← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§142.7-143.19

快乐非善之说及其作为生成的定义

阿斯帕西奥斯重申了考察快乐为何属于政治哲学家,分析了认为快乐全然不是善的观点(如安提斯泰尼)所依据的“快乐是进入自然本性的可感觉的生成”之定义,讨论了手抄本中“善”带或不带定冠词的读法,并剖析了生成与目的不同属这一论证及其谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#6

καὶ διὰ τοῦτο οὖν οἰκεία τῷ πολιτικῷ ἡ περὶ ἡδονῆς καὶ λύπης θεωρία. ἐνίοις μὲν οὖν δοκεῖ μηδεμία ἡδονὴ εἶναι ἀγαθόν, ἧς δόξης φασὶ καὶ Ἀντισθένη γεγονέναι· λέγουσι γοῦν τὴν ἡδονὴν μήτε καθ’ αὑτὸ μήτε κατὰ συμβεβηκὸς εἶναι ἀγαθόν. ἔστι γὰρ τῶν ἀγαθῶν τὰ μὲν καθ’ αὑτά, οἷον αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἰατρεῖαι τομαὶ καύσεις καὶ οἱ πόνοι· οὐδὲν γὰρ τούτων αἱρούμεθα δι’ αὑτό, ἀλλὰ δι’ ἕτερον καὶ κατὰ συμβεβηκός· τὴν δὲ ἡδονὴν οὐδετέρως εἶναι ἀγαθὸν οὔτε ὡς καθ’ αὑτὸ οὔτε ὡς κατὰ συμβεβηκός. οὐ γὰρ εἶναι ταὐτὸν ἀγαθὸν καὶ τὴν ἡδονήν·1 οὕτως μὲν οὖν ἐχούσης τῆς γραφῆς, ῥᾳδία ἡ ἐξήγησις· οὐ γάρ φασιν οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκὸς ἀγαθὸν εἶναι τὴν ἡδονήν, ἐπεὶ μὴ ἔστι † τινὶ ταὐτὸν τινὶ ἀγαθῷ. ἐὰν δὲ ᾖ σὺν τῷ ἄρθρῳ γεγραμμένον, οὐ γὰρ εἶναι ταὐτὸν τῷ ἀγαθῷ καὶ τὴν ἡδονήν, ἀλόγως φανεῖται τοῦτ’ ἐπενηνέχθαι· εἴτε γὰρ τὸ ἀγαθὸν ὡς γένος λαμβάνεται τῶν ἀγαθῶν, εἴτε ὡς εὐδαιμονία πῶς τοῦτο ἐνδείκνυται, ὅτι οὔτε τῶν καθ’ αὑτό τι ἀγαθῶν ἐστιν ἡ ἡδονὴ οὔτε τῶν κατὰ συμβεβηκός; ὥσπερ γὰρ αἰτίαν ταῦτα ἐπιφέρει, οὐκ ἔστι δὲ αἰτία τοῦ μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν τῷ μήτε γένη εἶναι τῶν ἀγαθῶν μήτε ταὐτὸν τῇ εὐδαιμονίᾳ. καὶ γὰρ ἄλλα ἀγαθὰ μέν ἐστιν, οὐ ταὐτὰ δὲ τῷ κοινῷ ἀγαθῷ ἢ τῇ εὐδαιμονίᾳ. ἀλλὰ μήποτε ἐπειδὴ ὁμωνύμως ἐδόκει λέγεσθαι τὸ ἀγαθόν, δοκεῖ λέγειν ὅτι οὐδενὶ τῶν δηλουμένων ὑπὸ τοῦ ἀγαθοῦ ταὐτόν ἐστιν. ἢ οὕτως εἴρηκεν, ἐπειδὴ προελθὼν μέλλει δείξειν τὴν ἡδονὴν μὴ οὖσαν ἀγαθὸν ἐκ τοῦ μὴ εἶναι τῇ εὐδαιμονίᾳ ταὐτὸν τῷ γένει· δῆλος δὲ ἔσται ὁ λόγος οὗτος ὀλίγον ὕστερον. ἀλλ’ οὖν τοῖς μὲν δοκεῖ μηδεμία ἡδονὴ εἶναι ἀγαθόν, τοῖς δὲ μία μὲν ἀγαθή, αἱ δὲ πολλαὶ φαῦλαι, τοῖς δὲ εἰ καὶ πᾶσαι ἀγαθὸν ὅμως μὴ εἶναι τὴν ἡδονὴν τὸ ἄριστον, τουτέστιν μὴ εἶναι εὐδαιμονίαν, οἷς ἐναντιοῦνται οἱ λέγοντες τὴν εὐδαιμονίαν ἡδονὴν εἶναι. ὅλως μὲν οὖν οὐκ ἀγαθόν, τοῦτό ἐστι καθόλου μὲν οὖν οὐδεμία ἡδονὴ ἀγαθόν, ὅτι πᾶσα ἡδονὴ γένεσις εἰς φύσιν αἰσθητή· γένεσις μὲν οὖν εἰς φύσιν λέγεται, διότι ἀναπλήρωσίς τις δοκεῖ τῆς ἐνδείας εἶναι καὶ ἄγειν εἰς τὸ ἀγαθὸν κατὰ φύσιν. ἡ μὲν γὰρ πεῖνα ἔνδεια τῆς φυσικῆς καταστάσεως, ἡ δὲ ἐν τῷ ἐσθίειν ἡδονὴ ἀναπλήρωσις τῆς ἐνδείας καὶ ἀγωγὴ εἰς τὸ κατὰ φύσιν, ἡ δὲ ἐν τῷ πίνειν ἡδονὴ ἀναπλήρωσις καὶ γένεσις ἄγουσα εἰς τὸ κατὰ φύσιν. διὰ μὲν ταῦτα γένεσις εἰς φύσιν· αἰσθητὴ δὲ ὅτι εἰσὶ καὶ ἄλλαι γενέσεις ἐν ἡμῖν, οἷον αἱ αἱματώσεις καὶ ἀναδόσεις τῆς τροφῆς, αἳ οὐκ εἰσὶν ἡδοναὶ διὰ τὸ λεληθέναι· ἀλλ’ ἐὰν ἡ γένεσις καὶ ἀναπλήρωσις αἰσθητὴ ᾖ, τότε γίνεται ἡδονή· ὁ δὴ λόγος τοιοῦτος· οὐδεμία γένεσις συγγενὴς τῷ τέλει· ἡ δὲ ἡδονὴ γένεσις· οὐκ ἄρα ἐστὶν ὁμογενὴς τῷ τέλει· τὸ δὲ τέλος καὶ ἡ εὐδαιμονία ἀγαθόν· οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή, εἴ γε μή ἐστιν ὑπὸ τὸ αὐτὸ γένος. διὰ τοῦτον μὲν τὸν λόγον ἔφαμεν ἐγχωρεῖν γεγράφθαι μετὰ τοῦ ἄρθρου τὸ ἀγαθόν. ὅτι δὲ οὐδεμία γένεσις ὁμογενὴς τῷ τέλει, ἐκ τῆς ἐπαγωγῆς πειρῶνται δεικνύναι. ἡ μὲν γὰρ οἰκοδόμησις γένεσις, ἡ δὲ οἰκία τέλος καὶ οὐκ εἰσὶν ὁμογενεῖς· ἡ μὲν γὰρ οἰκία οὐσία, ἡ δὲ οἰκοδόμησις καὶ τοῦ ποιεῖν καὶ τοῦ πρός τι· ἔτι ἡ ναυπήγησις γένεσις, ἡ δὲ ναῦς τέλος, καὶ οὐχ ὁμογενεῖς, καὶ ἐπὶ πολλῶν ἄν τις οὕτως λάβοι. ἔτι δὲ ψευδὴς οὗτος ὁ λόγος (καὶ γὰρ τὸ ἀγαθὸν γένος λαμβάνει οὐκ ὂν ἀλλὰ κατηγορούμενον ὁμωνύμως), καὶ τὸ μηδεμίαν γένεσιν ὁμογενῆ εἶναι τῷ τέλει ψεῦδος·2 ἵνα γάρ τις δῷ γένος τὸ ἀγαθόν,3 ἡ ἀρετὴ καὶ ἑκάστη τῶν κατ’ ἀρετὴν ἐνεργειῶν ποιήσεις οὖσαι τοῦ τέλους, ταῦτα γένεσις ἂν λέγοιτο· ἀλλ’ ἔστιν αὐτῶν ἑκάστη ἀγαθόν· λεχθήσεται δὲ καὶ ὑπ’ αὐτοῦ πρὸς τὸν λόγον.

