- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:128.10-129.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修斯注解了《尼各马可伦理学》第7卷中关于欲望的不能自制比气魄的不能自制更可耻且更不正义的论证。通过关于遗传以及侮辱的性质(伴随快乐还是痛苦)的考察,他阐明气魄是自然的、单纯的,而欲望则是好谋算的,并造成更大的不正义。
μανίᾳ γάρ τι ὅμοιον ἐμποιεῖ ὁ θυμὸς μάλιστα, ἐπειδὴ καὶ ἄλλους λόγους ἀκούων παρακούει τοῦ λέγοντος, ὕβρισεν ὁ δεῖνα, ὃς οὐκ ἔστι μὲν ἐναντίος τῷ ἑτέρῳ λόγῳ· οὐ γὰρ κελεύει τιμωρεῖσθαι· ὁ δὲ θυμὸς ὡς τοῦτο κελεύσαντος ὁρμᾷ. Ἔτι δὲ εἰς ταὐτὸν ἐπιχειρῶν συγγνώμην φησὶν μᾶλλον ταῖς φυσικαῖς ὀρέξεσιν ἀκολουθεῖν ἢ ταῖς μὴ φυσικαῖς, καὶ ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον φυσικαὶ καὶ κοιναί. ὁ δὲ θυμὸς καὶ ἡ χαλεπότης φυσικώτερον τῶν ὑπερβαλλουσῶν ἐπιθυμιῶν καὶ τῶν μὴ ἀναγκαίων· οὐκ ἀλόγως δὲ παρέλαβε τὴν χαλεπότητα, ὑπερβολήν τινα οὖσαν θυμοῦ, ἀλλ’ ἵνα δείξῃ ταύτην φυσικωτέραν τῆς ὑπερβολῆς τῶν μὴ ἀναγκαίων ἐπιθυμιῶν. ὅτι δὲ φυσικώτερον καὶ ὁ τοιοῦτος θυμὸς τῆς τοιαύτης ἐπιθυμίας, προβιβάζει ἐκ τοῦ συγκαταβάλλεσθαι τοῖς σπέρμασι τὰς τῶν θυμῶν ὁμοιότητας·1 ὡς ἐπὶ τὸ πολὺ γὰρ ἐκ θυμικῶν θυμικοί, ἐκ δ’ ἐπιθυμητικῶν οὐ πάντως ἐπιθυμητικοί. καὶ ὅμοιοι γίνονταί τινες ὥσπερ τὰ εἴδη οὕτως καὶ τοὺς θυμούς. παράδειγμα δὲ φέρει τὸν κρινόμενον ὑπὸ τοῦ πατρὸς ἐπὶ τῷ πλῆξαι αὐτόν· ‘καὶ οὗτος’, ἔφη, ‘ὁ νῦν ἐμοῦ κατηγορῶν’, δείξας τὸν πατέρα, ‘ἔπληξε τὸν ἑαυτοῦ πατέρα’, καὶ πάλιν δείξας τὸν υἱόν ‘καὶ οὗτος’ ἔφη, ‘ἐμὲ πλήξει, ὅταν ἀνὴρ γένηται’. μέμνηται δέ, ὅτι καὶ ἑλκόμενός τις ὑπὸ τοῦ υἱοῦ, ἐπειδὴ πρὸς ταῖς θύραις ἐγένετο, παύεσθαι τὸν υἱὸν ἔλεγε· ‘καὶ γὰρ ἐγώ’, ἔφη, ‘μέχρις ἐνταῦθα εἵλκυσα τὸν πατέρα’. Ἔτι ἀδικώτεροι, φησίν, οἱ ἐπιβουλότεροι· ὁ μὲν οὖν διὰ θυμὸν ποιῶν οὐκ ἐπίβουλος (ἁπλοῦν γὰρ ὁ θυμός), ἡ δὲ ἐπιθυμία ἐπίβουλος. χρῆται δὲ ἐνδόξοις πίστεσι, παρατιθεὶς τὰ ὑπὸ τῶν ποιητῶν περὶ ἐπιθυμίας λεχθέντα. εἰ οὖν ἀδικωτέρα ἡ περὶ ἐπιθυμίαν ἀκρασία τῆς περὶ τὸν θυμόν, καὶ αἰσχίων ἂν εἴη, καὶ διὰ τοῦτο καὶ ἁπλῶς ἀκρασία καὶ κακία πως. οὐκ εἶπε δὲ αὐτὴν ἁπλῶς ἀλλὰ πὼς κακίαν διὰ τὸ μὴ ὅλης εἶναι τῆς ψυχῆς, ἀλλὰ μέρους τινός, ὡς εἴρηται πολλάκις. ἔτι οὐδεὶς λυπούμενος ὑβρίζει, ὁ δὲ ὀργῇ ποιῶν.2 ὁ δὲ ὑβρίζων πᾶς μεθ’ ἡδονῆς. τοῦτο δὲ προσέθηκεν ἐπιρρωνὺς τὴν πρώτην πρότασιν. πᾶς γὰρ ὁ ὑβρίζων μεθ’ ἡδονῆς ποιεῖ, μετὰ λύπης δὲ οὐδέποτε· ἅμα δὲ καὶ εἰς τὸ εἶναι χείρω τὴν 〈δι’〉 ἐπιθυμίαν 〈τῆς διὰ θυμὸν〉 ἀκρασίας φέρει. εἰ γὰρ ὁ μὲν διὰ θυμὸν ἀκρατευόμενος λυπούμενος ἀκρατεύεται, καὶ διὰ τοῦτο οὐχ ὑβρίζει, ὁ δὲ δι’ ἐπιθυμίαν ἀκρατευόμενος δι’ ἐπιθυμίαν ἡδόμενος τοῦτο ποιεῖ καὶ διὰ τοῦτο ὑβρίζειν δοκεῖ, χείρων ἂν εἴη καὶ πλείονος ὀργῆς ἄξιος· εἰ οὖν οἷς ὀργίζεσθαι μάλιστα δίκαιον ταῦτα ἀδικώτερα, ἀδικωτέρα ἂν εἴη ἡ δι’ ἐπιθυμίαν ἀκρασία τῆς διὰ θυμόν.
