- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:132.17-134.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在根据动机与抉择阐明放荡、不能自制与软弱的区别之后,注文进一步论述了自制(战胜快乐)优于坚忍(不被痛苦击败),辨析了在面对过度痛苦与快乐时屈服的可原谅性,并结合种族、性别特性及孩童般嬉闹的品质对其与软弱的关系进行了考察。
ὁ μὲν οὖν ἀκόλαστος κατὰ προαίρεσιν, ὡς εἴρηται, πάντα ποιεῖ· τῶν δὲ παρὰ τὴν προαίρεσιν ποιούντων ὁ μὲν ἀκρατὴς ἄγεται διὰ τὴν ἡδονήν, ὁ δὲ μαλακὸς διὰ τὸ φεύγειν τὴν λύπην τὴν ἀπὸ τῆς ἐπιθυμίας, ὥστε, φησίν, διαφέρουσιν ἀλλήλων. τοῦτο δὲ ἤτοι περὶ τοῦ ἀκρατοῦς καὶ τοῦ μαλακοῦ εἴρηκεν ἢ μᾶλλον περὶ τοῦ ἀκρατοῦς καὶ τοῦ ἀκολάστου. καὶ γὰρ ἑξῆς περὶ τούτου λέγει· φησὶ γάρ· παντὶ χείρων ἂν δόξειεν εἶναι, εἴ τις μὴ ἐπιθυμῶν1 ἢ ἠρέμα πράττει τι αἰσχρὸν ἢ εἰ σφόδρα ἐπιθυμῶν, ὡς δὴ τοῦ μὲν ἀκολάστου ἐνίοτε καὶ χωρὶς ἐπιθυμίας ἁμαρτάνοντος ἢ καὶ μετὰ ὀλίγης ἐπιθυμίας, τοῦ δὲ ἀκρατοῦς ἡττωμένου ὑπὸ μεγάλου πάθους. Ἀντικεῖσθαι δὲ λέγει τὸν ἐγκρατῆ τῷ ἀκρατεῖ, τῷ δὲ καρτερικῷ τὸν μαλακόν. μετὰ ταῦτα τὴν διαφορὰν ἔτι γνωριμωτέραν ποιῶν τῆς ἐγκρατείας καὶ τῆς καρτερίας τὸ μὲν καρτερεῖν εἶναί φησιν ἐν τῷ ἀντέχειν πρὸς τὰς ἀλγηδόνας, τὸ δ’ ἐγκρατεύεσθαι ἐν τῷ κρατεῖν τῶν ἡδονῶν. ἕτερον δὲ τὸ ἀντέχειν καὶ τὸ κρατεῖν· τὸ μὲν γὰρ ἔοικε τῷ μὴ ἡττᾶσθαι, τὸ δὲ κρατεῖν τῷ νικᾶν· διὸ καὶ αἱρετώτερον ἐγκράτεια καρτερίας, ὅσον τὸ νικᾶν τοῦ μὴ ἡττᾶσθαι.2 πάλιν δὲ τὸν μαλακὸν ἐνδιδόναι λέγει καὶ πρὸς ἃ οἱ πολλοὶ ἀντιτείνουσιν, μαλακὸν αὐτὸν καὶ τρυφητὴν ὄντα. ἡ γὰρ τρυφὴ μαλακία τίς ἐστιν, οἷον εἴ τις ἕλκει τὸ ἱμάτιον, ὑπὲρ τοῦ μὴ πονεῖν κατὰ τὸ ἐπαίρειν καὶ οὐκ οἴεται ἄθλιος εἶναι μιμούμενος τοὺς ἀθλίως ὑπὸ νόσου διακειμένους. ὁμοίως δὲ ἔχειν φησὶν καὶ περὶ ἐγκράτειαν καὶ ἀκρασίαν ὡς ἔχει καὶ περὶ καρτερίαν καὶ μαλακίαν· πῶς δὲ ὁμοίως ἔχει, αὐτὸς δηλοῖ ἐπὶ τῆς ἀκρασίας μάλιστα καὶ τῆς μαλακίας· οὐ γὰρ εἴ τις ὑπερβαλλουσῶν ἀλγηδόνων ἡττᾶται ἢ λυπῶν θαυμάσιον ἀλλὰ συγγνώμης ἄξιον,3 οἷον εἴ τις ὥσπερ ὁ παρὰ τῷ Θεοδέκτῃ Φιλοκτήτης ὑπὸ τῆς ἔχεως