因此,出于这个原因,关于快乐与痛苦的考察对于政治哲学家而言也是本职所在。有些人认为没有任何快乐是善,据说安提斯泰尼也曾持有这种观点;无论如何,他们说快乐无论就其自身而言还是按偶性而言都不是善。因为在善事之中,有些是就其自身而言的,例如诸德性以及依德性而行的活动;另一些则是按偶性而言的,例如医治、切除、灼烧和辛劳;因为这些事物我们没有一件是因其自身而选择的,而是为了别的事物并按偶性选择的;但他们认为快乐在这两种方式下都不是善,既非作为自身之善,亦非作为按偶性之善。因为“快乐与善并非同一事物”。如果文本作如此读,解释便是容易的:因为他们说快乐无论就其自身而言还是按偶性而言都不是善,既然它与任何一种善都不是同一的。但如果带定冠词写作“因为快乐与那善并非同一事物”,那么加上这一句就会显得不合情理:因为无论将善理解为诸善事之属,还是理解为幸福,这如何能表明快乐既非自身之善之一,亦非按偶性之善之一呢?因为他把这些作为原因提出,但不是善之属且不与幸福同一,并不是快乐不是善的原因。因为确实还有其他事物是善,却与共同的善或幸福并不同一。然而,难道不是由于善被认为是以同名异义的方式述说的,他似乎在说它与善所表示的任何事物都不是同一的吗?或者他说这话,是因为他在接下去的论述中将根据快乐在属上不与幸福同一而证明快乐不是善?而这一论证稍后就会明晰。总之,在有些人看来,没有任何快乐是善;在另一些人看来,唯有一种快乐是善,而多数快乐是卑劣的;在又一些人看来,即使所有快乐都是善,快乐也绝不是最善之物,即不是幸福;主张幸福就是快乐的人则与他们针锋相对。 全然不是善,也就是说普遍而言没有任何快乐是善,乃是因为“一切快乐都是进入自然本性的可感觉的生成”。被称为“进入自然本性的生成”,是因为它似乎是对匮乏的某种充实,并将人引向符合自然本性的善。因为饥饿是自然状态的匮乏,而进食中的快乐是对匮乏的充实,是向符合自然本性之状态的引导;饮水中的快乐是充实,是导向符合自然本性之状态的生成。由于这些缘故,它是“进入自然本性的生成”。而称其为“可感觉的”,是因为在我们体内还有其他生成,例如造血和养分的输送,它们因未被察觉而并非快乐;但如果生成与充实是可感觉的,那么这时就产生了快乐。这一论证乃是这样的:“没有任何生成与目的是同属的;快乐是生成;因此它与目的不是同属的;而目的与幸福是善;因此,如果快乐不在同一属之下,快乐就不是善”。正是基于这一论证,我们才说“善”带着定冠词写成是可以成立的。至于没有任何生成与目的是同属的,他们试图通过归纳来表明。因为盖房是生成,房屋是目的,而它们并非同属;因为房屋是实体,而盖房则既属于作用又属于关系;再者,造船是生成,船只是目的,它们并非同属;而在许多事例中人们都可以这样理解。此外,这一论证是虚妄的(因为它把善当成了属,而善并非属,乃是以同名异义的方式被述说的),并且没有任何生成与目的是同属的这一说法也是虚妄的;因为就算有人承认善是一个属,德性以及依德性而行的各项活动既然是目的的产生,就会被称为生成,然而它们中的每一项都是善;关于这一点,他自己随后也会针对该论证予以说明。

