← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§129.8-130.31

身体欲望的分类与野兽性同恶的比较

基于亚里士多德1149b23及后文,阿斯帕修阐述了身体欲望的分类(属人的、野兽般的与病态的),根据理性思考的缺乏与败坏以及行恶的规模对比了野兽性与人类的恶,并进而探讨自制、坚忍、不能自制与软弱的界定及多数人所处的过渡状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1#1

" Ὡς μὲν τοίνυν αἰσχίων ἕως παιδιώδης ἐστίν." Ὅτι μὲν αἰσχίων ἡ περὶ ἐπιθυμίαν ἀκρασία τῆς περὶ θυμόν, εἴρηται καὶ ὅτι ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία περὶ ἐπιθυμίας καὶ ἡδονὰς σωματικάς. αὐτῶν δὲ τούτων τῶν σωματικῶν ἐπιθυμιῶν καὶ ἡδονῶν τὰς διαφορὰς ληπτέον. ὥσπερ γὰρ εἴρηται αἱ μέν εἰσιν ἀνθρώπιναι ἐπιθυμίαι καὶ ἡδοναὶ καὶ φυσικαὶ τῷ γένει· αὗται δέ εἰσιν αἱ ἀναγκαῖαι καὶ τῶν ἀναγκαίων εἰς τὸ ζῆν γενόμεναι. φησὶ δὲ αὐτὰς φυσικάς, κἂν τῷ μεγέθει ὦσι φυσικαί· αἱ γὰρ ὑπερβάλλουσαι τὸ δέον ὑπερβάλλουσι καὶ τοὺς τῆς φύσεως ὅρους· ἔνιαι δέ εἰσι τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν θηριώδεις διαθέσεις ἔχουσαι, αἱ δὲ διὰ πηρώσεις καὶ νοσήματα, αἷς χαίρουσιν οἱ πεπηρωμένοι, ὡς ἐλέγετο ἔμπροσθεν, κατὰ τὴν ψυχὴν ἢ κατὰ τὸ σῶμα καὶ οἱ νοσηματωδῶς διακείμενοι. τούτων δὲ περὶ μόνον τὰς πρώτας τῶν εἰρημένων σωφροσύνη καὶ ἀκολασία ἐστίν· περὶ γὰρ τὰς ἀνθρωπίνας, μετὰ προαιρέσεως δὲ ἑκατέρα. διόπερ τὰ θηρία οὔτε σώφρονα οὔτε ἀκόλαστα λέγομεν, διὰ τὸ μὴ ἔχειν αὐτὰ προαίρεσιν μηδὲ λογισμόν· κατὰ μεταφορὰν δὲ ἐνίοτε σώφρονα λέγομεν ὅλα τινὰ γένη ζῴων καὶ ἀκόλαστα, τὴν διαφορὰν ὁρῶντες, ἣν ἔχει πρὸς ἄλληλα γένη, οἷον ἔνια μὲν ἀκόλαστα λέγομεν διὰ τὸ ὀχευτικὰ εἶναι, ἔνια δὲ διὰ σιναμωρίαν καὶ τὸ παμφάγα εἶναι. κυρίως δὲ οὐδὲν τῶν θηρίων ἀκόλαστον (οὐ γὰρ ἔχει λογισμόν), ἀλλ’ ἐξέστηκε, φησί, τῆς φύσεως, τουτέστιν ἔοικε τοῖς ἐξεστηκόσι τῆς φύσεως καὶ μαινομένοις τῶν ἀνθρώπων. ἔλαττον δὲ θηριότης κακίας τῷ ψεκτὴ εἶναι.1 ἡ μὲν γὰρ θηριότης μανίᾳ τινὶ ἔοικε, διὸ οὐ ψέγεται ὡς οὐκ οὖσα ἑκούσιος, ἡ δὲ κακία ὡς ἑκούσιος ψέγεται, ἐπεὶ ἔλαττόν ἐστι κακὸν ἡ θηριότης τῆς κακίας τῷ ἧττον εἶναι κακοῦργος. ὥσπερ γὰρ τὸ θηρίον οὐκ ἔστι κακοῦργον ὡς κακὸς ἄνθρωπος, οὕτως καὶ ἡ θηριότης οὐκ ἔστι κακοῦργον, καθάπερ ἡ κακία. φοβερώτερον δέ· καὶ τὸ θηρίον φοβερώτερον κακοῦ ἀνθρώπου, ἧττον δὲ κακοῦργον. διότι φησὶν οὐ διέφθαρται τὸ βέλτιστον ὥσπερ ἐν τῷ ἀνθρώπῳ, ἀλλ’ ἔφθαρται καὶ οὐκ ἔχει. ἐν μὲν γὰρ τῷ κακῷ ἀνθρώπῳ διέφθαρται ὁ λογισμὸς ὁ ἐνὼν αὐτῷ, ἐν δὲ τῷ θηρίῳ ἢ τῇ θηριωδείᾳ οὐκ ἔνεστι. πανουργεῖν δὲ καὶ κακουργεῖν ὁ μὲν ἔχων τὸν λογισμὸν δύναται, ὁ δὲ μὴ ἔχων ἀδυνατεῖ. ὅμοιον οὖν τὸ συμβάλλειν θηρίον ἢ θηριωδείαν πρὸς ἄνθρωπον κακίαν ἔχοντα ὥσπερ τὸ συμβάλλειν ἄψυχον πρὸς ἔμψυχον πότερον κάκιον καὶ κακουργότερον. ἀβλαβεστέρα γὰρ ἂν εἴη ἡ φαυλότης τοῦ μὴ ἔχοντος τὴν ψυχικὴν ἀρχήν. ὡς δὲ ἔχει τὸ ἔμψυχον πρὸς τὰ ἄψυχα, οὕτως τὸ λογικὸν πρὸς τὸ ἄλογον ζῷον. ἔνεστι γὰρ ἡ ἀρχὴ ἰσχυρὰ ἐν τῷ λόγῳ ὁ νοῦς. ὅταν οὖν διεφθαρμένη ᾖ ἡ τοιαύτη ἀρχή, μεγάλων κακῶν αἰτία γίνεται. ἔτι φησὶν παραπλήσιον εἶναι τὸ συμβάλλειν ταῦτα, ὥσπερ εἴ τις συμβάλλοι ἀδικίαν καὶ ἄδικον ἄνθρωπον. παραβέβληκε δὲ καθ’ ὅσον οὐ συγκριτὰ συγκρίνει ὁ συμβάλλων ἀδικίαν καὶ ἄδικον ἄνθρωπον·2 δεῖ γὰρ τὰς μὲν ἕξεις πρὸς ἀλλήλας συγκρίνειν, οἷον ἀδικίαν πρὸς ἀκολασίαν, τοὺς δὲ ποιοὺς 〈πρὸς ποιοὺς〉 οἷον ἄδικον πρὸς ἀκόλαστον. οὕτω δὴ καὶ ὁ συγκρίνων θηρίον καὶ θηριώδη τρόπον ἔχοντα τὴν κακίαν οὐ συγκριτὰ συγκρίνει· ὁ μὲν γὰρ αὐτῶν ἔχει κακίαν, ὁ δὲ οὐκέτι ἔχει. ἔστι δὲ ὥσπερ * * * κακουργότερον, κάκιον ὄντα μοχθηρὸν ἄνθρωπον, μυριοπλάσια γὰρ ἂν κακὰ ποιήσειεν ἄνθρωπος κακὸς θηρίου. Ἐν δὲ τοῖς ἑξῆς βούλεται μὲν διορίσαι, ᾧ διαφέρει ὁ μὲν ἐγκρατὴς τοῦ καρτερικοῦ, ὁ δὲ ἀκρατὴς τοῦ μαλακοῦ· ἐν δὲ τούτῳ φανερὸν ποιεῖ καὶ τίνα διαφορὰν ἔχει ἡ τῶν πολλῶν ἕξις πρὸς τὴν τῶν ἐγκρατῶν καὶ ἀκρατῶν. περὶ γὰρ τὰς δι’ ἁφῆς καὶ γεύσεως ἡδονὰς καὶ λύπας καὶ ἐπιθυμίας καὶ φυγάς φησιν, ἔστι μὲν οὖν οὕτως ἔχειν ὥστε ἡττᾶσθαι καὶ ὧν οἱ πολλοὶ 〈κρείττους, ἔστι δὲ κρατεῖν καὶ ὧν οἱ πολλοὶ〉 ἥττους. ὁ μὲν οὖν τῶν ἡδονῶν ἐπὶ πλέον κρατῶν ἢ οἱ πολλοὶ ἐγκρατής, ὁ δὲ ἡττώμενος καὶ ὧν οἱ πολλοὶ κρατοῦσιν ἀκρατής, ὥστ’ ἐν μεθορίῳ πως τοὺς πολλοὺς περὶ τὰς ἡδονὰς τῶν τε ἀκρατῶν καὶ τῶν ἐγκρατῶν 〈εἶναι, τῶν μὲν ἐγκρατῶν〉 ἡττωμένους, τῶν δ’ ἀκρατῶν ἀμείνους ὄντας.3

