- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:137.14-138.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯阐述了亚里士多德关于本质上的与偶性上的自制和不能自制的区分(究竟是坚守真实理性还是任何意见),并澄清了自制者与在表象上与之相似却不听从理性的执拗者之间的本质区别。
ἄλλως δ’ ἐστὶν ἐναντίος τῷ ἀκρατεῖ ὁ ἐγκρατής, ὃν λέγει ἐμμενετικὸν εἶναι τῷ λόγῳ διὰ τὸ πάθος,1 ἐπειδὴ προελθὼν λέγει τὸν ἰσχυρογνώμονα ἐμμενετικὸν εἶναι τῇ αὑτοῦ δόξῃ οὐ διὰ πάθος ἀλλὰ λόγον. ὡς εἰπεῖν δὲ σαφέστερον, ὁ μὲν ἐγκρατὴς ἐμμενετικὸς εἶναι λέγεται τῇ αὑτοῦ δόξῃ διὰ τὸ μὴ κρατεῖν αὐτοῦ τὸ πάθος, ὁ δὲ ἰσχυρογνώμων καὶ αὐτὸς ἐμμενετικὸς εἶναι λέγεται τῇ αὑτοῦ δόξῃ διὰ τὸ μὴ ἡττᾶσθαι τοῦ ἐναντιουμένου αὐτῷ λόγου. καὶ φανερὸν ὅτι ἡ μὲν ἀκρασία φαύλη ἕξις, ἡ δ’ ἐγκράτεια σπουδαία. Ζητεῖ δὲ ἑξῆς, πότερον ἐγκρατής ἐστιν ὁ ὁποιῳοῦν λόγῳ ἐμμένων ἢ ὁ τῷ ἀληθεῖ καὶ ὁ προαιρέσει ὁποιᾳοῦν ἐμμένων ἢ ὁ τῇ ὀρθῇ προαιρέσει. προαίρεσιν δὲ ἤτοι ταὐτὸν νῦν τῷ λόγῳ εἴληφεν ἐκ παραλλήλου2 ἢ τὴν βούλησιν ὀνομάζει προαίρεσιν ἢ νὴ Δία προαίρεσιν ὅλως λέγει τὸ ἐκ τοῦ λόγου καὶ τῆς βουλήσεως, ἐπειδὴ ἡ προαίρεσις ἐξ ὀρέξεώς ἐστι καὶ λόγου. ἔστι δὲ ἡ βούλησις ὄρεξις, ἐμμένει δὲ ὁ ἐγκρατὴς καὶ τῷ λόγῳ καὶ τῇ βουλήσει καταγωνιζόμενος ἑτέραν τινὰ ὄρεξιν τὴν ἐπιθυμητικήν. καὶ περὶ τοῦ ἀκρατοῦς δὲ ἡ αὐτὴ ἀπορία, εἰ ἀκρατής ἐστιν ὁ ὁποιᾳοῦν προαιρέσει καὶ ὁ ὁποιῳοῦν λόγῳ μὴ ἐμμένων ἢ ὁ τῷ ψευδεῖ λόγῳ καὶ τῇ προαιρέσει τῇ μὴ ὀρθῇ. φησὶ δὲ κατὰ συμβεβηκὸς μὲν εἶναι ἐγκρατῆ τὸν ὁποιῳοῦν λόγῳ ἐμμένοντα καὶ ὁποιᾳοῦν προαιρέσει, καθ’ αὑτὸ δὲ τὸν τῷ ἀληθεῖ λόγῳ. τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἀκρατοῦς· κατὰ συμβεβηκὸς μὲν γὰρ ἀκρατὴς καὶ ὁ μὴ ἐμμένων τῷ ψευδεῖ λόγῳ καὶ τῇ μοχθηρᾷ προαιρέσει, οἰόμενος ἀληθῆ εἶναι τὸν λόγον καὶ χρηστὴν τὴν προαίρεσιν διώκων δὲ παρὰ τὸν ἐν αὑτῷ λόγον τὰς ἐπιθυμίας † εἰ ὄντα ἔτυχε καλά· καθ’ αὑτὸ δὲ ὁ τὸν μὲν ἀληθῆ λόγον παραβαίνων, διώκων δὲ μοχθηρὰν ἐπιθυμίαν. ὅτι δὲ κατὰ συμβεβηκὸς ὀρθῶς