毫不挂心,他们始终是最愚昧和最无理性的。 至于快乐不是最善之物,因为快乐也不是目的,他又从目的出发来证明。因为没有任何目的处于生成之中,而是在生成之后。 在这些之后,他针对上述论辩提出了反驳。因为从上述言论中并不能得出快乐既非善亦非最善之物,这一点由下列情况即可明晰:善是以两种方式被述说的,一种是无条件的,另一种是对某人而言的。因为无条件之善是对所有人而言的善,例如诸德性以及依德性而行的活动;而对某人而言的善则是切除和灼烧;因为这些事物无条件地看并不是善,但对某人而言,即对需要治疗的人而言是善。甚至疾病虽然无条件地看是恶,也可能在某种意义上被称为对某人而言的善,例如对邪恶者而言;因为对于这个人来说,患病和贫困都是有利的,因为他作恶的能力会减少。既然善有这两种含义,那么自然本性与品质状况也将与之相应,从而有些是无条件善的,有些则是对某人而言是善的。因为在自然性情与品质状况中,有些是无条件善的,例如诸德性;有些是对某些人而言是善的,例如自然状态与身体状况:健康、体魄健全、感官敏锐。因为这些是对某人,即对品德优良者而言是善的,并正因此它们也被称为无条件之善;而病态的品质状况对某人而言是善,我指的是对邪恶者而言。并且,伴随着品质状况有些是无条件善的、有些是对某人而言是善的,在它们之上发生的运动与生成也同样有些是无条件善的、有些是对某人而言是善的;那些看似无条件卑劣的运动,对某人而言将并非卑劣,而是对此人而言值得选择的,正如病理性的运动虽然无条件看是卑劣的,但对于因邪恶而不可救药者来说却始终是有利的;因为这成为了对他依邪恶而行的活动的医治。但另一些运动甚至对此人而言也不是〔始终〕值得选择的,而只是在某些时候,正如对于病人而言切除与医治正是在他患病之时是值得选择的;但无条件地看它们并不值得选择。有些运动始终如此,有些则不然。他说,以这种方式,有些甚至不是快乐,而只是看起来如此,例如凡是伴随着痛苦的快乐,正如病患的快乐那样。因为真正的快乐属于那些处于顺应自然状态的人;但如果病患的快乐是违反自然的,那么放荡者的快乐就更其如此;因为他们处在更加违反自然的状态中。 而这些说法是针对那些因为生成是运动而主张快乐不是善的人说的。因为善的品质状况的运动与生成是善的,而卑劣的品质状况的运动与生成是卑劣的,所以即使有人承认快乐是运动或生成,也并非所有快乐都是卑劣的,而是从卑劣的品质状况产生的快乐是卑劣的,而从优良的品质状况产生的快乐是优良的。
- 5.2ἐπιφέρουσι τὸ τόν τε σώφρονα φεύγειν τὰς ἡδονὰς καὶ τὸν φρόνιμον τὸ ἄλυπον διώκειν ἀλλὰ μὴ τὴν ἡδονήν
中性单数定冠词 τό 作为动词 ἐπιφέρουσι 的直接宾语,统辖了其后由 τε... καί 连接的两个“宾格加不定式”短语(τόν τε σώφρονα φεύγειν... 与 καὶ τὸν φρόνιμον... διώκειν)。
- 5.2τῷ δὲ τὰς ἕξεις τὰς μὲν εἶναι ἁπλῶς ἀγαθόν, τὰς δὲ τινί, ἀκολουθεῖν καὶ τὰς κινήσεις
与格定冠词引导的不定式结构 τῷ... εἶναι 表原因或伴随(“由于……/随着……”),修饰承前间接引语的不定式 ἀκολουθεῖν,后者统领由宾格与不定式构成的嵌套小句 καὶ τὰς κινήσεις καὶ τὰς γενέσεις... εἶναι。
