← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§127.2-128.10

气魄的不能自制与欲望的不能自制之比较

基于亚里士多德《尼各马可伦理学》第7卷第6章,阐释为何气魄的不能自制不如欲望的不能自制那样可耻,探讨气魄如何因误听理性的推论而行动,并考察跟随理性者何以仍能被称为不能自制这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.0#1

* * * * * * * * * * * * * * * * * * καὶ τὴν τῶν ἐπιθυμιῶν· καὶ δείκνυσιν ὅτι αἰσχίων 〈ἡ〉 τῶν ἐπιθυμιῶν ἀκρασία· διὸ καὶ εὐλόγως δόξειεν ἂν αὕτη ἁπλῶς ἀκρασία λέγεσθαι· ἡ δὲ τοῦ θυμοῦ μετὰ προσθέσεως. τὸν μὲν γὰρ θυμόν φησιν ἀκούειν πως τοῦ λόγου, παρακούειν δέ, ὡς τοὺς ταχεῖς τῶν διακόνων, οἳ διὰ τὸ τάχος παρακούουσι τῶν δεσποτῶν, καὶ τοὺς κύνας, οἳ ὑλακτοῦσιν, ἐπειδάν τις ψοφήσῃ. οὕτως γὰρ καὶ ὁ θυμός, ταχὺς ὢν φύσει καὶ θερμότατος ὡς εἰπεῖν διὰ τὸ θερμότατον εἶναι μέρος τοῦ σώματος, τῷ παρακοῦσαι τοῦ λόγου ἄλλο τι λέγοντος ὥσπερ προστάγματος [ὃ] ἀκούσας ὁρμᾷ.1 ὁ μὲν γὰρ λόγος ἢ ἡ φαντασία γίνεται, ὅτι ὕβρις ἐστίν, ἢ ὀλιγωρία γέγονεν ἐκ τοῦ δεῖνος· οὐδαμοῦ δὲ εἰπόντος τοῦ λόγου οὐδὲ τῆς φαντασίας γενομένης, ὅτι δεῖ τιμωρήσασθαι αὐτόν, ὁ θυμὸς ὥσπερ προσταχθεὶς τιμωρήσασθαι, ᾄττει ἐπὶ τοῦτο. συλλογίζεται μὲν οὐδέν (λογικῶν γὰρ τὸ συλλογίζεσθαι), ὅμοιον δέ τι πάσχει τῷ συλλογισαμένῳ, ὅτι δεῖ τούτῳ πολεμεῖν. ὁ μὲν γὰρ λόγος, ὡς εἴρηται, μόνον φησίν, ὁ δεῖνα ὕβρισεν· ὁ δὲ θυμός, ὥσπερ καὶ τῆς καθόλου προτάσεως κειμένης, ὅτι δεῖ πολεμεῖν τοῖς ὑβρίσασι, καὶ τοῦ συμπεράσματος ‘τούτῳ ἄρα πολεμητέον’, χαλεπαίνει εὐθέως καὶ ὁρμᾷ. ὁ μὲν οὖν θυμὸς τοιοῦτος· ἡ δὲ ἐπιθυμία, ἐὰν μόνον εἴπῃ ὁ λόγος, ὅτι ἡδύ, ἢ ἡ αἴσθησις, ὁρμᾷ πρὸς τὴν ἀπόλαυσιν. ταῦτα δὲ λέγων δόξει μηδὲν χείρονα ποιεῖν τὴν ἐπιθυμίαν τοῦ θυμοῦ· καὶ γὰρ αὕτη δόξει τῷ λόγῳ ποτὲ ἀκολουθεῖν παρακούουσα. ὁ μὲν γὰρ λόγος λέγει ὅτι ἡδύ, ἡ δὲ ὡς προστάττοντος ἀκολουθεῖν ἕπεται. ἢ οὐχ οὕτως ἔχει; ἀλλ’ ὁ μὲν θυμὸς τῷ ὄντι κινεῖται ὑπὸ τοῦ λόγου κελευόμενος. ἡ δὲ ἐπιθυμία τὰ πολλὰ ἁμαρτάνει, φανεροῦ ὄντος ὅτι κωλύει ὁ λόγος. διό φησι τὸν μὲν θυμὸν ἀκολουθεῖν πως τῷ λόγῳ, τὴν δὲ ἐπιθυμίαν οὔ. αἰσχίων οὖν ἡ δι’ ἐπιθυμίαν ἀκρασία τῆς διὰ θυμόν· ὁ μὲν γὰρ τοῦ θυμοῦ ἀκρατὴς τοῦ λόγου πως ἡττᾶται,2 ὁ δὲ τῆς ἐπιθυμίας οὐ τοῦ λόγου ἡττᾶται ἀλλὰ τῆς ἐπιθυμίας. Ἄπορον δέ, πῶς ἀκρατὴς ἔσται θυμοῦ, εἰ τῷ λόγῳ πως ἀκολουθεῖ. δεῖ γὰρ τὸν ὁπωσοῦν ἀκρατῆ τῷ λόγῳ ἀπειθοῦντα τῷ πάθει ἐνδιδόναι. ἢ ἔνεστί τις λόγος ἐν τῷ ἀκρατεῖ τοῦ θυμοῦ, ὅτι οὐ χρὴ ἐπὶ πᾶσι θυμοῦσθαι οὐδὲ ἐφ’ οἷς μὴ δεῖ; οὗτος δὲ ὁ λόγος ἔνεστι μὲν ἐν αὐτῷ, οὐκ ἐνεργεῖ δὲ τότε διὰ τὸ πάθος.

