- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:140.19-142.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述了基于放荡与不能自制、明智与精明的区别而确定的不能自制的本性,探讨了因习惯或鲁莽所致不能自制的可医治性,并阐明为何对快乐与痛苦的探讨属于政治哲学家。
δῆλον δὲ καὶ ὅτι ὁ ἀκόλαστος ἀκρατὴς καθ’ ὁμοιότητα λέγεται· ἀμφότεροι γὰρ τὰς σωματικὰς ἡδονὰς διώκουσι, διαφέρει δὲ ὅτι ὁ μὲν ἀκόλαστος καὶ πέπεισται διωκτέον αὐτὰς εἶναι, ὁ δὲ οὐ πέπεισται· λέγει δὲ ὅτι οὐχ οἷόντε ἅμα φρόνιμον εἶναι καὶ ἀκρατῆ. δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις ὁ τῷ ὄντι φρόνιμος ὅτι σπουδαῖος τὸ ἦθος1 καὶ πάσας ἔχων τὰς ἠθικὰς ἀρετάς, ὥστε καὶ τὴν σωφροσύνην· ἀδύνατον δὲ τὸν αὐτὸν σώφρονα καὶ ἀκρατῆ εἶναι· ἔτι φρόνιμον κυρίως καὶ κατ’ ἀλήθειαν οὐ τὸν εἰδότα μόνον τὰ δίκαια, ἀλλὰ καὶ τὸν πρακτικὸν ὧν δεῖ, καθάπερ δίκαιον οὐ τὸν εἰδότα μόνον. ὁ δ’ ἀκρατὴς οὐ πρακτικὸς τῶν δικαίων, ὥστε οὐ φρόνιμος. τὸν δὲ δεινὸν ἐνδέχεται ἀκρατῆ εἶναι· διὸ καὶ δοκεῖ φρόνιμος ἀκρατὴς εἶναι. τὸν γὰρ δεινὸν ἔνιοι φρόνιμον ὑπολαμβάνουσιν, ἔχουσι γάρ τινα ὁμοιότητα κατὰ τὸν λόγον· ἀμφότεροι γὰρ συνορατικοὶ τῶν εἰς τὸ προτεθὲν τέλος φερόντων· ἣν δὲ ἔχουσι διαφορὰν πρότερον εἴρηκεν· ἔτι δὲ οὐχ ὡς ὁ εἰδὼς τὰ πρακτὰ θεωρήματα παραβήσεται καὶ ἀκρατεύσεται, ἀλλὰ πάσχων παραπλήσιόν τι πάθος τῷ οἰνωμένῳ· ἐξίσταται γάρ πως καὶ σκοτοδινιᾷ ὑπὸ τοῦ πάθους ὁ ἀκρατής, μὴ ἀκριβῶς καθορῶν τὸν ἐν αὑτῷ λόγον καὶ ἑκὼν μὲν ποιεῖ ὁ ἀκρατὴς τρόπον τινὰ εἰδὼς ὅτι οὐ πρακτέον ποιεῖ· ἔχει γὰρ τὸν λόγον τὸν ἀπαγορεύοντα, ταραττόμενον δὲ ὑπὸ τοῦ πάθους. οὐκ ἔστι δὲ πονηρὸς παντελῶς ἀλλ’ ἡμιμόχθηρος· κακὸς μὲν γὰρ παντελῶς, ᾧ ὅλη διέφθαρται ἡ ψυχή· καὶ τὸ ἄλογον φαῦλόν ἐστιν· τοῦ δὲ ἀκρατοῦς ἡ προαίρεσις ἐπιεικής· προαίρεσιν δὲ πάλιν ἢ τὸν λόγον εἴρηκεν ἢ σὺν αὐτῷ καὶ τὴν βούλευσιν. οὔ φησι δὲ τὸν ἀκρατῆ ἄδικον εἶναι διὰ τὸ μὴ εἶναι ἐπίβουλον· ὁ μὲν γὰρ ἐπίβουλος, βουλευσάμενος δηλονότι κακά, ἐνεδρεύει καὶ κακουργεῖ· τῶν δὲ ἀκρατῶν ὁ μὲν βουλευόμενος καὶ μὴ ἐμμένων〈* * *〉 χρῆσθαι