← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§145.1-146.11

快乐作为本性活动而非生成

阿斯帕西奥斯依从亚里士多德论证了快乐既非生成亦非运动,而是自然本性的活动,并列举不伴随匮乏与预先痛苦的观照与感官快乐,以及病患与健康者在快乐上的差异作为明证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#8

Μετὰ ταῦτα δείκνυσιν οὔτε γένεσιν οὖσαν τὴν ἡδονὴν οὔτε κίνησιν. ἐπεὶ δὲ τοῦ ἀγαθοῦ τὸ μὲν ἐνέργεια τὸ δὲ ἕξις, ὡς ἕξις μὲν ἀγαθὸν ἀρετή, ὡς ἐνέργεια δὲ ἡ κατ’ ἀρετὴν ἐνέργεια, καὶ αἴσθησις μὲν ἀγαθὸν ὡς ἕξις (λέγω δὲ αἴσθησιν τὴν δύναμιν, ἡ δὲ κατ’ ἐνέργειαν αἴσθησις ἀγαθὸν ὡς ἐνέργεια), ἡ ἡδονὴ ἀγαθόν ἐστιν οὐχ ὡς ἕξις ἀλλ’ ὡς ἐνέργεια τῆς φύσεως. κατὰ συμβεβηκὸς δὲ αἱ ἀναπληρώσεις καὶ ἀποκαταστάσεις, αἵ εἰσιν εἰς τὴν φύσιν ἡδεῖαι.1 προηγουμένως μὲν γὰρ ἡδόμεθα διὰ τὸ ἐνεργεῖν τὴν φύσιν τρεφομένων ἡμῶν· λέγω δὲ φύσιν τὴν ψυχήν. ἐνεργεῖ γὰρ τότε ἡ θρεπτική, καὶ διὰ τοῦτο ἡδόμεθα. συμβαίνει δὲ τὸ τηνικαῦτα καὶ ἀναπλήρωσιν γενέσθαι. ἔστι δὲ ἡ ἡδονὴ ἐνέργεια τῆς ὑπολοίπου ἐν ἡμῖν φύσεως καὶ ἕξεως. κἂν γὰρ ἐνδεεῖς ὦμεν κατὰ τὸ σῶμα τήν γε φύσιν ὑπολελειμμένην καὶ δυναμένην ἐν αὐτῇ ἐνεργεῖν ἔχομεν αὐτὴν συμπαρόντων αὐτῇ τῶν σιτίων καὶ τῶν ποτῶν † ἐνεργεῖν. καὶ ἡ μὲν ἡδονὴ κατ’ ἐνέργειαν, κατὰ συμβεβηκὸς δέ, ὥς φησιν, ἀναπλήρωσις γίνεται τοῦ ἐνδέοντος ἐν τῷ σώματι. τεκμήριον δὲ μέγιστον τοῦ μὴ εἶναι γένεσιν τὴν ἡδονήν, ὃ λέγει·2 πολλαὶ γὰρ ἡδοναὶ ἄνευ λύπης καὶ ἐπιθυμίας, οὐδεμιᾶς ἐνούσης ἐνδείας, οἷον αἱ θεωρητικαί, καὶ αὗται μὲν αὐτῆς τῆς ψυχῆς καθ’ αὑτὴν ἐνεργούσης, ἔνιαι δὲ καὶ διὰ τοῦ σώματος, οἷον αἱ δι’ ὁράσεως καὶ ὀσφρήσεως καὶ ἀκοῆς, ὧν οὐδεμία γίνεται προλυπηθεῖσιν. ἔδει δέ [γε], εἴ γε ἀναπλήρωσις ἡδονὴ καὶ γένεσις ἡδονὴ καὶ γένεσις εἰς τὸ κατὰ φύσιν, πάσας εἶναι τὰς ἡδονὰς ἀναπληρώσεις. νῦν δὲ φαίνεται ἡ μὲν κατὰ θεωρίαν ἡδονὴ τῆς θεωρητικῆς ψυχῆς ἐνέργεια οὖσα, ἡ δὲ κατὰ τὸ ὁρᾶν ἢ ὀσφραίνεσθαι τῆς αἰσθητικῆς· εὔλογον δὲ καὶ τὴν ἐν τῷ τρέφεσθαι καὶ ἀναπληροῦσθαι τὸ σῶμα γινομένην ἡδονὴν ἐνέργειαν λέγειν τῆς θρεπτικῆς φύσεως [τὴν ἡδονήν], διότι ἀχώριστός ἐστι τῆς ἐνεργείας, ἐπεὶ καὶ ἡ ἐνέργεια [τῇ] τῆς ἀρετῆς ἡδονή [γάρ] ἐστιν ἀχώριστος. λεχθήσεται δὲ περὶ τούτου ἐν τῷ ἑξῆς σαφέστερον. ἔτι δὲ σημεῖον δεῖ φέρειν τοῦ ἐνέργειαν εἶναι τῆς φύσεως τὴν ἡδονὴν τὸ μὴ τῷ αὐτῷ ἡδεῖ χαίρειν ἀναπληρουμένης τε τῆς φύσεως καὶ καθεστηκυίας.3 λέγει δὲ νῦν ἀναπλήρωσιν τῆς φύσεως οὐχ ἁπλῶς τὴν διὰ τῆς τροφῆς γενομένην ἀλλὰ τὴν τοῖς κάμνουσιν, ἥτις ἀναπλήρωσις ὡς ἀληθῶς βούλεται εἶναι φύσεως διὰ τὸ παντάπασιν ἐξεστάναι τῆς φυσικῆς διαθέσεως· καθεστηκυῖαν δέ φησι τὴν τῶν ὑγιαινόντων ὀνομάζειν. οἱ μὲν οὖν κάμνοντες οὐ χαίρουσι τοῖς ἁπλῶς ἡδέσιν· ἁπλῶς δέ ἐστιν ἡδέα τὰ τοῖς κατὰ φύσιν διακειμένοις ἡδέα, ὡς καὶ λευκὰ τὰ τοῖς κατὰ φύσιν διακειμένοις τὴν ὄψιν φαίνεται λευκά. οἱ μὲν οὖν κάμνοντες πικροῖς καὶ ὀξέσι χαίρουσιν, ὧν οὐδὲν φύσει ἡδὺ οὐδὲ ἁπλῶς, οἱ δὲ ὑγιαίνοντες καὶ ἐν καταστάσει τῆς φύσεως ἥδονται τοῖς ἁπλῶς ἡδέσι. τίνος οὖν τοῦτο σημεῖον ἢ τοῦ ἐνέργειαν εἶναι φύσεως τὴν ἡδονήν; ὅσῳ γὰρ ἂν πλεῖον ἢ μᾶλλον κατὰ φύσιν ἔχωμεν καὶ ἀκωλύτως ἡ φύσις ἐνεργῇ, τοῖς ἀληθῶς ἡδέσιν ἀσμενίζομεν· ἐπειδὰν δὲ παρὰ φύσιν ἔχωμεν καὶ πολλῆς ἀναπληρώσεως δεώμεθα καὶ φαύλως καὶ ἐμποδιζομένως τι ἐνεργῇ ἡ φύσις, οὐ χαίρομεν τοῖς ἁπλῶς ἡδέσιν, ὥστε οὔτε ἡδοναὶ ἁπλῶς οὔτε κυρίως αἱ ἀπ’ αὐτῶν. ὡς γὰρ τὰ ἡδέα ἔχει πρὸς ἄλληλα, οὕτω καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναί. τὰ δὲ τῶν καμνόντων ἡδέα, ὥσπερ καὶ † πρὸς τάττω, ὅτι ἡδέα καὶ κατὰ φύσιν ἡδέα ἐναντία ἔχει, ὥστε καὶ αἱ ἡδοναὶ ἐναντίαι ἂν εἶεν τῶν καμνόντων ταῖς τῶν ὑγιαινόντων, καὶ διὰ τοῦτο οὐδὲ ἡδοναί, ἀλλὰ φαινόμεναι τοῖς παρὰ φύσιν ἔχουσιν, καθάπερ τὰ ἡδέα.

