- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:123.22-125.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西乌斯注解了《尼各马可伦理学》第4卷第7章(1127a13及后),分析了求真者倾向于自抑的原因,详细划分了自夸与自谦的亚类(包括动机、苏格拉底式的谦逊与伪善的对比),强调受谴责的是选择而非能力,并过渡到对下一项德性的探讨。
μᾶλλον δέ φησιν ἀποκλίνειν αὐτὸν ἐπὶ τὸ ἔλαττον· οὐ γὰρ πάνυ ὀγκώδη περὶ αὑτοῦ ἐρεῖ, κἂν ἀληθῆ ᾖ, διὰ τὸ ἐπαχθές. Ὁ δὲ ἄλλα καὶ μείζω προσποιούμενος τῶν ὑπαρχόντων δύο εἴδη περιέχει. ὁ μὲν γὰρ προσποιεῖται ἐπὶ τὸ μεῖζον οὐδενὸς ἕνεκα καὶ ἔστι μὲν φαῦλος διὰ τὸ χαίρειν τῷ ψεύδει, μάταιος δὲ καὶ ἀνόητος μᾶλλον ἢ κακός· ὁ δὲ ἕνεκά τινος χρώμενος τῇ ἀλαζονείᾳ ἤδη μοχθηρότερος· τούτου δ’ αὐτοῦ πάλιν δύο εἴδη· ὁ μὲν γὰρ δόξης καὶ τιμῆς ἕνεκα ἀλαζονεύεται, ὁ δὲ ἀργυρίου καὶ ἔστι χείρων οὗτος τοῦ διὰ τιμὴν ἀλαζονευομένου· ἧττον γὰρ ψεκτὸς ὁ ἀλαζὼν ὁ διὰ τιμὴν ἀλαζονευόμενος τοῦ δι’ ἀργύριον. ὁ μὲν γὰρ δόξης ἕνεκα ἀλαζονευόμενος τὰ τοιαῦτα προσποιεῖται, ἐφ’ οἷς εὐδαιμονίζονται οἱ ἄνθρωποι ἢ ἐπαινοῦνται. εὐδαιμονίζονται μὲν οὖν ἐπὶ πλούτῳ ἐπὶ ἰσχύϊ ἤ τινι τῶν τοιούτων, ἐπαινοῦνται δὲ ἐπὶ σοφίᾳ ἢ λόγων δυνάμει ἤ τινι τῶν ἐφ’ ἑαυτοῖς. πάντων δὴ τούτων προσποιητικοί εἰσιν οἱ διὰ δόξαν ἀλαζονευόμενοι· οἱ δὲ διὰ κέρδος ἀλαζονευόμενοι τὰ τοιαῦτα προσποιοῦνται, ὧν ἀπολαύειν ἔστι τοῖς πέλας καὶ διὰ τοῦτο ἕτοιμοί εἰσι προέσθαι ἀργύριον τοῖς δυναμένοις αὐτὸ παρέχειν. ῥᾴδιον δὲ καὶ διαλανθάνειν μὴ ὄντα1 διὰ τὸ τοὺς πολλοὺς ἀνεπιστήμονας εἶναι περὶ αὐτά· τοιοῦτον δὲ μαντικὴ ἰατρικὴ σοφία· ἕλκουσι γὰρ τὴν σοφίαν ἐπ’ ἄμφω καὶ οἱ δόξης ἐρῶντες καὶ οἱ χρημάτων καὶ οἱ ἀμφοτέρων, καθάπερ οἱ σοφισταί. οὐκ ἐν τῇ δυνάμει δέ φησιν εἶναι τὸν ἀλαζόνα ἀλλὰ ἐν τῇ προαιρέσει· δύναμιν γὰρ ἔχει καὶ ὁ ἀγαθὸς