βούλεται, ὥστε οὐδέτερος ἐπίβουλος. Δῆλα δὲ ἃ καὶ μετὰ ταῦτα προσέθηκεν, ὅτι ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια περὶ ὑπερβολήν ἐστι τῆς τῶν πολλῶν ἕξεως· ὁ μὲν γὰρ ἐγκρατὴς ὑπερβάλλει αὐτοὺς ἐν τῷ ἐμμένειν μᾶλλον τῷ λόγῳ καὶ μὴ χρῆσθαι αἷς ἐκεῖνοι χρῶνται ἡδοναῖς, ὁ δὲ ἀκρατὴς ὑπερβάλλει τῷ χείρων αὐτῶν εἶναι καὶ μηδὲ ὧν ἀπέχονται, δυνατὸς εἶναι τούτων ἀφίστασθαι2 καὶ ταῦτα κελεύοντος τοῦ ἐν αὐτῷ λόγου. εὐιατοτέραν δὲ λέγει τὴν τῶν μελαγχολικῶν καὶ ὅλως τὴν προπεστέραν λεγομένην ἀκρασίαν τῆς τῶν βουλευομένων μέν, μὴ ἐμμενόντων δέ (δῆλον γὰρ ὡς ἂν ἐθισθῶσι βουλεύεσθαι οἱ προπετεῖς, ταχὺ μεταβάλλονται)· ἔτι τοὺς δι’ ἔθους ἀκρατεῖς εὐιατοτέρους τῶν διὰ φύσεως· δυσμετακίνητον γὰρ ἡ φύσις· καὶ τὸ ἔθος γὰρ διὰ τοῦτο δυσμετάθετον, ὅτι φύσει τι ὅμοιον ποιεῖ. Περὶ δὲ ἡδονῆς καὶ λύπης οἰκείαν φησὶν εἶναι τὴν θεωρίαν τῷ πολιτικῷ φιλοσόφῳ. ἔστι γὰρ τοῦ τέλους ἀρχιτέκτων. διὰ τί δὲ λέγει αὐτὸν ἀρχιτέκτονα τοῦ τέλους; ἢ ὅτι πᾶς λέγεται ἀρχιτέκτων ἐκείνου, οὗ ὑφηγητής ἐστι τῆς κατασκευῆς; ὁ δὲ πολιτικὸς ὑφηγεῖται, ὅπως ἂν γένοιτο εὐδαιμονία. ἔτι φρόνησις ἀρχιτεκτονικὴ λέγεται, διότι τὸν λόγον παρέχει ταῖς ἠθικαῖς ἀρεταῖς. ἔστι δὲ ἡ πολιτικὴ φρόνησις περὶ πόλιν καὶ πόλεως εὐδαιμονίαν. εἰκότως οὖν καὶ αὐτὴ ἀρχιτεκτονικὴ λέγεται τοῦ τέλους καὶ ὁ ἔχων αὐτὴν ὁ πολιτικός. ἐπεὶ οὖν πρὸς τὸ τέλος βλέποντες τὸ μὲν ἀγαθὸν ἁπλῶς λέγομεν τὸ δὲ κακόν, ἀγαθὸν μὲν τὸ φέρον εἰς τὸ τέλος καὶ τὴν εὐδαιμονίαν, κακὸν δὲ τὸ ἐμποδιστικὸν ταύτης, δῆλον ὡς τοῦ ἀρχιτεκτονοῦντος τέλος καὶ ἡ περὶ ἡδονῆς ἢ λύπης θεωρία,3 εἴτε φέρει εἰς τὴν εὐδαιμονίαν εἴτε ἔμπαλιν ἐμποδίζει. ἔτι δέ, ἐπεί ἐστιν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας, ὡς δέδεικται, ἡ δὲ πολιτικὴ περὶ ἐπιμέλειαν τῆς ἠθικῆς ἀρετῆς ἐστιν, ἀναγκαῖον τῷ πολιτικῷ ἐπισκοπεῖν περὶ αὐτῶν. ἔτι τὴν εὐδαιμονίαν οἱ πλεῖστοι μεθ’ ἡδονῆς εἶναί φασι καὶ τὸν εὐδαίμονα μακάριον ὠνομάσθαι, οἷον ὡς ἂν εἴποις μάλα χαίροντα.