语法注3 条
  1. 5.2οὐ γὰρ εἶναι ταὐτὸν ἀγαθὸν καὶ τὴν ἡδονήν

    间接引语中的“宾格加不定式”结构。阿斯帕西奥斯将不带定冠词的读法(ἀγαθὸν)与后文讨论的带定冠词的异读(τῷ ἀγαθῷ)在句法和逻辑含义上进行了对比。不带定冠词时被理解为不定命题(“快乐与任何善都不是同一的”),而带定冠词时则指代普遍的善(作为诸善之属或最高善的幸福)。

  2. 5.2καὶ τὸ μηδεμίαν γένεσιν ὁμογενῆ εἶναι τῷ τέλει ψεῦδος

    带冠词的“宾格加不定式”短语 τὸ μηδεμίαν γένεσιν... εἶναι 充当整个句子的主语,与表语名词 ψεῦδος(虚妄,系动词 ἐστί 省略)构成判断句。这一名词性结构构成了紧随前文 καὶ γὰρ τὸ ἀγαθὸν γένος λαμβάνει... 之后的第二个反驳命题。

  3. 5.2ἵνα γάρ τις δῷ γένος τὸ ἀγαθόν

    带虚拟式(δῷ)的 ἵνα 从句在此并非表示目的,而是用作让步条件从句(“即使假定/承认……”)。它与主句中的潜在希求式(ταῦτα γένεσις ἂν λέγοιτο)相呼应,引入了为论证而暂时承认对方前提的假定性推演。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:142.7-143.19