← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§122.12-123.22

真实性与自夸及自谦的定义

阿斯帕西奥斯阐释了《尼各马可伦理学》卷四第七章开头关于“真实性”及其两极(“自夸”与“自谦”)的定义,探讨了品质状态与出于目的的行为之间的关系,并区分了正义范畴的真实与日常交往中的真实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8#1

" Περὶ ταῦτα δὲ σχεδόν ἐστι καὶ ἡ τῆς ἀλαζονείας ἕως ἐν ταῖς κατὰ τὸν ἄλλον βίον ὁμιλίαις." Οὐ μόνην τὴν προκειμένην φησὶν ἀρετὴν καὶ τὰς παρακειμένας αὐτῇ κακίας ἀλλὰ καὶ ἑτέραν τινὰ μέσην ἕξιν καὶ δύο κακίας· ἀνώνυμον δὲ καὶ ταύτην εἶναι τὴν ἕξιν. καλοῖτο δ’ ἂν ἀληθευτική, ἢ ὡς αὐτὸς ὀνομάζει αὐτὴν ἀλήθειαν, ἣν ὁ ἔχων περὶ πλείστου ποιεῖται τὸ ἀληθές, τὸ δὲ ψεῦδος παντὶ τρόπῳ μισεῖ. αὐθέκαστον δὲ αὐτὸν λέγει, διότι κατὰ τὸ ὄνομα αὐτὰ ἕκαστα ὁποῖά ποτέ ἐστι τὰ ὑπάρχοντα αὐτῷ καὶ λέγει καὶ ἐνδείκνυται κατὰ τὸν βίον καὶ οὔτε μείζω οὔτε ἐλάττω προσποιούμενος εἶναι τῶν ὑπαρχόντων. λέγεται δὲ ἀλήθεια κυριώτατα μὲν ἡ ἐν λόγοις, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς πράξεσιν. ἀληθευτικὸς γὰρ δοκεῖ 〈ὁ〉 μὴ προσποιούμενος τὰ μὴ ὑπάρχοντα αὐτῷ ἐν ταῖς πράξεσιν, οἷον εἰ μή τις πλούσιος προσποιοῖτο μὴ ὤν, μήτε ἰσχυρὸς μὴ ὤν, ἀλλ’ ὡς φανερὸν αὑτοῦ προτιθείη καὶ τὸν βίον, ὁποῖός τίς ἐστι καὶ [ὁ] τὸν λόγον. ὁ δ’ ἐπὶ πλέον προσποιούμενος καὶ τῷ βίῳ καὶ τῷ λόγῳ ἀλαζών, ὁ δ’ ἐπὶ τὸ ἔλαττον καὶ καθαιρῶν τὰ ὑπάρχοντα αὐτῷ εἴρων, ὁ δὲ μέσος αὐθέκαστός τις, ἀληθευτικὸς ὤν. διὰ τοῦτο δὲ μετατεθείκαμεν τὴν λέξιν, ἵνα καὶ ὡς γέγραπται ἀναγινώσκοντες μετὰ τὸ αὐθέκαστός τις οὕτως ἐπιφέρωμεν 〈ὢν〉 ἀληθευτικός. ἔστι δὲ τούτων, φησίν, ἕκαστα καὶ ἕνεκά τινος ποιεῖν καὶ μηδενός. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τὸ ἀληθεύειν ἐν τῷ λόγῳ καὶ ταῖς κατὰ τὸν βίον πράξεσιν, ὁμοίως δὲ καὶ τὸ ψεύδεσθαι ἔστιν ἀπὸ ἕξεως ἁπλῶς ποιεῖν, ἔστι δὲ καὶ ἕνεκά τινος, οἷον ὁ μὲν ἀληθευτικὸς ἕξιν ἔχει καθ’ ἣν ἀληθεύει ἅπαντα καὶ οὐδὲν ψεύδεται, ἔστι δ’ ὅτε καὶ ἕνεκέν τινος ἀναγκαίου βιασάμενος τὴν ἐν αὐτῷ ἕξιν χρῆται τῷ ψεύδει, ἐν φαρμάκου μοίρᾳ ὑπὲρ μεγάλων καὶ συμφερόντων αὐτῷ ἢ φίλοις ἢ πατρίδι· ὁμοίως δὲ καὶ οἱ τὰς ἐναντίας ἕξεις ἔχοντες τὸ μὲν ὅλον ψεῦσταί εἰσιν, οἱ μὲν ἐπὶ τὸ μεῖζον, οἱ δ’ ἐπὶ τὸ ἔλαττον. κέρδους δ’ ἕνεκεν ἢ δόξης ἢ ἄλλης τινὸς αἰτίας ἔστιν ὅτε χρήσαιντ’ ἂν τῷ ἀληθεῖ· κρίνονται δὲ ἕκαστοι ὁποῖοί εἰσιν ἀπὸ τῶν ἕξεων ἀλλ’ οὐκ ἀφ’ ὧν ποτε καὶ ἕνεκά τινος ποιοῦσι. ταῦτα δὲ ὁ Ἀριστοτέλης οὕτως ἡρμήνευκεν· ἕκαστος δὲ οἷός ἐστι τοιαῦτα λέγει καὶ πράττει καὶ οὕτως ζῇ· ἔστι δ’ ἕκαστος ὁποία ἡ ἕξις ἡ ἐν ἑκάστῳ καὶ κατὰ ταύτην ζῇ, ἂν μή τινος ἕνεκα παρεκβαίνῃ τὴν ἕξιν. ἔστι γὰρ τὸ μὲν καθ’ αὑτὸ ψευδὲς ψεκτόν, τὸ δ’ ἀληθὲς καθ’ αὑτὸ ἐπαινετόν· διόπερ ὁ μὲν ἀληθευτικὸς ὢν τοῦ καθ’ αὑτὸ ἐπαινετοῦ1 ἐπαινετός ἐστι καὶ αὐτός· οἱ δὲ προαιρετικοὶ τοῦ καθ’ αὑτὸ ψεκτοῦ, λέγω δὲ τοῦ ψεύδους, ψεκτοί· ψεκτοὶ δὲ οὗτοι ἀμφότεροι μέν, μᾶλλον δὲ ὁ ἀλαζών. Εἶτα ἐπαναλαβὼν περὶ ἑκάστου λέγει, ἀρξάμενος ἀπὸ τοῦ ἀληθευτικοῦ. ἔστι γάρ τις ἄλλος ἀληθευτικὸς ἐν ταῖς ὁμιλίαις καὶ συνθήκαις οὐδὲν παραβαίνων· καὶ οὗτος μὲν οὖν κατὰ δικαιοσύνην ἐνεργεῖ, καὶ 〈ἃ〉 μόριά ἐστι τῆς δικαιοσύνης, ὁ δὲ κατὰ τὴν εἰρημένην ἕξιν, ὁ ἐν τῷ συζῆν ἀληθευτικὸς καὶ λόγῳ καὶ βίῳ· ἀληθεύοι δ’ ἂν καὶ οὗτος ἐν ταῖς ὁμολογίαις· ὁ γὰρ ἐν οἷς μηδὲν διαφέρει2 ἀληθεύων, δῆλον ὅτι ἐν οἷς διαφέρει μᾶλλον χρήσεται τῇ ἀληθείᾳ.

