- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:138.33-140.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修阐明执拗者因追求快感而更接近不能自制者而非自制者,并指出出于高尚快乐而改变主张(如涅俄普托勒摩斯)并不属于不能自制。随后他探讨自制作为一种中道,分析了与其对应的过度(不能自制)与不及(无名状态),并辨析了节制与自制的异同。
ὡς ἐπίπαν δὲ ἰσχυρογνώμονές εἰσι καὶ ἰδιογνώμονες δι’ ἡδονὴν καὶ λύπην· χαίρουσι γὰρ φυλάττοντες τὴν αὑτῶν δόξαν καὶ ὡς εἰπεῖν νικῶντες τοὺς ἐναντίους λόγους τῷ μὴ μεταπείθεσθαι1 καὶ λυποῦνται, ἂν μεταπείθωνται, ὥστε 〈τῷ〉 ἀκρατεῖ δι’ ἡδονὴν μᾶλλον ἐοίκασιν ἢ τῷ ἐγκρατεῖ. δι’ ἡδονὴν γὰρ ἁμαρτάνουσιν ἐνίοτε καὶ οὐ μεταπείθονται πρὸς τὸ βέλτιον. ἑπόμενον δ’ ἦν λέγειν ‘οἱ δὲ ἄγροικοι καὶ ἀμαθεῖς διὰ ἀπαιδευσίαν καὶ σκληρότητα ἤθους οὐ μεταπείθονται’, ἀλλὰ παραιτεῖται τοῦτο ἐν τῷ λόγῳ.2 Ἑξῆς δ’ ἐπισημειοῦται ὅτι εἰσί τινες φαντασίας ἀκρατεῖς ἔχοντες, οὐκ ὄντες δὲ ἀκρατεῖς οὐδὲ ψεκτοὶ ἀλλὰ τοὐναντίον καὶ ἐπαινετοί, οἷον οἱ τοῖς δόξασιν αὐτοῖς οὐκ ἐμμένοντες δι’ ἡδονὴν ἀλλὰ καλὴν καὶ ἐπαινετήν, οἷον ὡς ἐν τῷ Φιλοκτήτῃ τῷ Σοφοκλέους ὁ Νεοπτόλεμος· ἀνεπείσθη μὲν γὰρ ὑπὸ τοῦ Ὀδυσσέως τὰ ψευδῆ λέγειν πρὸς τὸν Φιλοκτήτην, οὐκ ἐμμένει δὲ χαίρων καὶ ἡδόμενος τῷ μὴ ψεύδεσθαι. ὥστε οὐ πᾶς ὁ δι’ ἡδονὴν μὴ ἐμμένων τοῖς δόξασιν ἀκρατής, ἀλλ’ ὁ δι’ αἰσχράν. βούλεται δὲ ὁ Ἀριστοτέλης καὶ τὴν ἐγκράτειαν μεσότητα εἶναι καθάπερ καὶ τὰς ἀρετάς. εἰ γὰρ μή ἐστιν ἀρετὴ ἀλλ’ ἐπαινετή γε ἕξις, καὶ αἱ παρακείμεναι αὐτῇ καθ’ ὑπερβολὴν καὶ ἔνδειαν διαθέσεις, εἰ καὶ μὴ παντελῶς κακαί, ψεκταί εἰσιν. καθάπερ οὖν τῇ σωφροσύνῃ μεσότητι οὔσῃ περὶ τὰς σωματικὰς ἡδονὰς καὶ τοῦ λόγου ὀρθοῦ ὄντος τοῦ ἐν τῷ σώφρονι καὶ τῆς ὀρέξεως παρέκειντο ὁ μὲν ἀκόλαστος ὑπερβάλλων ἐν ταῖς ἡδοναῖς, ὥστε καὶ τὸν λόγον ἐν αὐτῷ διεφθάρθαι καὶ τὴν ὄρεξιν, ὁ δὲ ἀναίσθητος ἐλλείπων καὶ μηδὲ ταῖς φυσικαῖς χρώμενος (φαῦλος δὲ καὶ ἐν αὐτῷ ὅ τε λόγος καὶ ἡ ὄρεξις), οὕτως τῷ ἐγκρατεῖ μὴ ἡττωμένῳ τῶν παρὰ τὸν λόγον ἐπιθυμιῶν διὰ τὸ ἐμμένειν τῷ λόγῳ παράκεινται ὁ μὲν ἀκρατής, ἡττώμενος μὲν ὑπὸ τῶν ἐπιθυμιῶν καὶ τῶν αἰσχρῶν ἡδονῶν, παραβαίνων