在这些之后,他表明快乐既非生成亦非运动。既然善的一种是活动,另一种是品质状态,而作为品质状态的善是德性,作为活动的善是依德性而行的活动,感觉作为品质状态也是善(我所说的感觉是指能力,而处于活动中的感觉作为活动则是善),那么快乐不是作为品质状态,而是作为自然本性的活动而成为善的。另一方面,诸种补充与复原——即向自然本性回复的复原——之所以是令人愉悦的,乃是出于附带。因为从根本上说,我们之所以感到快乐,是因为在我们受滋养时自然本性在活动——我所说的自然本性是指灵魂。因为那时营养能力在活动,正因如此我们感到快乐;而就在此时,补充的发生也是附带随之出现的。此外,快乐是我们体内所残留的自然本性与品质状态的活动。因为即使我们在身体方面有所匮乏,我们至少拥有留存下来并能够在自身中活动的自然本性,当食物和饮料伴随呈现于它时,它自身便在活动。而且,快乐是依活动而成的,但正如他所说,身体中所匮乏之物的补充则是出于附带而发生的。至于快乐并非生成的最强证据,正是他所说的:因为有许多快乐是不带有痛苦和欲望的,其中不存在任何匮乏,例如观照的快乐——这些快乐属于灵魂自身依其自身在活动——而另一些也是通过身体的,例如通过视觉、嗅觉和听觉的快乐,这些快乐没有一种是发生在预先受痛苦的人身上的。但是,如果补充是快乐,生成是快乐,且向自然状态的生成是快乐,那么所有的快乐就理应都是补充。然而现在显而易见的是,依观照而得的快乐是观照灵魂的活动,而依视觉或嗅觉而得的快乐是感觉灵魂的活动;并且,将身体受滋养和被补充时所产生的快乐称为营养本性的活动也是合理的,因为它与这种活动不可分离,正如德性的活动也与快乐不可分离一样。关于这一点,在接下来的论述中将更清楚地说明。再者,人们还必须提出一个证据来表明快乐是自然本性的活动,那就是:在自然本性正在被补充之时与自然本性已处于确立状态之时,人们并不以同一种令人愉悦的事物为乐。而他现在所说的自然本性的补充,并不是单纯指通过滋养而发生的补充,而是指病患身上的补充,这种补充之所以真正意欲成为自然本性的补充,是因为〔他们〕完全脱离了自然禀赋;他说,所称的确立状态则是指健康者的状态。因此,病患并不以无条件令人愉悦的事物为乐;而无条件令人愉悦的事物,是对处于顺应自然状态的人而言令人愉悦的事物,正如对视力处于顺应自然状态的人显现为白色的事物就是白色的一样。因此,病患以苦和酸为乐,而这些事物中没有一种是在本性上或无条件令人愉悦的;而健康者以及处于自然本性平定状态的人,则享受无条件令人愉悦的事物。那么,这除了证明快乐是自然本性的活动之外,还能证明什么呢?因为我们在多大程度上更多地或更顺应自然,自然本性在多大程度上无阻碍地活动,我们就在多大程度上欢迎真正令人愉悦的事物;而当我们处于违反自然的状态,需要大量补充,且自然本性以卑劣和受阻碍的方式进行活动时,我们就不以无条件令人愉悦的事物为乐,从而源于它们的既非无条件的快乐,亦非严格意义上的快乐。因为令人愉悦的事物彼此之间具有怎样的关系,源于它们的快乐也具有怎样的关系。而病患所感愉悦的事物,正如我预先指出的那样,由于令人愉悦的事物与顺应自然而令人愉悦的事物具有相反的性质,从而病患的快乐与健康者的快乐也将是相反的,正因如此,它们甚至不是快乐,而只是对处于违反自然状态的人来说看起来如此而已,正如那些令人愉悦的事物一样。

语法注3 条
  1. 5.2κατὰ συμβεβηκὸς δὲ αἱ ἀναπληρώσεις καὶ ἀποκαταστάσεις, αἵ εἰσιν εἰς τὴν φύσιν ἡδεῖαι.

    主谓关系中省略了系词 εἰσί(或 γίνονται)。句首的 κατὰ συμβεβηκός 作表语用,意为“补充与复原——即向自然本性回复的复原——之所以是令人愉悦的,乃是出于附带”。关系代词 αἵ 指代先行词 αἱ ἀναπληρώσεις καὶ ἀποκαταστάσεις,而 εἰς τὴν φύσιν 表示向顺应自然状态的回复方向。

  2. 5.2τεκμήριον δὲ μέγιστον τοῦ μὴ εἶναι γένεσιν τὴν ἡδονήν, ὃ λέγει

    在句法上,系词 ἐστί 被省略,关系从句 ὃ λέγει(“他[亚里士多德]所说的内容”)作语法主语,τεκμήριον μέγιστον(“最大的证据”)作表语名词。随后由 πολλαὶ γὰρ ἡδοναί 引出的整句具体展开了该证据的内容。

  3. 5.2τὸ μὴ τῷ αὐτῷ ἡδεῖ χαίρειν ἀναπληρουμένης τε τῆς φύσεως καὶ καθεστηκυίας.

    带冠词的不定词短语 τὸ ... χαίρειν 充当 σημεῖον δεῖ φέρειν 的直接宾语。在该短语内部,ἀναπληρουμένης τε τῆς φύσεως καὶ καθεστηκυίας 是独立属格结构,表示两种相互对比的条件或时间状态:“当自然本性正在被补充之时与已处于确立状态之时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:145.1-146.11