同样显然的是,放荡者是按照相似性被称为不能自制者的:因为两者都追求肉体快乐,但差异在于放荡者坚信应当追求这些快乐,而不能自制者并未确信。他又说,同一个人不可能同时是明智的又是不能自制的。因为在前面的论述中已经表明,真正明智的人在品格上是优秀的,具有一切伦理德性,因而也具有节制;但同一个人不可能既是节制的又是不能自制的。此外,严格且真实意义上的明智者,不仅是知道正义之事的人,而且也是将应当做的事付诸实践的人,正如正义者不仅是知晓正义的人一样。然而不能自制者并非正义之事的实践者,因此不是明智者。另一方面,精明者却可能是不能自制的;因此明智者也似乎是不能自制的。因为有些人把精明者当作明智者,因为他们就理性而言具有某种相似性;因为两者都能洞察通向既定目的的诸手段;但他们所具有的差异此前已经说明。再者,他违规而流于不能自制,并不是作为一个通晓实践命题的人去做的,而是经受着与醉汉极其相似的情状;因为不能自制者在激情的支配下在某种程度上神志失常且感到眩晕,无法准确地看清自己内心的理性;而且不能自制者一方面是出于自愿而行动的,在某种程度上知道自己在做不该做的事;因为他虽然拥有禁止的理性,却被激情所扰乱。但他并非全然邪恶,而是半恶的;因为全然败坏的人,其整个灵魂都被败坏且非理性部分是卑劣的;而不能自制者的抉择是端正的;他又把“抉择”称为理性,或是将审思与理性结合在一起的东西。他说不能自制者不是不正义的,因为他不是怀有阴谋之人:因为怀有阴谋者显然是在审思了恶事之后设下陷阱并作恶;而在不能自制者中,审思而不坚守者〈* * *〉希望享受,因此两者都不是怀有阴谋之人。 他在此之后所补充的事情也是显而易见的:即不能自制与自制是相对于大多数人的品质的过度而言的。因为自制者超越他们在于更加坚守理性而不享受他们所享受的快乐,而不能自制者超越他们则在于比他们更恶劣,甚至无法远离那些大多数人都克制不为的事物,而且这还是在他内心的理性如此命令的情况下。他说,胆汁质之人的不能自制,以及总的来说被称为鲁莽的不能自制,比起那些虽经审思却不坚守者的不能自制更容易医治(因为显而易见,鲁莽者一旦习惯于审思,就会迅速转变);此外,出于习惯的不能自制者比出于本性的人更容易医治;因为本性难以改变;而习惯也正是由于这个原因才难以更动,因为它产生出类似于本性的东西。 他说,关于快乐与痛苦的考察对于政治哲学家而言是本职所在;因为他是目的的总建筑师。但他为什么称他为目的的总建筑师呢?难道不是因为凡是指引其构造的人,都被称为该事物的建筑师吗?而政治家所指引的,乃是如何实现幸福。再者,明智被称为主导性的,是因为它为伦理德性提供理性。而政治明智是关涉城邦以及城邦之幸福的。因此,它本身被称为目的的主导者,而拥有它的政治家被称为主导者,也是合情合理的。因此,由于着眼于目的,我们把一者径直称为善,把另一者称为恶——善是导向目的与幸福的事物,而恶是阻碍幸福的事物——显然,关于快乐或痛苦的考察也属于建筑目的之人,无论它是导向幸福,还是相反地阻碍幸福。再者,既然伦理德性关涉快乐与痛苦,正如所表明的那样,而政治学关涉伦理德性的培养,那么政治家考察它们就是必然的了。此外,大多数人都说幸福伴随着快乐,且幸福者已被命名为“至福者”,就好像人们可以说“极其快乐者”一样。
- 5.2ὁ τῷ ὄντι φρόνιμος ὅτι σπουδαῖος τὸ ἦθος
先取构文(prolepsis)。从属从句(ὅτι 从句)的逻辑主语 ὁ τῷ ὄντι φρόνιμος 被提前到主句中,作为被动语态动词 δέδεικται 的主格主语,随后跟随着 ὅτι 从句的谓语 σπουδαῖος τὸ ἦθος ...。
- 5.2μηδὲ ὧν ἀπέχονται, δυνατὸς εἶναι τούτων ἀφίστασθαι
关系从句前置的倒装结构。否定词 μηδέ 统辖整个不定式短语,结构相当于 [οὐ] δυνατὸς εἶναι ἀφίστασθαι τούτων ὧν ἐκεῖνοι ἀπέχονται(“甚至无法远离那些他们所克制的事物”),先行词 τούτων 被置于关系代词 ὧν 之后。
- 5.2δῆλον ὡς τοῦ ἀρχιτεκτονοῦντος τέλος καὶ ἡ περὶ ἡδονῆς ἢ λύπης θεωρία
属格谓语结构,省略了系词(ἐστί)。属格短语 τοῦ ἀρχιτεκτονοῦντος τέλος 表示属性或职责所属(“属于目的的建筑师”),主语是 ἡ περὶ ἡδονῆς ἢ λύπης θεωρία。
