- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:125.2-126.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修斯论述了作为休息与游戏中道德性的机智及其两端(小丑作风与粗野),并阐明适合自由人的嘲弄方式及其定义的界定标准。
ἐπειδὴ γὰρ δεῖται ὁ ἄνθρωπος ἀναπαύσεως καὶ ἀνέσεώς τινος, ἔστι καὶ ἐνταῦθα ὁμιλία καὶ παιδιά τις ἐμμελής. καλεῖται δὲ εὐτραπελία καὶ ὁ ἔχων αὐτὴν εὐτράπελος, οἷον εὔτροπός τις ὤν, φησίν. εὔτροπον δὲ λέγει διὰ τὸ εὐρύθμους τοῦ ἤθους αὐτοῦ τὰς κινήσεις εἶναι καὶ τὰς τροπάς· ὥσπερ γὰρ τὰ σώματα ἐκ τῶν κινήσεων κρίνεται, οὕτως καὶ τὰ ἤθη. ὅτι δὲ κρίνεται τὰ σώματα ἐκ τῶν κινήσεων δῆλον. μέχρι μὲν γάρ τις ἠρεμεῖ, οὐ δῆλον, εἴ τι πεπήρωται τῶν τοῦ σώματος εἴτε ἄρρυθμόν ἐστι, κινουμένου δὲ μάλιστα ἐλέγχεται τὸ σῶμα· οὕτως καὶ κατὰ τὴν παιδιὰν τοῦ ἤθους οἱ μὲν εὔρυθμοί εἰσι καὶ ἐμμελεῖς· καλοῦνται δὲ οἱ εὔρυθμοι εὐτράπελοι παίζοντες ἐστοχασμένως τοῦ μὴ λυπεῖν μήτε ἄλλον μηδένα μήτε ἐκεῖνον, πρὸς ὃν χρῶνται τῇ παιδιᾷ, ἀλλὰ τοὐναντίον καὶ εἰς ἡδονὴν ἄγειν. ὁ δ’ αὐτὸς καὶ οἷα δεῖ καὶ ἐρεῖ καὶ ἀκούσεται οἷα δεῖ καὶ παρακούσεται ἑκὼν εἶναι1 τῶν ἀπαιδεύτως χρωμένων τῷ γελοίῳ καὶ αἰσχρῶς· οὐδ’ ἐν πᾶσι δ’ ἐρεῖ ἀλλ’ ἐν οἷς προσήκει. ἔχει δὲ καὶ τοὺς ἄλλους διορισμοὺς τῶν ἀρετῶν· καὶ γὰρ ὅτε δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ ὡς δεῖ χρῆται τῇ παιδιᾷ. Ὁ δὲ ὑπερβάλλων βωμολόχος καλεῖται, ἐπιπόλαιός τις ὢν καὶ πάντως τοῦ γελοίου στοχαζόμενος ἤπερ τοῦ λέγειν εὐσχήμονα καὶ μὴ λυπεῖν τὸν σκωπτόμενον· ἕνεκεν δὲ τοῦ γέλωτα κινεῖν οὐδενὸς φείδεται, οὔτε φίλου οὔτε ἐχθροῦ· ἐνίοτε δὲ οὐδὲ τῶν θεῶν, καθάπερ οἱ τὰς παλαιὰς κωμῳδίας ποιήσαντες· ὑπὸ γὰρ βωμολοχίας οὐδὲ τῶν θεῶν ἀπείχοντο. ἔστι δὲ καὶ ἐνταῦθα ἔλλειψις· εἰσὶ γάρ τινες οἳ τὸ παράπαν οὐκ ἀξιοῦσι χρῆσθαι τῇ παιδιᾷ καὶ οὔτ’ αὐτοὶ ἂν εἴποιεν πλέον τι, οὔτ’ ἄλλων ἀκούσαιεν ἂν ἡδέως· καλοῖτο δ’ ἂν ἡ τοιαύτη κακία ἴσως ἀγριότης καὶ σκληρότης. οὗτοι μὲν οὖν οὐδέποτε δοκοῦσιν εἶναι εὐτράπελοι ἀλλ’ ἐναντίοι τοῖς εὐτραπέλοις· οἱ δὲ βωμολόχοι δοκοῦσιν εἶναι ἐνίοτε εὐτράπελοι διὰ τὸ χαίρειν τοὺς πολλοὺς τῷ γελοίῳ. ἡ δὲ μέση ἕξις καλεῖται μὲν εὐτραπελία, ὀνομάζοιτο δ’ ἂν ἴσως καὶ ἐπιδεξιότης· τοῦ γὰρ ἐπιδεξίου τοιαῦτα καὶ λέγειν καὶ ἀκούειν, ὁποῖα καὶ πρέπει τῷ ἐλευθερίῳ. διαφέρει γὰρ ἡ τοῦ ἐλευθερίου παιδιὰ τῆς τοῦ ἀνδραποδώδους καὶ ἡ τοῦ πεπαιδευμένου τῆς τοῦ ἀπαιδεύτου. παράδειγμα δ’ ἑκατέρας τίθεται τάς τε παλαιὰς κωμῳδίας καὶ τὰς νέας· τοῖς μὲν γὰρ τὰς παλαιὰς γράφουσι γελοῖον ἐδόκει τὸ αἰσχρολογεῖν, τοῖς δὲ τὰς νέας