λέγονται καὶ ἐγκρατεῖς καὶ ἀκρατεῖς οἱ λεχθέντες προβιβάζει λέγων· εἰ γάρ τις τοδὶ διὰ τοδὶ αἱρεῖται· κατὰ συμβεβηκὸς δὲ τὸ πρότερον, ὃ λέγει, οὕτως ἂν γένοιτο γνώριμον. εἴ τις αἱρεῖται οἶνον καὶ ποιεῖται περὶ πολλοῦ, τοῦτέστιν περὶ πολλοῦ ποιεῖται ὃ καθ’ αὑτὸ αἱρεῖται, οὕτως οὖν ἔοικε καὶ ὁ τῷ ψευδεῖ λόγῳ ἐμμένων καὶ τῇ φαύλῃ προαιρέσει οἰόμενος ἀληθῆ εἶναι τὸν λόγον καὶ χρηστὴν τὴν προαίρεσιν καὶ καθ’ αὑτὸ μὲν τιμᾶν τὸ ἀληθὲς καὶ τὸ καλόν, κατὰ συμβεβηκὸς δὲ ἐμμενετικός ἐστιν. εἴη ἄν καὶ κατὰ συμβεβηκὸς [ὁ] ἀκρατὴς ὁ μὴ ἐμμένων ψευδεῖ λόγῳ, οἰόμενος δ’ αὐτὸν ἀληθῆ εἶναι καὶ διώκων χρηστὴν ἐπιθυμίαν ὡς φαύλην· ἁπλῶς δὲ καὶ καθ’ αὑτὸ ἐγκρατὴς μὲν ὁ τῷ ἀληθεῖ λόγῳ ἐμμένων καὶ νικῶν τὴν ἐπιθυμίαν, ἀκρατὴς δὲ ὁ ἐναντίος. Τοὺς δ’ ἰσχυρογνώμονας ἔνιοι μὲν διὰ τὸ ἐμμενετικοὺς εἶναι τῇ αὑτῶν δόξῃ καὶ δυσπείστους ἐγκρατεῖς νομίζουσιν· ὁ δὲ Ἀριστοτέλης ὅμοιον μέν τι φησὶν αὐτὸν ἔχειν κατὰ τὴν φαντασίαν τῷ ἐγκρατεῖ, καθάπερ καὶ τὸν θρασὺν τῷ ἀνδρείῳ καὶ τὸν χαῦνον τῷ ἐλευθερίῳ· διαφέρει δὲ κατὰ πολλά. ἰδίως δὲ νῦν τὸν χαῦνον εἶπεν ἐοικέναι τῷ ἐλευθερίῳ, ἐν ἄλλοις εἰπὼν τὸν ἄσωτον αὐτῷ ὅμοιον εἶναι κατὰ τὴν φαντασίαν. πλὴν πῶς διαφέρουσιν ὁ ἐγκρατὴς καὶ ὁ ἰσχυρογνώμων δείκνυσιν· ὁ μὲν γὰρ ἐγκρατὴς διὰ πάθος καὶ ἐπιθυμίαν οὐ μεταβάλλει, τουτέστιν οὐ μεταβάλλει τὸν λόγον ἡττώμενος ὑπὸ τῆς ἐπιθυμίας, ἐπεὶ εὐπειστός ἐστιν, ἄν τύχῃ λόγος τις ὀρθός, ἐξιὼν μεταθέσθαι3 ἧς πρότερον ἔσχε δόξης περὶ ὁτουοῦν· καθόλου γὰρ τὸν ἀληθῆ λόγον περὶ πλείστου ποιεῖται καὶ οὐ πάντως προθέμενος μὴ χρήσασθαι ἡδονῇ ἐμμένει, ἀλλ’ ἂν καιρὸς ᾖ καὶ λόγος αἱρῇ χρήσασθαι, προσήσεται τὴν ἡδονήν· ὁ δὲ ἰσχυρογνώμων ἐμμενετικός ἐστιν τῇ αὑτοῦ δόξῃ οὐχ ὑπὸ λόγου φησί, τουτέστιν οὐχ ἡττώμενος ὑφ’ ἑτέρου λόγου ἀμείνονος, εἰ οὕτως ἔτυχεν, ἐπεὶ ἐνίοτε οἱ ἰσχυρογνώμονες ἄγονται ὑπὸ τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν ἐν οὐδενὶ ποιησάμενοι τὸν λόγον.