δὲ τὸν ἀπαγορεύοντα λόγον αὐταῖς χρῆσθαι. καὶ οὗτος μὲν τέτακται κατὰ τὴν ὑπερβολήν· ἄλλος δέ τις ἂν εἴη οἷος ἧττον ἢ δεῖ χαίρειν τοῖς σωματικοῖς καὶ οὐκ ἐμμένων τῷ λόγῳ κελεύοντι χρῆσθαι ταῖς ἡδοναῖς. πότερον δὲ ἐπιθυμῶν ὅμως οὐκ ἐνδίδωσι ταῖς ἐπιθυμίαις ἢ οὐδὲ ἐπιθυμεῖ; ὁ μὲν γὰρ Ἀριστοτέλης ἐμφαίνει μὴ ἐπιθυμεῖν αὐτόν, λέγων ἧττον ἢ δεῖ χαίρειν αὐτὸν ταῖς σωματικαῖς ἡδοναῖς. ἆρα δὲ ἐγχωρεῖ καὶ τὸν ἐπιθυμοῦντα καὶ τοῦ λόγου κελεύοντος νῦν χρῆσθαι ταῖς ἡδοναῖς ταῖσδε ὅμως λόγον τινὰ ἔχειν ἐναντιούμενον καθόλου, ὅτι οὐ δεῖ χρῆσθαι ἡδοναῖς ἢ εἰ μὴ λόγον, ἵνα μὴ ἅμα ἐναντίοι ὦσιν ἐν αὐτῷ λόγοι ἀλλὰ βούλησιν ἢ ἄλογόν τινα ὁρμὴν ὑπὸ ἀγριότητος ἤθους, ἐπιστήσειεν ἄν τις.3 οὗτος δ’ οὖν ἔοικε κατὰ τὴν ἔλλειψιν τετάχθαι, ἔστι δὲ ἀνώνυμος διὰ τὸ μὴ γίνεσθαι ῥᾳδίως· ἀγαπητὸν γὰρ εὑρεῖν τινας τοσαύταις χρωμένους ἡδοναῖς, ὅσαις προστάσσει ὁ λόγος ἢ μηδὲ τοῦ λόγου ἐνδιδόντος ὅμως φεύγοντας τὴν ἡδονήν· διὰ δὲ τὸ μὴ γίνεσθαι τοιούτους δοκεῖ ἡ ἐγκράτεια μόνη ἀντικεῖσθαι τῇ ἀκρασίᾳ, καθάπερ καὶ ἡ σωφροσύνη μόνη δοκεῖ ἀντικεῖσθαι τῇ ἀκολασίᾳ διὰ τὸ τὴν καλουμένην ἀναισθησίαν σπανίως ἢ ἐν μηδενὶ εὑρίσκεσθαι. Ὅταν δὲ λέγῃ τὸν μὲν ἀκρατῆ μὴ ἐμμένειν τῷ λόγῳ διὰ τὸ μᾶλλον, τὸν δὲ διὰ τὸ ἧττον, τοῦτο δηλοῖ, ὅτι ὁ μὲν ἀκρατὴς οὐκ ἐμμένει διὰ τὸ μᾶλλον ἢ δεῖ εἴκειν ταῖς ἡδοναῖς, ὁ δὲ διὰ τὸ ἧττον ἢ δεῖ· τοῦτο δέ ἐστι διὰ τὸ μὴ δέχεσθαι μηδὲ ἃς δεῖ ἡδονάς. διὰ τί δὲ λέγομεν πολλάκις τὸν σώφρονα ἐγκρατῆ καὶ τὸν ἀκόλαστον ἀκρατῆ, διδάσκει· πολλὰ γάρ, φησί, καθ’ ὁμοιότητα λέγεται· ὅμοιος δὲ δοκεῖ ὁ ἐγκρατὴς τῷ σώφρονι (ἑκάτερος γὰρ αὐτῶν οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδονὰς ποιεῖν), πλὴν διαφέρουσιν, ὡς πολλάκις εἴρηται, τῷ τὸν μὲν σώφρονα μὴ ἔχειν φαύλας ἡδονάς, τὸν δὲ ἐγκρατῆ ἔχειν· καὶ ὁ μὲν σώφρων οἷος μήτε ἥδεσθαι μήτε χαίρειν ἄλλαις ἢ αἷς ὁ λόγος κελεύει ἡδοναῖς, ὁ δ’ ἐγκρατὴς τῷ μὲν νοσεῖν αὐτῷ τὸ ἐπιθυμητικὸν οἷος ἥδεσθαι ταῖς φαύλαις ἡδοναῖς, οὐ μέντοι ἄγεται ὑπ’ αὐτῶν, νικῶντος τοῦ ἐν αὐτῷ λόγου.