καὶ ὁ σοφὸς τοῦ ἀλαζονεύεσθαι, οὐ προαιρεῖται δέ· ὁ δὲ δυνάμενος ἅμα καὶ προαιρούμενος ἀλαζών. ἔλεγε δὲ καὶ ἐν τοῖς Τοπικοῖς καὶ ἐν ἄλλοις λόγοις ὅτι οὐκ εἰσιν αἱ δυνάμεις ψεκταὶ2 ἀλλ’ αἱ προαιρέσεις. Οἱ δ’ εἴρωνες ἐπὶ τὸ ἔλαττον ἄγοντες τὰ αὑτῶν χαριέστεροι φαίνονται· οὔτε γὰρ κέρδους οὔτε δόξης χάριν ψεύδονται ἀλλὰ φεύγοντες τὸ ὀγκηρόν. διὸ καὶ τὰ σφόδρα ἔνδοξα ἀπαρνοῦνται· καὶ ἴσως οἱ διὰ τοῦτο καὶ τοιοῦτον τὸν τρόπον εἰρωνευόμενοι οὐκ εἰσὶν ἐπίψογοι, ὥσπερ ὁ Σωκράτης· οἱ δὲ καὶ τὰ σμικρὰ καὶ τὰ λίαν φανερὰ ἀπαρνούμενοι καὶ προσποιούμενοι μὴ ἔχειν ἐπίψογοι καὶ ὥς φησι βαυκοπανοῦργοι καλοῦνται· πανουργία γὰρ μᾶλλον τὸ τοιοῦτον ἢ χαριεντισμός, οἷον εἴ τις πλούσιος ὢν λέγοι μὴ ἔχειν μηδὲ εἰς τὰ ἀναγκαῖα ἢ εἴ τις σφόδρα ἰσχυρὸς ὢν φαίη πάντων εἶναι ἀσθενέστατος. ἀλαζονεία γάρ, ὥς φησιν, ἐνίοτε καὶ τὸ τοιοῦτόν ἐστιν· ἀρνεῖται γὰρ τὰ φανερά, σχεδὸν ἐνδεικνύμενος, ὅτι ὑπάρχει αὐτῷ. φησὶ δὲ καὶ τοὺς Λακεδαιμονίους τῇ σφόδρα εὐτελείᾳ τῆς ἐσθῆτος ἀλαζονεύεσθαι. καὶ γὰρ τὸ εἰς τὸ πέρα τοῦ δέοντος εὐτέλειαν ἄγειν ἀλαζονικόν· οἱ δὲ περὶ τὰ μὴ λίαν φανερὰ εἰρωνευόμενοι, ἵνα φύγωσι τὸ ἐπαχθές, χαρίεντες φαίνονται. ἀντίκειται δὲ μᾶλλον ὁ ἀλαζὼν τῷ ἀληθευτικῷ ἢ ὁ εἴρων διὰ τὸ χείρων εἶναι καὶ ἐπαχθέστερος. οὐδ’ αὐτή ἐστιν ἡ μεσότης περὶ ἴδιά τινα πάθη ἀλλὰ περὶ ἡδονὴν καὶ λύπην, τὰς κοινὰς ταῖς ἀρεταῖς. ὁ γὰρ ἔχων τὴν ἕξιν χαίρει, κωλυόμενος δὲ δυσχεραίνει. Οὔσης δὲ καὶ ἀναπαύσεως ἐν ταῖς ὁμιλίαις3 αἱ μὲν προειρημέναι ἀρεταὶ δύο, ἥ τε ὁμοία τῇ φιλίᾳ, ἣν ὁμιλητικὴν ὠνομάσαμεν, καὶ ἡ ἀληθευτικὴ περὶ πάντα ὁμιλία ἔν τε βίῳ καὶ λόγῳ· ἡ δὲ μέλλουσα ῥηθήσεσθαι περὶ τί μέρος ἐστὶ τοῦ βίου;