……以及欲望的[不能自制];并且他表明,欲望的不能自制更为可耻。因此,这[欲望的不能自制]被合乎情理地看作无条件地被称为不能自制,而气魄的不能自制则是附加限制地被称谓的。因为他说,气魄在某种程度上听从理性,但听错了,就像那些因为敏捷而听错主人的敏捷仆人,以及只要有人弄出响声就吠叫的狗一样。因为气魄也是如此,它本性敏捷,并且可以说由于是身体最热的部分而极其热,它通过听错说了别的什么的理性,犹如听到了命令一般冲了出去。因为理性或表象虽然提出存在侮辱,或者某人做出了轻慢,但在理性未曾说明、表象也未曾提出应当惩罚他的情况下,气魄却犹如被命令去惩罚一样,猛扑向这一行动。它完全没有进行推论(因为推论属于理性造物),但它所经历的事情却类似于那些推论出应当与此人作斗争的人。因为正如所说,理性仅仅陈述“某人侮辱了”;而气魄却犹如已经设定了全称前提“应当与侮辱者作斗争”以及结论“因此应当与此人作斗争”一样,立即发怒并冲出。气魄便是如此;而欲望只要理性或感觉说某物是令人愉悦的,便冲向享受。但这样说,他似乎并没有把欲望看得比气魄更差;因为欲望似乎有时也是通过听错而跟随着理性的。因为理性说“这是令人愉悦的”,欲望便犹如理性命令它跟从一样跟了上去。或者并非如此?实际上,气魄确实是受到理性的命令而被推动的。但欲望则在理性明摆着加以阻止的情况下,多半还是犯下错误。因此他说,气魄在某种程度上跟随理性,而欲望则不然。所以,因欲望而产生的不能自制比因气魄而产生的更为可耻;因为在气魄上不能自制的人在某种程度上是被理性制服的,而在欲望上不能自制的人则不是被理性制服,而是被欲望制服。然而,如果人在某种程度上跟随理性,他又怎能在气魄上是不能自制的,这构成了一个疑难。因为任何一种不能自制者,都必须是不服从理性而屈从于情感。或者说,在气魄的不能自制者心中存在着某种理性,即不应当对所有事情发怒,也不应当对不该发怒的事情发怒?而这种理性虽然存在于他心中,但当时由于情感的作用却没有现实地运作。

语法注2 条
  1. 5.0τῷ παρακοῦσαι τοῦ λόγου ἄλλο τι λέγοντος ὥσπερ προστάγματος [ὃ] ἀκούσας ὁρμᾷ

    带冠词的不定词 τῷ παρακοῦσαι 是表示原因或方式的与格。动词 παρακούειν(听错)支配属格补足语 τοῦ λόγου,其后由属格分词 ἄλλο τι λέγοντος 修饰(“虽然理性在说别的什么”)。接下来的 ὥσπερ προστάγματος 为属格,受分词 ἀκούσας 支配(“犹如听到了命令一般”),整句结构为“因听错了说了别样的理性,犹如听到了命令一般冲了出去”。

  2. 5.0ὁ μὲν γὰρ τοῦ θυμοῦ ἀκρατὴς τοῦ λόγου πως ἡττᾶται

    动词 ἡττᾶσθαι(被……击败、屈从于)通常支配属格补足语。由于前文强调气魄在某种程度上以为自己在服从理性,此处的 τοῦ λόγου 表示被其制服的对象(“在某种程度上被理性所制服”)。这与后文在欲望上不能自制者形成对比,后者是“不是被理性制服,而是被欲望制服(οὐ τοῦ λόγου ἡττᾶται ἀλλὰ τῆς ἐπιθυμίας)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:127.2-128.10