- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:130.31-132.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修斯从关涉身体快乐与痛苦(劳苦)的角度规定了自制、坚忍与不能自制、软弱的区别,并基于必然与非必然快乐的区划分疏了放荡、节制与无感觉。他指出放荡者不仅追求快乐,连逃避痛苦也是出于抉择,且因其不悔恨而不可救药。
ὁμοίως δὲ περὶ τὰς λύπας· ὁ μὲν γὰρ καρτερικὸς ὑπομένει πόνους καὶ ἀλγηδόνας, ἃς οἱ πολλοὶ οὐχ ὑπομένουσιν, ὁ δὲ ἀκρατὴς οὐδὲ ἃς οἱ πολλοὶ λύπας ὑπομένουσιν, ἀνέχεται,1 ὥστε πάλιν περὶ πόνους ἐν μεθορίῳ εἰσὶν αἱ τῶν πολλῶν ἕξεις τῆς τε τῶν καρτερικῶν καὶ τῆς τῶν μαλακῶν. ἅμα δὲ δήλη καὶ ἡ διαφορὰ τοῦ ἐγκρατοῦς πρὸς τὸν καρτερικὸν καὶ τοῦ ἀκρατοῦς πρὸς τὸν μαλακόν. ὁ μὲν γὰρ ἐγκρατὴς καὶ ἀκρατὴς περὶ τὰς ἡδονάς εἰσι τὰς σωματικάς, ὁ δὲ καρτερικὸς καὶ μαλακὸς περὶ τοὺς πόνους καὶ τὰς λύπας τὰς σωματικάς. τοιοῦτος γὰρ ὁ μαλακός, οἷος μηδὲ τὴν τυχοῦσαν ἐνεγκεῖν δίψαν ἢ μηδὲ πεῖναν μηδὲ ἄλλην ἀλγηδόνα μηδεμίαν, τοῦ λόγου κελεύοντος ὑπομένειν· ἴσως μὲν * * * τὰς ἡδονάς. καὶ ὁ μαλακὸς κατὰ συμβεβηκὸς ἐπὶ τὰς ἡδονὰς ἔρχεται φεύγων τοὺς πόνους. ἀλλὰ τό γε εἶναι ἑκατέρῳ αὐτῶν ἐστιν,2 τῷ μὲν γὰρ ἀκρατεῖ ἡ τῶν ἡδονῶν δίωξις, τῷ δὲ μαλακῷ ἡ τῶν λυπῶν φυγή. ὁμοίως δὲ καὶ τὸ κρατεῖν τῶν ἡδονῶν τοῦ ἐγκρατοῦς, τοῦ δὲ καρτερικοῦ τὸ μὴ ἡττᾶσθαι τῶν πόνων. Ἐν μὲν οὖν τοῖς εἰρημένοις τὸν ἐγκρατῆ καὶ ἀκρατῆ τοῦ καρτερικοῦ ἐχώρισε καὶ τοῦ μαλακοῦ· μετὰ δὲ ταῦτα βούλεται πάντας ἀλλήλων διαστῆναι, σώφρονα καὶ ἀκόλαστον καὶ ἐγκρατῆ καὶ ἀκρατῆ, ἔτι δὲ καρτερικὸν καὶ μαλακόν. δεδήλωνται μὲν οὖν καὶ διὰ τῶν ἔμπροσθεν αἱ διαφοραὶ αὐτῶν αἱ πρὸς ἀλλήλους. ὅμως δὲ πειρᾶται ἔτι σαφέστερον καὶ γνωριμώτερον διελεῖν περὶ αὐτῶν. ἐπεὶ γὰρ ἔνιαι, φησί, τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν, αἳ δ’ οὔ, ἀναγκαῖαι μὲν αἱ φυσικαὶ 〈καὶ〉 ἐκ τῶν εἰς τὸ ζῆν ἡμῖν ἀναγκαίων προσγινόμεναι, οὐκ ἀναγκαῖαι δὲ αἱ μὴ τοιαῦται, ὧν αἱ μὲν ἀπὸ τῶν δι’ αὑτὰ αἱρετῶν, οἷον τιμῆς νίκης, αἱ δὲ ἀπὸ τῶν παρὰ φύσιν καὶ αἰσχρῶν. εἰσὶ δὲ καὶ 〈αἱ〉 ἀναγκαῖαι μέχρι τινὸς ἀναγκαῖαι. † ὡς δὲ καὶ αἱ ἐλλείψεις. τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ ἐπιθυμίας καὶ λύπας· καὶ γὰρ τούτων αἱ μὲν ἀναγκαῖαι αἱ δ’ οὔ. ἀκόλαστος μὲν οὖν ἐστιν ὁ τὰς ὑπερβολὰς τῶν ἡδονῶν διώκων ἢ καθ’ ὑπερβολήν· κἂν γὰρ μὴ ὑπερβάλλουσαν ἡδονὴν διώκῃ, σφοδρῶς δὲ καὶ καθ’ ὑπερβολήν, ἀκόλαστός ἐστι· τοῦ γὰρ σώφρονος τὸ μηδὲν ἄγαν διώκειν μηδὲ σφοδρῶς τῶν ἡδέων. ἔστι δὲ τοῦ ἀκολάστου καὶ διὰ προαίρεσιν τοῦτο ποιεῖν παρὰ τὴν * * * ἡδονὰς διώκειν αὐτὸν * * * τὰς ἀκολάστους. ἔτι οὐκ ἀπόχρη διὰ προαίρεσιν διώκειν ἃς οὐ προσήκει τῶν ἡδονῶν, ἀλλὰ καὶ δι’ αὑτὰς αἱρεῖσθαι. ἂν γὰρ προαιρούμενος μὲν διώκῃ, οἷον μοιχεύῃ, [καὶ] μὴ μέντοι διὰ τὴν τῶν ἀφροδισίων ἀπόλαυσιν, ἀλλ’ ἵνα ἀργύριον λαμβάνῃ, οὐκ ἀκόλαστός ἐστιν ἀλλὰ μᾶλλον ἀνελεύθερος. ἀκόλαστος οὖν ὁ πάντα ἔχων τὰ εἰρημένα. ἀνάγκη δὲ τὸν τοιοῦτον μὴ εἶναι μεταμελητικὸν διὰ τὸ κατὰ προαίρεσιν ποιεῖν, ὥστε ἀνίατος· ὁ γὰρ ἀμεταμέλητος ἀνίατος· καὶ ταύτῃ χείρων τοῦ ἀκρατοῦς. μεταμελητικὸς γὰρ ὁ ἀκρατὴς καὶ διὰ τοῦτο ἰάσιμος. ὁ δὲ ἐλλείπων περὶ τὰς ἡδονὰς καὶ μὴ ταῖς ἀναγκαίαις χρώμενος ὁ ἀντικείμενος τῷ ἀκολάστῳ, ὃν ἐν τοῖς κατ’ ἀρχὰς λόγοις ἀναίσθητον ἔλεγε· μέσος δὲ αὐτῶν ὁ σώφρων. Ταῦτα δὲ εἰπὼν ἐπάνεισι πάλιν ἐπὶ τὸν ἀκόλαστον. ὁμοίως γάρ, φησί, καὶ ὁ φεύγων τὰς σωματικὰς λύπας μὴ δι’ ἧτταν ἀλλὰ διὰ προαίρεσιν.3 καὶ γὰρ τοῦ ἀκολάστου φεύγειν τὰς σωματικὰς λύπας, οἷον τὰς ἀπὸ πείνης ἢ δίψης ἢ ἄλλου τινὸς τοιούτου, μὴ δι’ ἧτταν λυπῶν, τὰ ἐναντία κελεύοντος τοῦ λόγου, ἀλλὰ διὰ προαίρεσιν. ὁ μὲν γὰρ ἡττώμενος τῶν λυπῶν τῶν σωματικῶν, ὑπομένειν κελεύοντος τοῦ λόγου μαλακός, ὁ δὲ ἅμα μὲν ἡττώμενος τῶν λυπῶν ἅμα δὲ καὶ τὸν λόγον ἔχων διεφθαρμένον καὶ κελεύοντα μηδ’ ὅλως λυπηρῶν ἀνέχεσθαι σωματικῶν ἀκόλαστος. καὶ διὰ τοῦτο λέγεται ὁ ἀκόλαστος περὶ ἡδονὰς καὶ λύπας * * * ὅτι ἡδονὰς αἰσχρὰς αἱρεῖται καὶ λύπας οὐ μόνον 〈τὰς〉 κατ’ ἐπιθυμίαν καὶ πόνους καλοὺς φεύγει καὶ ἀλγηδόνας προαιρέσει καὶ ἔοικε κατὰ μὲν τὸ διώκειν τὰς αἰσχρὰς ἡδονὰς προαιρούμενος χωρίζεσθαι τοῦ ἀκρατοῦς, κατὰ δὲ τὸ φεύγειν τὰς καλὰς λύπας προαιρέσει χωρίζεσθαι τοῦ μαλακοῦ· καὶ γὰρ ἐκεῖνος φεύγει τὰς τοιαύτας λύπας, ἀλλ’ οὐ προαιρέσει.