他说,他[求真者]宁可倾向于较少的一方;因为出于惹人厌恶,即使是真实的,他也不会谈论关于自己的非常夸大之事。而假装拥有异于且大于实际属性之物的人包含两个种类。因为一种人毫无目的而朝向更大的一方假装,且由于以虚伪为乐而确实是卑劣的,但与其说是邪恶的,不如说是虚妄而愚蠢的;而为了某种目的而运用自夸的人则已经是更为败坏的了。就此人本身而言,又分为两个种类:一种人是为了名声和荣誉而自夸,另一种人是为了金钱,而后者比因荣誉而自夸的人更差;因为因荣誉而自夸的自夸者比起因金钱而自夸的人更少受到谴责。因为为了名声而自夸的人假装拥有那些人们据以被称为有福或受到赞扬的事物。人们依据财富、力量或诸如此类的事物而被视为有福,依据智慧、言论能力或取决于自身的事物而受到赞扬。因名声而自夸的人倾向于假装拥有这一切;而因获利而自夸的人则假装拥有那些邻人能够享受的事物,人们正因此乐意向能够提供这些事物的人付出金钱。而且由于大众在这些事情上缺乏专门知识,这些事物实际上并不存在也是容易瞒过他人的;这类事物包括占卜术、医术和智慧;因为正如智者们一样,贪慕名声者、贪恋金钱者以及贪图两者的人,都把智慧引向这两方面。但他说道,自夸者不在于能力,而在于选择;因为善人与智者也拥有自夸的能力,却并不做出这种选择;而同时有能力且选择如此做的人才是自夸者。并且他在《论题篇》及其他论辩中也曾说过,能力不是应受谴责的,选择才是应受谴责的。另一方面,把自己的属性引向较少一方的自谦者显得更为文雅;因为他们既不为利也不为名而撒谎,而是为了避免夸张。因此他们甚至否认极其显赫之事;也许出于这一缘由并以这种方式自谦的人并不是应受谴责的,就像苏格拉底一样;但那些甚至连细小且极明显的事情也予以否认、假装没有的人是应受谴责的,正如他所说的,被称为“装傻的恶棍”;因为这种事情毋宁是恶巧而非文雅,例如某人富有却说自己连必需之物都没有,或者某人极其强壮却说自己是所有人中最虚弱的。因为正如他所说的,有时这种事情也是一种自夸;因为他否认显明之事,几乎是在炫耀其属于自己。他还说斯巴达人也借由衣着极其朴素而自夸;因为将朴素推向超出应有的限度也是带有自夸性质的;但在不太显明的事情上自谦以避免招致反感的人,则显得文雅。由于自夸者更坏且更惹人厌恶,因而自夸者比自谦者更与求真者相对立。这一中道本身也不是关于某种特有的感受,而是关于快乐与痛苦,即诸德性所共通的感受;因为具有这种品质的人感到快乐,而在受到阻碍时感到苦恼。既然在交往中也存在休息,前述的两种德性——即类似于友爱而被我们称为交往性的德性,以及在生活和言论中关乎一切交往的求真的德性[已经得到了讨论];那么即将被论述的德性是关于生活的哪一部分呢?
- 4.8ῥᾴδιον δὲ καὶ διαλανθάνειν μὴ ὄντα
在非人称形容词 ῥᾴδιον 引导的不定式 διαλανθάνειν 之后,分词 μὴ ὄντα 充当宾格补足语分词,省略了中性复数主语(指代伪称拥有的技能或事物),整个结构表示“[这些事物]实际上并不存在却不被察觉也是容易的”。
- 4.8οὐκ εἰσιν αἱ δυνάμεις ψεκταὶ
阴性名词 δυνάμεις 前出现了阳性复数定冠词 οἱ。这当属传抄或校勘中 αἱ 的讹误;正如谓语形容词 ψεκταί(阴性)所证实的,构文上应直接按阴性主语 αἱ δυνάμεις 来理解(“能力不是应受谴责的”)。
- 4.8Οὔσης δὲ καὶ ἀναπαύσεως ἐν ταῖς ὁμιλίαις
此句呈现破格构文(anacoluthon):开头的属格绝对结构(Οὔσης...)以及由 μέν 引导的主语 αἱ μὲν προειρημέναι ἀρεταὶ δύο... 缺少明确的限定动词,直接与随后由 δέ 引导的疑问句(ἡ δὲ μέλλουσα ῥηθήσεσθαι...)形成对比。此句在重申前述两种德性后,过渡到对即将讨论的下一德性所属领域的提问。
