← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§135.27-137.14

无自制者的恶与基于原理保全的可劝服性

阿斯帕修斯解释了为何经过考虑却向情感屈服的软弱无自制者比急躁者更为恶劣,阐明了少量酒致醉的比喻,并通过将德性保全原理与恶毁灭原理进行对比,对照数学与实践中不可论证的原理,论证了不能自制者不同于放荡者而是可被劝服转变的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#2

ἔτι οὐκ ἀπροβούλευτοι ἔρχονται ἐπὶ τὰ ἁμαρτήματα οἱ τὴν ἀσθενῆ ἔχοντες ἀκρασίαν. διὰ τοῦτο οὖν χείρους τῶν ἑτέρων· συγγνώμης γὰρ ἄξιοι μᾶλλον οἱ μὴ προἰδόντες μήτε τὸ βλαβερὸν μήτε τὸ αἰσχρὸν τοῦ πρακτοῦ πράγματος καὶ διὰ τοῦτο ἁμαρτάνοντες· οἱ προϊδόντες μὲν καὶ βουλευσάμενοι οὐδὲν ἧττον ἁμαρτάνουσιν. ὅμοιος γάρ, φησίν, ὁ ἀκρατὴς τοῖς μεθυσκομένοις καὶ ὑπὸ ὀλίγου οἴνου καὶ ἐλάττονος ἢ οἱ πολλοί. τοῦτο δὲ πρότερον λέγεται περὶ τῶν τὴν προπετῆ ἀκρασίαν ἐχόντων, διότι ταχέως μεθυσκόμενοι ὑπὸ ὀλίγου οἴνου ἤπερ τῶν προβεβουλευμένων καὶ διότι ὑπὸ ὀλίγου πάθους ἁλίσκονται καὶ ἐλάττονος ἢ οἱ ἐξεταστικοί· ἢ καθόλου περὶ πάντων εἴρηται τῶν ἀκρατῶν· πάντες γὰρ ἐοίκασι τοῖς ταχὺ μεθυσκομένοις καὶ ὑπὸ ἐλάττονος οἴνου ἢ οἱ πολλοί. ὑπὸ γὰρ τῶν ἡδέων ἡττῶνται, ὑφ’ ὧν οἱ πολλοὶ μὴ ἁλίσκονται. κακία μὲν οὖν ἁπλῶς οὐκ ἔστιν ἡ ἀκρασία, ἀλλά πῃ ἴσως, διὰ τὸ μὴ ὅλην ἐφθάρθαι τὴν τοῦ ἀκρατοῦς ψυχήν, ἀλλά πῃ τὸν λόγον ἔχειν. διόπερ φησὶν Ἀριστοτέλης τὴν μὲν κακίαν κατὰ προαίρεσιν πάντα ποιεῖν, τὴν δὲ ἀκρασίαν παρὰ τὴν προαίρεσιν. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὰς πράξεις ὅμοιόν ἐστιν. ταὐτὰ γὰρ ποιεῖ τῷ ἀκολάστῳ ὁ ἀκρατής. ἐπεὶ οὖν ὁ μὲν ἀκρατὴς τοιοῦτος, οἷος διώκειν τὰς καθ’ ὑπερβολὴν καὶ ἡμαρτημένας παρὰ τὸν λόγον σωματικὰς ἡδονὰς οὐ πεπεισμένος, ὁ δὲ ἀκόλαστος πέπεισται διωκτέον εἶναι αὐτάς, δῆλον ὡς ὁ μὲν ἀκρατὴς εὐμετάπειστος, οὐχ οὕτως δὲ ὥστε μεταβάλλειν τὸν αὑτοῦ λόγον (φαῦλος γὰρ ἂν λέγοιτο, εἰ μηδὲ ὁ λόγος ὀρθὸς ἦν), ἀλλ’ ὥστε πεισθῆναι μηκέτι συνακολουθεῖν τῇ ἐπιθυμίᾳ·1 ὁ δὲ ἀκόλαστος ἀμετάπειστος. ἡ μὲν γὰρ ἀρετὴ τὴν ἀρχὴν σῴζει, ἡ δὲ μοχθηρία φθείρει τὴν ἀρχήν. ἀρχὴ δὲ ἐν τοῖς πρακτοῖς τὸ οὗ ἕνεκα καὶ τέλος, καθ’ ὃ τὰς ἐνεργείας πειρώμεθα τὰς εἰς αὐτὸ φερούσας ἐνεργεῖν. ἂν μὲν οὖν χρηστὸν ὑποθώμεθα τὸ τέλος, ἀνάγκη καὶ τὰς ἐνεργείας εἶναι χρηστάς, ἂν δὲ φαῦλον, φαύλας. ἡ μὲν οὖν ἠθικὴ ἀρετὴ τὸ τέλος ὑποτίθεται [καὶ] τὴν εὐδαιμονίαν τὴν τῶν ἐνεργούντων τὰς καλὰς ἐνεργείας κατ’ ἀρετήν, ἡ δὲ κακία διαφθείρει τὴν ἀρχὴν ταύτην καὶ οὐκ ἐᾷ νομίζειν εὐδαιμονίαν τὴν τῶν καλῶν ἐνέργειαν· διό φησιν αὐτὴν φθαρτικὴν εἶναι τῆς ἀρχῆς. ὥσπερ δὲ ἐν τοῖς μαθηματικοῖς εἰσιν ἀρχαί τινες, οἷον ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ ἃς ὁ μὴ παραδεξάμενος οὐκέτι πρόεισιν ἐν τοῖς μαθήμασιν, οὕτως ἐν τοῖς πρακτικοῖς ὁ μὴ παραδεξάμενος τὸ τέλος ἀλλὰ διαφθείρας τὴν τῶν πρακτῶν ἀρχὴν οὐδὲ τὰ λοιπὰ συγχωρήσει. ταύτῃ οὖν ἀμετάπειστον εἴποις ἂν πρὸς τὸ παραδέξασθαι τὰ μαθήματα τὸν διεφθαρκότα τὰς μαθηματικὰς ἀρχάς. οὔτε δὴ ἐν τοῖς μαθηματικοῖς λόγοις διδάσκει τὰς ἀρχάς,2 τουτέστιν ἀποδείκνυσιν, ἀλλ’ ἀναποδείκτοις αὐταῖς πιστεύουσιν οἱ μαθηματικοί, οὔτε ἐν τοῖς πρακτικοῖς τὴν ἀρχὴν ἀποδεικνύομεν, ἀλλ’ ὥσπερ καὶ πρότερον ἔλεγεν, ἠθικὴ ἀρετὴ τίθεται ἐνίοτε μὲν ἡ φυσική, ἔστι δὲ ὅτε ἡ ἐκ τοῦ ἔθους· αὗται γὰρ αἰτίαι τοῦ ὀρθοδοξεῖν περὶ τῆς ἀρχῆς τῆς οὗ ἕνεκεν. ἢ γὰρ ἐκ φύσεως ἀγαθὴ ἢ ἐξ ἐθῶν καλῶν ἐγγίνεται τοῦτο τὸ ὄνομα τῆς ψυχῆς ὥστε κατιδεῖν τὸ τέλος καὶ ὧδε σπεύδειν τὸν μέλλοντα εὐδαιμόνως βιώσεσθαι. Εἶτα ἐπαναλαβὼν πάλιν τί λέγει; σώφρων μὲν οὖν ὁ τοιοῦτος· δῆλον ὁ καὶ τὸν λόγον ὀρθὸν καὶ τὸ πάθος ἔχων περὶ τὰς σωματικὰς ἡδονάς· ἀκόλαστος δὲ ὁ ἐναντίος. ὁ δὲ ἐκστατικὸς παρὰ τὸν ὀρθὸν λόγον ἀκρατής· εἰ γὰρ καὶ ὅτι μάλιστα ἰδίως λέγονται ἐκστατικοὶ οἱ τὴν προπετῆ ἀκρασίαν ἀκρατεῖς, ὅμως ἔστιν ὡς πάντες ἐκστατικοὶ λέγοιντο ἂν οἱ ἀκρατεῖς τῷ ὑπὸ τοῦ πάθους ἐξίστασθαι καὶ διὰ τοῦτο μὴ καθορᾶν τρόπον τινὰ τὸν ἐν αὐτοῖς λόγον. τοῦ δ’ ἀκρατοῦς τοσοῦτον κρατεῖ τὸ πάθος ὅσον μὴ πράττειν κατὰ τὸν ὀρθὸν λόγον, οὐ μὴν ὥστε πεπεῖσθαι3 διώκειν τὰς μὴ καλὰς ἡδονάς. οὐ γὰρ διαφθείρεται αὐτῷ ὁ λόγος ὑπὸ τῆς ἐπιθυμίας, ἀλλὰ μόνον κατισχύεται· βελτίων δ’ ἐστὶν τοῦ ἀκολάστου· σώζεται γὰρ τὸ βέλτιστον ἐν αὐτῷ, ἡ ἀρχή· λέγει δὲ ἀρχὴν τὸν λογισμόν.