关于痛苦亦是如此;因为坚忍者忍受多数人所不能忍受的劳苦和疼痛,而不能自制者甚至不能忍受多数人所能忍受的痛苦,以至于在劳苦方面,多数人的品质状态同样处于坚忍者与软弱者的中间过渡状态。同时,自制者与坚忍者的区别、以及不能自制者与软弱者的区别也是显而易见的。因为自制者与不能自制者关涉身体的快乐,而坚忍者与软弱者关涉身体的劳苦与痛苦。因为软弱者是这样的人:在理性命令要忍耐时,他甚至不能承受平常的口渴或饥饿或任何其他疼痛;也许……快乐。软弱者通过逃避劳苦而偶然走向快乐。但对他们各自而言,其本质乃是:对于不能自制者是追求快乐,对于软弱者是逃避痛苦。同样地,战胜快乐属于自制者,而不被劳苦屈服则属于坚忍者。因此,在上述论述中,他把自制者和不能自制者与坚忍者和软弱者区分开来;在此之后,他旨在将他们所有人相互区分开来:节制者与放荡者、自制者与不能自制者,以及坚忍者与软弱者。诚然,他们相互之间的差异在先前也已被阐明。然而,他试图关于他们作出更为清晰且易于理解的区分。因为他说道,既然有些快乐是必然的,而有些则不是——自然的以及由维持生存所必需的事物而产生的快乐是必然的,而并非如此的快乐则是非必然的,在后者中,有些产生于因其自身而被选择的事物,如荣誉与胜利,有些则产生于反常与可耻的事物。而且必然的快乐也只是在一定限度之内是必然的。[不足之处亦是如此。]关于欲望和痛苦的情况也是同样的道理;因为在这些当中,也是有些是必然的,有些则不是。因此,放荡者就是追求过度的快乐或过度追求快乐的人;因为即使他追求的不是过度的快乐,但若追求得极其强烈且过度,他也是放荡的;因为不过度追求、也不强烈追求任何快意之物,乃是节制者的特征。出于抉择而行此事也是放荡者的特征……他追求快乐……放荡的快乐。此外,仅出于抉择追求不当追求的快乐是不够的,还必须因其自身而选择它们。因为如果他是出于抉择而追求(例如通奸),然而不是为了享受性欲的欢愉,而是为了获取钱财,那么他便不是放荡的,而宁可是鄙吝的。因此,放荡者是具备上述一切特征的人。这样的人由于按照抉择行事,必然不会悔恨,因而是不可救药的;因为不悔恨者是不可救药的;在这一点上他比不能自制者更为恶劣。因为不能自制者是易悔恨的,因而也是可救药的。而在快乐方面有所不足、连必然的快乐也不享用的人,则是与放荡者相反对的人,在开篇的讨论中他称之为无感觉者;处于二者中间的则是节制者。 说了这些之后,他又回到了放荡者身上。因为他说,非因屈服而是出于抉择逃避身体痛苦的人也是同样的。因为并非在理性命令正相反对之事时因屈服于痛苦,而是出于抉择逃避身体的痛苦(如饥渴或任何其他此类事情带来的痛苦),也是放荡者的特征。因为在理性命令忍耐时屈服于身体痛苦的人是软弱者,但同时屈服于痛苦、且具有败坏了的并命令完全不要忍受身体痛苦的理性的人,则是放荡者。因此,放荡者被说成是关涉快乐与痛苦的……因为他选择可耻的快乐,并且出于抉择不仅逃避顺应欲望的痛苦,也逃避高尚的劳苦与疼痛;他似乎在出于抉择追求可耻的快乐方面与不能自制者区分开来,而在出于抉择逃避高尚的痛苦方面与软弱者区分开来;因为软弱者固然也逃避此类痛苦,但并非出于抉择。
- 5.1ὁ δὲ ἀκρατὴς οὐδὲ ἃς οἱ πολλοὶ λύπας ὑπομένουσιν, ἀνέχεται
就文脉而言,此处理应规定屈服于痛苦(劳苦)的“软弱者(μαλακός)”,但原文作“不能自制者(ὁ ἀκρατής)”。先行词 λύπας 被吸收入 ἃς 所引导的关系从句中,充当 ἀνέχεται 的直接宾语(“甚至不能忍受多数人所能忍受的那些痛苦”)。
- 5.1ἀλλὰ τό γε εἶναι ἑκατέρῳ αὐτῶν ἐστιν
这是亚里士多德哲学中带与格的 τό εἶναι(本质存在/本质界定)句式。ἑκατέρῳ αὐτῶν 为与格,主语是 τό γε εἶναι,随后的并列从句 τῷ μὲν γὰρ ἀκρατεῖ... τῷ δὲ μαλακῷ... 作为表语陈述其具体内容(“对他们各自而言,其本质乃是……”)。
- 5.1ὁμοίως γάρ, φησί, καὶ ὁ φεύγων τὰς σωματικὰς λύπας μὴ δι’ ἧτταν ἀλλὰ διὰ προαίρεσιν.
此处省略了谓语动词及表语(如 ἀκόλαστός ἐστι)。承接前句的“又回到了放荡者身上”,应补充理解为“同样地,……逃避身体痛苦的人[也是放荡的]”。