因为气魄尤其会产生某种类似于疯狂的状态,因为它在听取理性的其他话语的同时,却听错了陈述“某人侮辱了”的言语,这一言述与另一理性并不对立;因为理性并未命令去报复;但气魄却犹如理性命令了此事一般冲了出去。此外,为了论证同一结论,他说,比起非自然的欲望,宽恕更多地伴随着自然的欲望,并且在它们是自然的和普遍的限度上伴随之。而气魄和暴躁比起过度的和非必然的欲望更为自然;他引入暴躁——这是气魄的某种过度——并非无根据,而是为了表明这一[暴躁]比起非必然欲望的过度更为自然。至于这种气魄也比这种欲望更为自然,他从气魄的相似性随同精粹一同传递这一事实来推进论证;因为通常而言,气魄者生自气魄者,而欲望强烈者并不必然生自欲望强烈者。并且某些人在气魄上相似,正如他们在形貌上相似一样。而且他举出那个因殴打父亲而被父亲送交审判者的例子:“这一个,”他指着父亲说,“即现在指控我的这个人,也曾殴打了他自己的父亲”,并且他又指着儿子说,“而这一个,当他长大成人时,也会殴打我。”他又提及,某个被儿子拖曳的人,当到了门前时,叫儿子停下来;他说:“因为我也曾把父亲拖曳到此为止。”此外,他说,越是好谋算的人越不正义;由于气魄而行动的人并不好谋算(因为气魄是单纯的),但欲望是好谋算的。而且他运用了广为认可的论据,引证了诗人们关于欲望所说的话。因此,如果关于欲望的不能自制比关于气魄的更为不正义,那么它也将更为可耻,并因此在无条件的意义上是不能自制,且在某种程度上是恶。他没有称它为无条件的恶,而是某种程度的恶,这是因为正如屡次言及的那样,它不属于整个灵魂,而属于某个部分。此外,没有人在感到痛苦的同时施加侮辱,而出于愤怒而行动的人[是伴随痛苦行动的]。相反,施加侮辱者都是伴随快乐的。他加上这一点是为了强化第一个前提。因为凡施加侮辱者都是伴随快乐行动的,绝不伴随痛苦;同时这也导向因欲望而产生的不能自制劣于因气魄而产生的不能自制。因为,如果因气魄而不能自制者是在痛苦中不能自制,并因而不施加侮辱,而因欲望而不能自制者则是出于欲望伴随快乐而做出此事,并因而被视为施加侮辱,那么后者就更为恶劣,且应当承受更大的愤怒;因此,如果最应当对之发怒的事物是更不正义的,那么因欲望而产生的不能自制就比因气魄而产生的更为不正义。
- 5.0ἐκ τοῦ συγκαταβάλλεσθαι τοῖς σπέρμασι τὰς τῶν θυμῶν ὁμοιότητας
带有介词 ἐκ 的冠词不定式结构。τὰς τῶν θυμῶν ὁμοιότητας 作被动不定式 συγκαταβάλλεσθαι 的宾格逻辑主语,τοῖς σπέρμασι 则是表示伴随的与格(“与精粹一同”)。该结构表述“由于气魄的相似性随同精粹一同被传递”。
- 5.0ὁ δὲ ὀργῇ ποιῶν
对照结构中谓词动词及修饰短语的省略。与前句 οὐδεὶς λυπούμενος ὑβρίζει(没有人在感到痛苦的同时施加侮辱)以及后文 μεθ’ ἡδονῆς(伴随快乐)形成对照,在 ὁ δὲ ὀργῇ ποιῶν 之后应当补充相当于 μετὰ λύπης ποιεῖ(伴随痛苦行动)的成分。后文 πᾶς γὰρ ὁ ὑβρίζων μεθ’ ἡδονῆς ποιεῖ, μετὰ λύπης δὲ οὐδέποτε 亦印证了这一补足。
