← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§134.5-135.27

不能自制的两种形式及与放荡的治愈差异

阿斯帕西乌斯根据亚里士多德《尼各马可伦理学》卷七,解释了不能自制的两种形式(急躁与软弱)的性质及机制,进而通过可医治性以及连续性疾病与间歇性疾病的类比探讨了不能自制与放荡的区别,最后比较了急躁者与软弱者在不能自制之中的优劣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#1

" Ἀκρασίας δὲ τὸ μὲν προπέτεια ἕως πρὸς ἀλλήλας εἴρηται.1" Ἀκρασίας δὲ δύο εἴδη λέγει, τὸ μὲν προπέτειαν τὸ δὲ ἀσθένειαν. ὅσοι μὲν γὰρ βουλευσάμενοι οὐκ ἐμμένουσιν οἷς ἐβουλεύσαντο διὰ τὸ πάθος τὴν ἀσθενῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς. ὡς γὰρ τὰ ἀσθενῆ σώματα ῥᾳδίως ἁλίσκεται ὑπὸ τῶν παθῶν καὶ ἡττᾶται, οὕτω καὶ αἱ ἀσθενεῖς ψυχαὶ ῥᾳδίως ἐνδιδόασιν τοῖς πάθεσιν. ἔτι ὅσοι φύσει ὄντες ἰσχυροὶ ὑπὸ τῶν ἡττόνων ἡττῶνται διὰ τὴν ἀσθένειαν. δοκοῦσιν * * * ἐπειδὴ ὁ λογισμὸς φύσει * * * ὑπὸ τῆς ἐπιθυμίας ἡττᾶται αὐτῆς ἀσθενὴς φαίνεται. ὅσοι δὲ ἄγονται ὑπὸ τοῦ πάθους διὰ τὸ μὴ ὅλως βουλεύσασθαι τὴν προπετῆ ἔχουσιν ἀκρασίαν. ἔνιοι μὲν γὰρ ὥσπερ οἱ προγαργαλισθέντες ὕστερον οὐ γαργαλίζονται, οὕτως προβουλευσάμενοι καὶ διεγείραντες τὸν λογισμὸν οὐχ ἡττῶνται τοῦ πάθους. οἱ δὲ προπετεῖς κατὰ τὴν ἀκρασίαν διὰ τὸ μὴ ὅλως προβουλεύσασθαι ἄγονται ὑπὸ τοῦ πάθους. ὡς ἐπὶ τὸ πολὺ δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν ἀκρατεῖς εἰσιν· ἀκολουθοῦσι γὰρ τῇ τοῦ ἡδέος φαντασίᾳ οὐκ ἀναμένοντες τὸν λόγον· ἅμα γὰρ ἐφαντάσθησαν ὅτι ἡδὺ καὶ διώκουσι. ἀκολουθοῦσι δὲ τῇ φαντασίᾳ τοῦ ἡδέος εὐθέως οἱ μὲν ὀξεῖς διὰ τὴν ὀξύτητα τῆς φύσεως, οἱ δὲ μελαγχολικοὶ διὰ τὴν σφοδρότητα. πῶς οὖν οἱ προπετεῖς ἔχουσιν ἐναντίον τὸν λόγον τῇ ἐπιθυμίᾳ, εἴ γε μὴ προβουλεύονται; εἰ ἔνεστιν καὶ ἐν τοῖς τοιούτοις λόγος2 ἀπαγορεύων ταῖς αἰσχραῖς ἐπιθυμίαις ἐνδιδόναι διὰ δὲ τὴν σφοδρότητα ἢ ταχυτῆτα, ὅταν προσπέσῃ τὸ πάθος, οἷον ὑπὸ ἀχλύος τινὸς ἐπισκοτηθέντες τότε οὐχ ὁρῶσι τὸν ἐν αὐτοῖς λόγον οὐδ’ [ἂν] ἀναμένουσι βουλὴν ἢ σκέψιν. Πάλιν δὲ συγκρίνων τὸν ἀκρατῆ καὶ ἀκόλαστον, τὸν μὲν ἀκόλαστον οὐ φησιν εἶναι μεταμελητικόν (καὶ γὰρ προελόμενος ποιεῖ καὶ διὰ τοῦτο πράξας ἐμμένει