τὸ μεθ’ ὑπονοίας σκώπτειν, τουτέστιν μετὰ τοῦ αἰνίττεσθαι. διαφέρει δ’ οὐδὲν πρὸς εὐσχημοσύνην ἢ φανερῶς αἰσχρολογεῖν ἢ μόνον ἐμφαίνειν.2 Μετὰ ταῦτα ζητεῖ πότερον δεῖ τὸν εὖ σκώπτοντα ὁρίζεσθαι τῷ λέγειν πρέποντα ἐλευθερίῳ καὶ πεπαιδευμένῳ ἢ τῷ μὴ λυπεῖν τὸν ἀκούοντα ἢ καὶ τοὐναντίον τέρπειν. δεῖ μὲν γὰρ ἴσως ἀμφοτέρων ἐστοχάσθαι τὸν εὖ σκώπτοντα, ἀλλ’ ὅμως καθ’ ὁπότερον αὐτῶν ὁριστέον μᾶλλον· καί φησιν ἀόριστον εἶναι τὸ πρὸς τοὺς σκωπτομένους λαμβάνειν τὸ ἄκρον·3 ἄλλο γὰρ ἄλλῳ που ἡδύ τε καὶ μισητόν, καὶ οὐδὲν κωλύει αὐτὸν μὲν εὖ σκώπτειν, ὑπὸ δὲ ἀγροικίας ἀηδῆ εἶναι τῷ ἀκούοντι· μᾶλλον οὖν ὁ ὅρος τοῦ σκώπτοντος ἐν τῷ ὡς δεῖ σκώπτειν καὶ πρὸς οὓς τῷ ἐλευθερίῳ. ἐν μὲν οὖν τούτῳ φαίνεται τὸ σκῶμμα μέσον τι. * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * *
因为既然人需要休息和某种放松,在此处也存在着交往和某种合节拍的游戏。这被称为机智,而具有它的人被称为机智者,他说,就好像是一个敏锐灵巧的人。他称其为灵巧,是因为他品格的动作和转折是合拍的;因为正如身体是依据动作来判断的,品格也是如此。而身体是依据动作来判断的,这一点是显而易见的;因为当一个人静止不动时,身体的某一部分是残疾还是失调并不明显,但在运动时身体最受检验。同样,在品格的游戏方面,有些人也是合拍且合节拍的;合拍的人被称为机智者,他们开玩笑时旨在既不伤害任何他人,也不伤害与自己进行游戏的对象,反而相反地引导至快乐。而这同一个人既会说出应当说的事情,也会倾听应当听的事情,并且会有意不理会那些毫无教养且鄙俗地运用滑稽之事的人;他也不会在所有人面前说,而是在合适的人面前说。他也具备德性的其他规定性;因为他在应当之时、针对应当之事且以应当之方式运用游戏。 另一方面,过度的人被称为小丑,他是一个轻浮之人,一味追求滑稽,而不是追求言谈得体和不使被嘲弄者感到痛苦;为了引起笑声,他毫不留情,既不顾朋友也不顾敌人;有时甚至不顾神明,就像那些创作旧喜剧的人一样;因为出于丑角作风,他们甚至不敬避神明。在此处也存在不足;因为有些人根本不屑于运用游戏,他们自己既不会多说一句话,也不会乐意倾听他人;这样的恶习或许可以被称为粗野与冷酷。因此,这些人绝不被认为是机智的,而是被认为与机智者相对立;而小丑由于大众喜爱滑稽,有时却被认为是机智的。适度的品质被称为机智,但或许也可以被称为灵巧;因为谈论和倾听适合自由人的事情,正属于灵巧之人。因为自由人的游戏不同于奴隶般的人的游戏,受过教育之人的游戏不同于未受教育之人的游戏。他提出旧喜剧和新喜剧作为这二者的例证;因为在写旧喜剧的人看来,使用污秽言辞似乎是滑稽的,而在写新喜剧的人看来,带有暗讽(也就是带有隐语)的嘲弄[似乎是滑稽的]。而公开使用污秽言辞与仅仅加以暗示,在合乎得体方面有着不小的差别。 在此之后,他探讨应当通过谈论适合自由人与受过教育者之事来界定善于嘲弄的人,还是通过不使听者痛苦、抑或相反地使听者愉悦来界定。因为善于嘲弄的人或许应当同时以此二者为目标,但究竟应当更多地根据哪一个来界定;他说,相对于被嘲弄者来确立界限是不确定的;因为对不同的人而言,令人愉悦和令人憎恶的事物各不相同,完全可能他自己嘲弄得很好,却因听者的粗俗而使其感到不快;因此,嘲弄者的界限更多在于自由人以应有的方式、向应向的人嘲弄。因此在这一点上,嘲弄显现为某种中道。* * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * *
- 4.8ἑκὼν εἶναι
带有不定式 εἶναι 的习语性副词短语(限制性用法),意为“自愿地”、“有意地”,此处与 παρακούσεται 连用,表示主动选择对鄙俗滑稽之人充耳不闻或置之不理。
- 4.8διαφέρει δ’ οὐδὲν πρὸς εὐσχημοσύνην ἢ φανερῶς αἰσχρολογεῖν ἢ μόνον ἐμφαίνειν
尽管阿斯帕修斯的手抄本在此作 οὐδὲν,但结合亚里士多德原文(1128a24)以及上下文对旧喜剧的露骨粗俗与新喜剧的含蓄讽刺的对比,此处在义理上实指“有着不小的差别”。在句法上,ἢ... ἤ...(是公开说粗话还是仅作暗示)构成比较主语,支配动词 διαφέρει。
- 4.8τὸ πρὸς τοὺς σκωπτομένους λαμβάνειν τὸ ἄκρον
带冠词的不定式短语 τὸ... λαμβάνειν 作主语。τὸ ἄκρον 指“界限”或“确定的标准”,介词短语 πρὸς τοὺς σκωπτομένους 表示“依据被嘲弄的对象”,整体由述语 ἀόριστον εἶναι 判定为不确定的。