“因此,它是如何更为可耻,直至,是孩子气的。” 关于欲望的不能自制比关于气魄的更为可耻,以及自制与不能自制关涉身体的欲望与快乐,这些已经言及。必须把握这些身体欲望与快乐本身的种种差异。因为正如已经说过的,有些是属人的、在属上自然的欲望与快乐;这些是必然的,且是由维持生存所必需之物产生的。并且他说,如果它们在规模上也是自然的,它们就是自然的;因为超过应有程度的欲望,也超过了自然的界限。另有一些欲望和快乐则具有野兽般的倾向,还有一些是由于残损和疾病造成的——正如先前所言,那些在灵魂或身体上遭受残损的人以及处于病态倾向中的人便以此为乐。在所言及的这些当中,节制与放荡仅关涉第一种;因为它们关涉属人的事物,且二者都伴随抉择。因此,我们不称野兽为节制的或放荡的,因为它们既没有抉择也没有理性思考;但在比喻意义上,我们有时称某些动物的整个族类为节制的或放荡的,这是着眼于一个族类相对于另一族类所具有的差异;例如,我们称某些动物为放荡的,是因为它们好交尾,而另一些则是因为肆意破坏且为杂食性的。但在严格意义上,野兽没有一个是放荡的(因为它没有理性思考),而是如同他所言,丧失了本性——也就是说,它类似于那些丧失本性并陷于狂乱的人。野兽性在应受谴责这一点上要弱于恶。因为野兽性类似于某种疯狂,因而作为非出于意愿者不受谴责,而恶作为出于意愿者受到谴责,因为野兽性作为恶行较少的存在,是比恶程度更轻的恶。因为正如野兽并不像恶人那样能为非作歹,野兽性也不像恶那样能为非作歹。但它更为可怕;野兽也比恶人更为可怕,但行恶更少。因为正如他所说,最好的部分并没有像在人中那样被败坏,而是已经毁灭且不具有它。因为在恶人中,存在于他之中的理性思考被败坏了,而在野兽或野兽性中则根本不存在。能够奸诈为恶的是拥有理性思考的人,而没有理性思考的人则不能。因此,将野兽或野兽性与具有恶的人相比,就类似于将无生物与有生物相比何者更恶劣、更具破坏性。因为不具备灵魂本原之物的拙劣当是较为无害的。有生物相对于无生物的关系,亦如理性动物相对于非理性动物的关系。因为强有力的本原,即理智,存在于理性之中。因此,当这样一种本原被败坏时,它就成为巨大恶事的肇因。此外,他说比较这些事物,极类似于有人比较不正义与不正义的人。他作出这一比喻,是就比较不正义与不正义的人是在比较不可比的事物而言的;因为理应将诸品质相互比较,如将不正义与放荡相比,并将具某种品质的人与具某种品质的人相比,如将不正义的人与放荡的人相比。同样地,比较野兽与以野兽般方式具有恶的人,也是在比较不可比的事物;因为他们中一者具有恶,而另一者则根本不具有。正如……是更能为非作歹的,邪恶的人是更恶劣的;因为一个恶人所作之恶,可千万倍于野兽。 在接下来的部分中,他旨在规定自制者与坚忍者的区别何在,以及不能自制者与软弱者的区别何在;在这一讨论中,他也阐明了多数人的品质状态相对于自制者与不能自制者的品质状态具有何种差异。因为关于通过触觉和味觉而来的快乐与痛苦、欲望与逃避,他说,既可能处于甚至屈服于多数人所能战胜之事物的状态,也可能处于甚至战胜多数人所屈服之事物的状态。因此,比多数人更能战胜快乐的人是自制者,而甚至屈服于多数人所能战胜之事的人则是不能自制者,以至于多数人在快乐方面以某种方式处于不能自制者与自制者的中间过渡状态,屈服于自制者,但优于不能自制者。