另一方面,与不能自制者相对立的是自制者,亚里士多德说自制者是就情感而言坚守理性的人,因为在后文中他说执拗者不是就情感、而是就理性而言坚守自己的意见。更清楚地说,自制者之所以被称为坚守自己的意见,是因为情感并未制服他;而执拗者本身之所以被称为坚守自己的意见,是因为他没有被反驳他的理性论证所击败。显然,不能自制是恶劣的品质,而自制则是优秀的品质。 随后他探讨:究竟是在任何理性中坚守者是自制者,还是在真实理性中坚守者是自制者?以及在任何抉择中坚守者是自制者,还是在正确抉择中坚守者是自制者?在这里,他要么把抉择作为理性的同义并列来理解,要么将意愿称为抉择,抑或指天发誓,他把理性与意愿的结合体统称为抉择,因为抉择是由欲求和理性构成的。意愿是一种欲求,而自制者在战胜另一种欲求即欲望性欲求的同时,坚守于理性和意愿。关于不能自制者也有同样的疑难:究竟是不在任何抉择和任何理性中坚守者是不能自制者,还是不在虚假理性和不正确的抉择中坚守者是不能自制者?他说,在任何理性与任何抉择中坚守的人是偶性上的自制者,而坚守真理性的人是本质上的自制者。关于不能自制者也是同样的道理:因为不坚守虚假理性和败坏的抉择,认为其理性为真且抉择为善,却违背内心的理性而追求欲望的人(即使这些欲望恰好是高尚的),也是偶性上的不能自制者;而违背真实理性并追求败坏欲望的人,则是本质上的不能自制者。他通过这样的话推进论证,说明上述之人被称为偶性上的自制者与不能自制者是正确的:“因为如果某人选择这个是为了那个”;而他所说的前者属于偶性,可以通过这种方式变得明白易懂。如果某人选择酒并看重它,也就是看重他本质上所选择的东西,那么照此看来,坚守虚假理性和卑劣抉择、自以为理性为真且抉择为善而在本质上尊崇真实与高尚的人,也就是偶性上的坚守者。而不坚守虚假理性、自以为其为真而把善的欲望当作劣恶之物去追求的人,也会是偶性上的不能自制者;但单纯且本质而言,坚守真实理性并战胜欲望的人是自制者,相反的人则是不能自制者。 另一方面,有些人由于执拗者坚守自己的意见且难以被劝服,便认为他们是自制者;但亚里士多德说,执拗者在表象上与自制者有某种相似之处,正如鲁莽者之于勇敢者、虚荣者之于慷慨者一样;但他们在许多方面存在差异。在这里,他说虚荣者类似于慷慨者是特殊的,因为在别处他说过挥霍者在表象上类似于他。不过他指出了自制者与执拗者有何不同:因为自制者并非由于情感和欲望而转变,即并非因被欲望击垮而改变理性,因为一旦碰上某种正确的道理,他是容易被劝服而放弃先前关于任何事所持之意见的;因为他普遍将真实的理性看得最重,而且他并不是一味坚守绝不享受快乐的决意,而是只要时机合适且理性决意享受,他就会接受快乐;然而执拗者坚守自己的意见,他说“不是因理性〔而转变〕”,也就是说,没有被另一种更好的道理击败(即便碰上这种情况),因为有时执拗者全然不顾理性,反倒被欲望和快乐所牵引。
- 5.2διὰ τὸ πάθος
此短语与紧随其后的“οὐ διὰ πάθος ἀλλὰ λόγον”以及后文的解释“διὰ τὸ μὴ κρατεῖν αὐτοῦ τὸ πάθος”相对应。它并非指坚守的原因是情感本身,而是指“面对情感/在抵御情感的意义上”,需结合对比结构来理解。
- 5.2ἐκ παραλλήλου
修辞与文法术语,意为“同义并列地”或“并提地”。在此引入了阿斯帕西奥斯对亚里士多德将 λόγος 与 προαίρεσις 并提的第一种解释选项(即将抉择作为理性的同义词并列使用)。
- 5.2ἐξιὼν μεταθέσθαι
底本中略显难读的句式。紧接在“ἄν τύχῃ λόγος τις ὀρθός”之后,分词 ἐξιὼν 与不定式 μεταθέσθαι 连用,表示从先前的意见中脱离并转变的态度(“脱出以转变”)。