τῇ προαιρέσει), ὁ δὲ ἀκρατὴς πᾶς μεταμελητικός, ἐάν τε τὴν προπετῆ ἐάν τε τὴν ἀσθενῆ ἔχῃ ἀκρασίαν. ἡ μεταμέλεια δὲ διὰ τὸ παρὰ προαίρεσιν πράττειν· διό φησιν ὅτι 〈οὐχ〉 ὥσπερ ἠπορήκαμεν οὕτως καὶ ἔχει. ἐν μὲν γὰρ τῷ ἀπορεῖν ἐπιχειρῶν ἔλεγε χείρω τὸν ἀκρατῆ τοῦ ἀκολάστου, εἴ γε ὁ μὲν τοῦ λόγου ἐναντιουμένου ὅμως ἀπειθεῖ αὐτῷ, ὁ δὲ ἀκόλαστος οὐ κωλύοντος τοῦ λόγου. νῦν δὲ δείκνυσι πολλῷ χείρω τὸν ἀκόλαστον τῷ τὸν μὲν ἀκρατῆ καὶ ἰάσιμον εἶναι, τὸν δὲ ἀκόλαστον ἀνίατον.3 ἔοικε γὰρ ἡ μὲν μοχθηρία τῶν νοσημάτων τοῖς συνεχέσι ὑδέρῳ καὶ φθίσει καὶ πυρετῷ συνεχεῖ. ὁμολογοῦσι δὲ καὶ περὶ τὰ σώματα οἱ ἰατροί, χαλεπώτερα καὶ δυσίατα εἶναι τὰ συνεχῆ διὰ τὸ μὴ ἐνδιδόναι μηδὲ παρέχειν καιρὸν βοηθείας· τοιοῦτον δ’ ἡ μοχθηρία, εἰ γὰρ ἔνεστιν ἡ φαύλη προαίρεσις ὥσπερ νόσος τις οὖσα δυσίατος ἢ ἀνίατος· ἡ δὲ ἀκρασία τοῖς διαλείπουσι νοσήμασιν ὁμοία ἐστίν, οἷον ἐπιληψίᾳ ἢ εἴ τι ἄλλο καιρὸν παρέχει βοηθείας· καὶ γὰρ πρὸ τῆς ἐπιθυμίας εὖ ἔχει, ὥστε οὐκ ἀδύνατον ἀεὶ ἐγκελευομένου τοῦ λόγου καὶ εἰς μετάνοιαν ἄγοντος ἐπὶ τοῖς ἁμαρτήμασι μεταβάλλειν τὸν ἀκρατῆ. καὶ ὅλως δὲ ἄλλο τὸ γένος ἀκολασίας καὶ ἀκρασίας· ἡ μὲν γὰρ κακία λανθάνει, ἡ δὲ ἀκρασία οὐ λανθάνει· ἡ δὲ κακία τὸ μοχθηρόν, οὐχ ὅτι γε ἀδικεῖ, εἶπε (τοῦτο γὰρ 〈οὐκ〉 οἶδε πολλάκις), ἀλλ’ ὅτι βλαβερὰ ἑαυτῷ πράττει ἃ οἴεται ὠφέλιμα εἶναι· εἰ δὲ ἀκρασία, κατὰ τοῦτο οὐ λανθάνει, ἀλλ’ οἶδεν ὅτι βλαβερὰ ποιεῖ ἑαυτῷ, ἡττᾶται δὲ ὑπὸ τῆς ἐπιθυμίας. Αὐτῶν δὲ τῶν ἀκρατῶν βελτίους οἱ ἐκστατικοί. οὗτοι δέ εἰσιν οὓς πρόσθεν ἔλεγε προπετεῖς ἢ οἱ τὸν λόγον μὲν ἔχοντες, μὴ ἐμμένοντες δέ. τούτους δὲ λέγει προβεβουλευμένους μὲν καὶ προεσκεμμένους, μὴ ἐμμένοντας δὲ τοῖς δόξασι. χείρους δὲ αὐτοὺς λέγει, ἐπειδὴ ὑπὸ ἐλάττονος πάθους ἡττῶνται· τεκμήριον δὲ τοῦ μεῖζον εἶναι τὸ πάθος τῶν τὴν προπετῆ ἀκρασίαν ἀκρατευομένων τὸ μηδὲ τοῦ βουλεύσασθαι αὐτοὺς † ἀκρασίαν παρέχειν. ἅμα δὲ καὶ διὰ τὸ ὀξεῖς οἱ μελαγχολικοὶ εἶναι σφοδρότερα ἔχουσι τὰ πάθη· τὸ δὲ ὑπὸ μείζονος ἡττηθῆναι συγγνώμης δοκεῖ μᾶλλον ἄξιον.