语法注3 条
  1. 5.1ἔλαττον δὲ θηριότης κακίας τῷ ψεκτὴ εἶναι

    τῷ ψεκτὴ εἶναι 是带冠词不定式的与格,表示方面或原因(“在应受谴责这一点上”)。不定式 εἶναι 的表语形容词 ψεκτή 与主句主语 θηριότης(阴性单数)在性、数、格上保持一致,因而采用主格形式。

  2. 5.1οὐ συγκριτὰ συγκρίνει ὁ συμβάλλων ἀδικίαν καὶ ἄδικον ἄνθρωπον

    此处使用了同源宾语与动词搭配的表达(συγκριτὰ συγκρίνει),意为“在比较不可比之物”。它构成由前面的 καθ’ ὅσον(“在……限度上”)所引导的从属句的核心结构。

  3. 5.1ὥστ’ ἐν μεθορίῳ πως τοὺς πολλοὺς περὶ τὰς ἡδονὰς τῶν τε ἀκρατῶν καὶ τῶν ἐγκρατῶν 〈εἶναι, τῶν μὲν ἐγκρατῶν〉 ἡττωμένους, τῶν δ’ ἀκρατῶν ἀμείνους ὄντας

    由 ὥστε(结果从句)引导的带不定式的宾格结构。逻辑主语 τοὺς πολλοὺς(宾格)与补入的不定式 εἶναι 以及分词 ἡττωμένους 和 ὄντας 保持格的一致。其后的属格 τῶν μὲν ἐγκρατῶν 与 τῶν δ’ ἀκρατῶν 分别作为比较属格依附于分词 ἡττωμένους(屈服于/逊色于)和比较级 ἀμείνους(胜过)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:129.8-130.31