此外,具有软弱的不能自制的人并非不经考虑就走向过错。因此,他们比另一类人更为恶劣;因为那些既未预见到将行之事的危害也未预见到其可耻、并因此犯下过错的人,更值得原谅;而那些预先看到并加以考虑的人,却同样犯下了过错。因为他说道,不能自制者类似于那些被少量酒并且比众人更少量的酒灌醉的人。这首先是关于那些具有急躁的不能自制的人说的,因为他们比那些预先考虑过的人更快地被少量的酒灌醉,并且因为他们被微小的情感、即比审思者更小的情感所俘获;或者这是普遍地就所有不能自制者而言的;因为所有人都类似于迅速且被比众人更少的酒灌醉的人。因为他们被众人不为其所俘获的快乐击垮了。 因此,不能自制绝非单纯的恶,而或许在某种意义上是恶,这是由于不能自制者的整个灵魂并没有败坏,而是在某种意义上拥有理性。所以亚里士多德说,恶完全按照抉择而行,而不能自制则反乎抉择而行。然而在行为方面也是相似的。因为不能自制者做着与放荡者相同的事。既然不能自制者是这样的人,即在未被说服的情况下追求过度且违背理性而错误的肉体快乐,而放荡者则深信应当追求这些快乐,那么显然,不能自制者是容易被劝服转变的,但并不是说要转变他自己的理性(因为如果连理性都不正确,他就会被称为卑劣者了),而是说被劝服不再顺从欲望;而放荡者则是不可劝服转变的。因为德性保全原理,而邪恶毁灭原理。而在行为之事中,原理就是所为了的目的与终点,我们正是依据它而尝试进行导向它的活动。如果我们假定目的是善的,活动也必然是善的;但若假定是恶劣的,活动也就是恶劣的。因此,伦理德性将那些依照德性进行高尚活动者的幸福设定为目的,而恶则毁灭这一原理,不容许人们认为高尚之事的活动就是幸福;所以他说恶是毁灭原理的。 正如在数学中存在某些原理,例如在几何学和算术中,不接受这些原理的人便不能在学业上继续前进,同样在行为之事中,不接受目的而毁灭了将行之事之原理的人,也绝不会赞同其余的事。因此在这一方面,你可以说毁灭了数学原理的人在接受学业方面是不可劝服的。因为在数学论证中理性既不传授原理,即并不论证原理,而是数学家们相信它们作为不可论证之物;在行为之事中我们也并不论证原理,而是正如他先前所说的那样,伦理德性有时被设定为天然的德性,有时被设定为来自习惯的德性;因为这些就是关于所为了的目的之原理具有正确意见的原因。因为无论出于天性而良善还是来自高尚的习惯,灵魂的这一状态得以生成,以致将要幸福生活的人能够看清目的并由此努力追求。 随后,他重新提起并说了什么呢?“因此,节制者便是这样的人”;显然,是指就肉体快乐而言既拥有正确理性又拥有[适度]情感的人;“而放荡者是与其相反的人。而在反乎正确理性方面狂乱的人就是不能自制者。”因为即使以急躁的不能自制行事的人最为确切地被称为狂乱者,但所有不能自制者在某种意义上都可以被称为狂乱者,这是由于被情感剥夺了常态,并因此在某种程度上看不清内在于他们的理性。情感支配不能自制者的程度,仅限于使其不按照正确理性行事,但绝不至于使其深信应当追求不道德的快乐。因为他的理性并没有被欲望所毁灭,而只是被压制;他比放荡者更为优良;因为他身上最好的东西,即原理,被保全了下来;而他所谓的原理,是指推理。