“在不能自制中,一种是急躁……直到:彼此相对而言。” 他说不能自制有两种形式,一种是急躁,另一种是软弱。因为凡是经过考虑却由于情感而不坚持他们所考虑之事的人,便是在软弱的不能自制中不能自制。因为正如虚弱的身体容易被疾病所俘获并被击垮,虚弱的灵魂也同样容易向情感屈服。此外,凡是天生强壮的人,却由于软弱而被较弱者击垮。他们似乎……既然推理在自然本性上……被欲望所击溃,它自身便显得软弱。另一方面,凡是完全由于不加考虑而被情感所引导的人,则具有急躁的不能自制。因为有些人,正如预先被呵痒的人事后不再感到发痒那样,预先考虑并唤醒了推理,便不被情感所击败。但那些在不能自制方面急躁的人,由于完全不预先考虑,便被情感所引导。在大多数情况下,敏捷者和黑胆汁质者属于急躁的不能自制;因为他们不等待理性,便跟随着关于快乐的事物的表象;因为他们一旦形成快乐的表象,便立刻去追求。敏捷者由于自然本性的敏锐,黑胆汁质者由于其剧烈,便立刻跟随着快乐的表象。那么,既然急躁者并不预先考虑,他们又如何具有与欲望相对立的理性呢?[这是]因为在这样的人当中也内在存在着禁止向可耻欲望屈服的理性,但由于剧烈或迅速,当情感袭来时,他们仿佛被某种阴霾所遮蔽,那时便看不见内在于他们的理性,也不等待考虑或审思。 他又将不能自制者与放荡者作比较,说放荡者不是容易悔恨的人(因为他是出于抉择而行,并因此在行事之后坚持其抉择),而一切不能自制者则是容易悔恨的,无论他具有急躁的还是软弱的不能自制。悔恨是由于反乎抉择而行而产生的;因此他说,情况并非如我们所提出的疑难那样。因为在提出疑难进行探讨时,他曾说不能自制者比放荡者更恶劣,如果前者在理性反对时仍违抗理性,而放荡者是在理性不加以阻止时而行。但现在他证明了放荡者要恶劣得多,这是由于不能自制者是可医治的,而放荡者是不可医治的。因为恶劣类似于疾病中的连续性疾病,如水肿、肺痨和持续发热。医官们在身体方面也一致同意,连续性的疾病更为严重且难以医治,因为它们不退让,也不提供救治的时机;而恶劣正是如此,因为恶劣的抉择作为某种难以医治或不可医治的疾病内在于其中;相反,不能自制类似于间歇性的疾病,如癫痫或任何其他提供救治时机的疾病;因为在欲望产生之前它是处于良好状态的,因此在理性始终予以诫勉并引导其就过错悔改的情况下,不能自制者发生转变并非不可能。总体而言,放荡与不能自制的属是不同的;因为恶并不被察觉,而不能自制则并非不被察觉;恶便是败坏,他说道,这绝不是说某人不知道自己在行不义(因为这往往是知道的),而是说他在做对自己有害之事时却认为是有益的;但如果是不能自制,在这方面就并非不被察觉,而是他知道自己在做对自己有害之事,却被欲望所击败。 在不能自制者自身当中,狂乱者更为优良。这些人就是他先前所说的急躁者,优于那些拥有理性却不坚持理性的人。关于后者,他说他们是预先考虑并预先审思过、却不坚持其所判定之事的人。他说他们更为恶劣,因为他们是被较小的情感所击溃;而以急躁的不能自制行事的人情感更为巨大的证据,就在于他们甚至没有提供……考虑。同时,也由于黑胆汁质者敏捷,他们具有更为剧烈的情感;而被更大的情感所击败,显得更值得原谅。

语法注3 条
  1. 5.2τὸ μὲν προπέτεια ἕως πρὸς ἀλλήλας εἴρηται

    这是注释中标志缩略引文(lemma)的典型惯用语,由 ἕως τοῦ(或仅 ἕως)引出所评注文本的末尾句。此处统摄了从 1150b19 开头至该节末尾(1151a28“πρὸς ἀλλήλας εἴρηται”)的长篇段落。

  2. 5.2εἰ ἔνεστιν καὶ ἐν τοῖς τοιούτοις λόγος

    作为对紧接在前的疑问句“πῶς οὖν... εἴ γε μὴ προβουλεύονται;”(如果他们确实不预先考虑,又如何……?)的回答而被引入。条件连词 εἰ 在此带有解释性的省略意味,主句中隐含了“[这是因为]……”之意。

  3. 5.2τῷ τὸν μὲν ἀκρατῆ καὶ ἰάσιμον εἶναι, τὸν δὲ ἀκόλαστον ἀνίατον

    由定冠词 τῷ 引导的与格带冠词不定式短语(articular infinitive),用作表示原因的与格(dative of cause),依附于主句的比较级 πολλῷ χείρω,意为“由于不能自制者是可医治的,而放荡者是不可医治的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:134.5-135.27