πεπαρμένος κρύπτειν βουλόμενος τοὺς περὶ τὸν Νεοπτόλεμον μέχρι μέν τινος ἀνέχει, ὕστερον δὲ οὐχ ὑπομένων τὸ μέγεθος τῶν ἀλγηδόνων φανερὸς γίνεται. τὸν αὐτὸν δὲ τρόπον εἰσήγαγεν αὐτὸν καὶ Σοφοκλῆς καὶ Αἰσχύλος. ἔοικε δὲ καὶ ὁ Καρκῖνος εἰσάγειν τὸν Κερκύονα ἡττώμενον ὑπὸ μεγάλων ἀλγηδόνων. οὗτοι μὲν οὖν οὐκ εἰσὶ μαλακοί, ἀλλ’ εἴ τις πρὸς ἃς οἱ πολλοὶ [οὐ] δύνανται λύπας, 〈μὴ δύναται〉 ἀντέχειν ἀλλ’ ἡττᾶται. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ ἡδονῆς· οὐ γὰρ εἴ τις ὡς Θεόφραστος λέγει γευσάμενος τῆς ἀμβροσίας ἐπιθυμεῖ αὐτῆς μέμφεσθαι ἄξιος, ἀλλ’ εἴ τις σφοδρῶς ἡττᾶται τῶν ἡδονῶν ὡς οἱ πολλοί· ἔοικε δὲ ὁ Ἀριστοτέλης τὸ Ξενοφάντῳ συμβὰν παράδειγμα τίθεσθαι τῶν ὑπὸ ἡδονῆς σφοδρῶς ἡττηθέντων καὶ συγγνώμης ἀξίων· μέχρι γὰρ πολλοῦ κατασχὼν τὸν γέλωτα τελευτῶν ἐξεκάγχασεν, ὅπερ καὶ ἄλλοις συμβαίνει· καθόλου δὴ * * * οἱ πολλοὶ δύνανται ὑπομένειν * * * ἡδονῶν ἡττᾶται ὧν κρείττους οἱ πολλοί, ἁμαρτάνει, ἂν μὴ διὰ φύσιν τοῦ γένους ᾖ ἢ διὰ 〈τὴν〉 τοῦ τόπου, ὡς ἐν τοῖς Σκυθῶν βασιλεῦσιν ἡ μαλακία ἐστὶ διὰ τὸ πᾶν τὸ γένος οὕτω τρέφεσθαι καὶ δοκεῖ βασιλικὸν εἶναι τὸ τρυφᾶν καὶ μηδεμίαν ἀνέχεσθαι λύπην σωματικήν. οὐδεὶς ἂν οὖν εἴποι διὰ μαλακίαν τοῦτ’ αὐτοὺς ποιεῖν, ἀλλὰ διὰ τὸ ὡς οἰκεῖον τοῦτο τοῖς βασιλεῦσιν νενεμῆσθαι. τῆς δὲ ἰδίας φύσεως λαμβάνει παράδειγμα, ὡς ἔχει τὸ θῆλυ πρὸς τὸ ἄρρεν· κοινὸν μὲν γὰρ ἀμφοτέροις ἐστὶν τὸ ἀνθρώποις εἶναι ἀλλ’ ἴδιόν πως τοῦ θήλεος μὴ πάντας πόνους ὑπομένειν ὅσους τὸ ἄρρεν, καὶ οὐκ ἄν τις τοῦτο εἴποι μαλακίαν ἀλλ’ ἴδιον καὶ συγγενὲς τῷ θήλει. Ὁ δὲ παιδιώδης ἐστὶν ὁ πάντα παίζων· δοκεῖ δέ τισιν ἀκόλαστος εἶναι. οὔ φησιν ὁ Ἀριστοτέλης ἀλλὰ μᾶλλον μαλακός· διὰ γὰρ τὸ μὴ ἀνέχεσθαι τὴν σπουδὴν ὡς ἐπίπονον οὖσαν ἀεὶ παίζει καὶ ἔστιν ἄνεσις ἡ παιδιά. εἰδέναι δὲ δεῖ ὅτι τῶν πρὸς ταύτην ὑπερβαλλόντων ὁ παιδιώδης ἐστίν· εἰ δὲ ὑπερβάλλει ἐν τῇ ἀνέσει, μαλακὸς ἂν μᾶλλον λέγοιτο ἢ [ὁ] ἀκόλαστος, εἰ γὰρ ἐπὶ πλεῖον ἄνεσις μαλακία.