语法注3 条
  1. 5.2οὐχ οὕτως δὲ ὥστε μεταβάλλειν τὸν αὑτοῦ λόγον ... ἀλλ’ ὥστε πεισθῆναι μηκέτι συνακολουθεῖν τῇ ἐπιθυμίᾳ

    这是由 ὥστε 引导的结果从句构成的限定性结构,用以界定形容词 εὐμετάπειστος(易于被劝服转变的)的具体含义。否定词 οὐχ 作用于 ὥστε μεταβάλλειν,排除了“改变自身正确理性”的涵义,而由 ἀλλ' ὥστε 明确其结果是指“被劝服不再顺从欲望”。

  2. 5.2οὔτε δὴ ἐν τοῖς μαθηματικοῖς λόγοις διδάσκει τὰς ἀρχάς

    限定动词 διδάσκει 的隐含主语是承接前文与上下文对比而来的 ὁ λόγος(理性/推理论证)。句式意为“在数学论证中理性并不传授(论证)原理”,随后由 τουτέστιν ἀποδείκνυσιν(即论证)进一步阐明其义。

  3. 5.2τοῦ δ’ ἀκρατοῦς τοσοῦτον κρατεῖ τὸ πάθος ὅσον μὴ πράττειν ... οὐ μὴν ὥστε πεπεῖσθαι

    由表示程度的关联结构 τοσοῦτον ... ὅσον 搭配不定式(到达……的程度),后接限定性的转折连词短语 οὐ μὴν ὥστε 搭配不定式(但绝不至于……)。这一句构层次分明地划定了情感支配的界限:其强度足以导致违背正确理性的行为,但绝不至于使其深信应当追求不道德的快乐。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:135.27-137.14