大体而言,执拗者和自以为是者是出于快乐与痛苦才如此的:因为他们乐于坚守自己的意见,乐于通过不被说服改变主意而在某种意义上击败相反的道理,并且若被说服改变主意便感到痛苦;因此,由于快乐的缘故,他们与其说类似于自制者,不如说更类似于不能自制者。因为他们有时出于快乐而犯错,且不肯被说服转向更好的方面。接下来本可以说“乡野之人与无知之辈由于缺乏教养和性格顽固而不被说服”,但他在这段论述中免去了这一点。 接着他指出,有些人具有不能自制者的表象,但既非不能自制者,亦非应受谴责者,反而甚至应当受到赞扬:例如那些出于快乐而不坚守自己所认定的主张的人,然而这快乐是高尚且值得赞扬的,正如索福克勒斯的《菲洛克忒忒斯》中的涅俄普托勒摩斯;因为他虽然被奥德修斯说服对菲洛克忒忒斯说假话,却因乐于且享受不撒谎而不坚守[此前的决定]。因此,并非凡是出于快乐而不坚守所认定主张的人都是不能自制者,唯有出于可耻快乐的人才是。 亚里士多德也希望自制像各种德性一样是一种中道。因为即使它不是德性,至少也是值得赞扬的品质,那么在过度与不及两方面与它邻近的状态,即便并非全然恶劣,也是应受谴责的。正如节制是关于肉体快乐的中道,且节制者内心的理性和欲求都是正确的,而邻近于它的,一方面是在快乐中过度的放荡者,致使他内心的理性和欲求皆被败坏;另一方面是在快乐中不及且甚至不享受自然快乐的无感觉者(在他内心,理性和欲求同样是卑劣的);照样,邻近于因坚守理性而不被违背理性的欲望所击败的自制者的,一方面是不能自制者,他被欲望和可耻的快乐所击败,违背了禁止享受这些快乐的理性。此人被归入过度的行列;但还会有另一类人,对于肉体事物享受得少于所应有的程度,并且不坚守那吩咐他享受快乐的理性。那么,他究竟是虽有欲望却不屈服于欲望,还是根本就没有欲望呢?亚里士多德表明他没有欲望,说他对于肉体快乐享受得少于所应有的程度。然而是否可能,有人虽然有欲望,且理性此时也吩咐他享受这些快乐,但他却拥有某种普遍反对的道理,认为根本不应当享受快乐——或者如果不是道理(以免在他内心同时存在相互对立的道理),则是出于性格残暴的一种意愿或某种非理性的冲动呢?有人或许会提出这样的考察。无论如何,此人似乎被归入不及的行列,但他没有名称,因为这种情况并不常发生;能够找到享受理性所规定的适量快乐的人,或者甚至在理性不予准许时避开快乐的人,就已经是万幸了;而由于这类人并不产生,自制似乎只与不能自制相对立,正如所谓的无感觉因极罕见或在任何人身上都不存在,以至于节制似乎只与放荡相对立一样。 当他说不能自制者因“过多”而不坚守理性,而另一方因“过少”而不坚守理性时,他的意思是:不能自制者不坚守是因为多于所应有地顺从快乐,而另一方则是因为少于所应有地顺从快乐;这是由于他连所应享受的快乐也不接受。 他接着教导我们为何常常把节制者称为自制者,把放荡者称为不能自制者:因为他说,许多事物都是按照相似性而言说的;自制者看来类似于节制者(因为他们两人都属于绝不因肉体快乐而做出违背理性之事的人),只是正如屡次谈到的那样,他们的差异在于节制者不具有卑劣的快乐,而自制者具有;并且节制者绝不会因理性所命令之外的快乐而感到愉悦或高兴,而自制者由于欲求部分患有疾患,虽能对卑劣的快乐感到愉悦,却绝不会被它们牵引,因为他内心的理性占据了上风。
- 5.2τῷ μὴ μεταπείθεσθαι
带冠词不定式的与格(τῷ μὴ μεταπείθεσθαι),用以表示方式或手段,修饰前面的分词短语 νικῶντες τοὺς ἐναντίους λόγους,说明他们通过不被说服来击败对立的道理。
- 5.2ἀλλὰ παραιτεῖται τοῦτο ἐν τῷ λόγῳ
承接前文带有潜在过去意味的 ἑπόμενον δ’ ἦν λέγειν…(“本来可以接着说……[但他并未如此]”)的主句。动词 παραιτεῖται 在此处意为“拒绝”或“避而不谈”,指出亚里士多德在论述中特意略过了该论点。
- 5.2ἆρα δὲ ἐγχωρεῖ καὶ τὸν ἐπιθυμοῦντα... ἐπιστήσειεν ἄν τις
该长句将疑问句“ἆρα δὲ ἐγχωρεῖ...(……是否也有可能?)”与句末的潜能希求法“ἐπιστήσειεν ἄν τις(或许有人会提出注意/考察)”结合在一起。宾格 τὸν ἐπιθυμοῦντα 是不定式 ἔχειν 的逻辑主语,后面的 ἢ εἰ μὴ λόγον... 则构成选择性补充(“如果不是理性,那么[是否可能具有]意愿或冲动”)。