因此,正如已经说过的,放荡者的一切作为皆出于抉择;但在反乎抉择而行的人当中,不能自制者是由快乐所引导,而软弱者则是由逃避来自欲望的痛苦所引导,以至于,他说道,他们彼此有所不同。而他说这话,或者关于不能自制者与软弱者,或者宁可关于不能自制者与放荡者。因为接下来他确实谈及了此事;因为他说:如果某人在没有欲望或欲望微弱时做某件可耻之事,在所有人看来都会显得比他在欲望强烈时做更加恶劣;这正是因为放荡者有时甚至在没有欲望或伴随微小欲望时犯错,而不能自制者则是屈服于巨大的情感。 他又说自制者与不能自制者相对立,软弱者与坚忍者相对立。在此之后,他使自制与坚忍的差异变得更加易于理解,指出坚忍在于抵御疼痛,而自制则在于控制快乐。抵御与控制是不同的;因为前者类似于不被击败,而控制则类似于获胜;因此,自制也比坚忍更值得选择,正如获胜[比不被击败更值得选择]一样。他又说软弱者甚至在多数人能够坚持的事物面前退缩,因为他自己是软弱而奢侈的。因为奢侈乃是一种软弱,正如有人为了不在提起斗篷时费力而拖曳斗篷,并且在模仿因疾病而处于可怜状态的人时,并不认为自己是可怜的。 他又说,关于自制与不能自制的情形,正如同关于坚忍与软弱的情形一样;而究竟如何相似,他自己在不能自制与软弱的例子上表现得最为清楚;因为如果某人被过度的疼痛或痛苦所击溃,这并不令人惊异,而是值得原谅的,正如在狄奥德克泰斯作品中的菲罗克忒忒斯被蝮蛇咬伤,想要对涅俄普托勒摩斯周围的人隐瞒,在一定限度内尚能忍受,但后来忍受不了疼痛的剧烈而显露出来。索福克勒斯和埃斯库罗斯也以同样的方式引出了他。卡耳基诺斯似乎也把刻耳库翁描写为屈服于巨大的疼痛。因此,这些人并不是软弱者,而是如果某人对于多数人能够[承受]的痛苦[不能]抵御而是屈服了,这才是软弱。关于快乐的情况亦是如此;因为并不是如泰奥弗拉斯托斯所说,某人尝到了神馔之后欲望它就是值得责备的,而是如果某人像多数人那样强烈地屈服于快乐,才值得责备;而亚里士多德似乎把发生在克塞诺凡图斯身上的事作为被快乐强烈击溃且值得原谅者的例证;因为他在忍住了很长时间的笑之后,最终大笑出声,这在其他人身上也会发生;总体而言……多数人能够忍受……被多数人所胜过的快乐击溃的人,他便犯了过错,除非这是由于种族的自然本性或地域的[自然本性],就像在斯基泰诸王当中,软弱之所以存在是因为整个种族都是这样被抚育的,并且荒淫奢侈、不忍受任何身体痛苦被认为是合乎王室地位的。因此,没有人会说他们出于软弱而行此事,而是因为这已被分配给国王作为其本分。关于个别的自然本性,他以雌性对于雄性的关系为例;因为对于两者而言,同为人类是共通的,但不忍受雄性所忍受的那么多劳苦,在某种程度上对于雌性而言是特有的,并且没有人会称此为软弱,而会称其为雌性所特有且天生的。 而孩子气的人是一切皆当作儿戏的人;在某些人看来他是放荡的。亚里士多德说不然,宁可说是软弱的;因为由于不能容忍作为劳苦的严肃认真,他总是嬉闹,而嬉闹乃是放松。但应当知道,孩子气的人是对此过度的人之一;如果他在放松方面过度,他宁可被称为软弱者而非放荡者,因为过度放松乃是软弱。
- 5.1παντὶ χείρων ἂν δόξειεν εἶναι, εἴ τις μὴ ἐπιθυμῶν ἢ ἠρέμα πράττει τι αἰσχρὸν ἢ εἰ σφόδρα ἐπιθυμῶν
ἢ εἰ σφόδρα ἐπιθυμῶν 作为比较对象呼应比较级 χείρων。句子的基本骨架是两个条件从句的比较:“若某人在不欲望……时行可耻之事,比强烈欲望时[行此事]显得更加恶劣”。παντί 用作判断者的与格(表示在所有人看来)。
- 5.1ὅσον τὸ νικᾶν τοῦ μὴ ἡττᾶσθαι
相关词 ὅσον 呼应前面的比较级 αἱρετώτερον(更值得选择),表示比较的比例程度。属格冠词加不定词 τοῦ μὴ ἡττᾶσθαι 依赖于省略的比较级谓语(如 αἱρετώτερόν ἐστιν),简练地对举了两个概念对(获胜之于不被击败)。
- 5.1οὐ γὰρ εἴ τις ὑπερβαλλουσῶν ἀλγηδόνων ἡττᾶται ἢ λυπῶν θαυμάσιον ἀλλὰ συγγνώμης ἄξιον
整个条件从句 εἴ τις ... ἡττᾶται 实际上充当了省略系动词 ἐστί 的表语形容词 θαυμάσιον 和 συγγνώμης ἄξιον 的主语/主题。这是古典希腊语中一种习用结构,即用条件从句引入一种假定情况,相当于不定词短语(“若有人屈服……,[这]并不奇怪,而是值得原谅的”)。