“关于这些事情,大体上也有自夸的……直至在其他生活方面的交往中。” 他说,不仅存在着摆在面前的德性以及与其相邻的恶习,而且还存在着另一种中间品质和两种恶习;并且这一品质也是无名的。它可以被称为“求真的”,或者正如他自己所命名的那样称为“真实性”,具有它的人将真实视作最崇高之物,并在各个方面憎恶虚伪。他称此人为“如实者”,因为正如其字面意思,不论他实际具有何种属性,他在生活中都如实地言说并表现出这每一项,既不假装拥有比实际属性更多的东西,也不假装更少。真实最本义地是指言论中的真实,然而也被用于行动之中。因为在行动中不假装拥有不属于自己的属性的人似乎是求真的,例如某人并非富有就不假装富有,并非强壮就不假装强壮,而是将自己的生活与言论清楚地展示为其实际所是的那样。在生活和言论中都假装拥有更多的人是“自夸者”,而假装拥有更少并贬抑自己所具有之物的人是“自谦者”,处于中间的人则是作为求真者的“如实者”。我们正是为此调换了语序,以便即便在按原文阅读时我们也能在“如实者”之后这样附加上“作为求真者”。他说:“做出这些事情中的每一项,既可以是为了某种目的,也可以不为了任何目的。”他所说的是这样的意思:在言论中以及贯穿一生的行动中讲真话,同样撒谎,既可以单纯地出于品质而做,也可以为了某种目的而做;例如,求真者具有一种品质,依据这种品质他在所有事情上都讲真话而绝不撒谎,但在有些时候,为了某种必要之事克制了内心的品质,他把虚假当作药物,为了对他自己、朋友或祖国重大且有益的事而运用虚假;同样,具有相反品质的人总的说来是骗子,一些人朝向更大,另一些人朝向更小。但为了获利、名声或某种其他原因,他们有时也可能运用真理;然而,每个人所具有的品格是根据其品质来评判的,而不是根据他们偶然为了某种目的所做的事来评判的。亚里士多德对此解释如下:“每个人所是的样态,决定了他所言、所行以及生活的样态”;每个人所是的样态取决于其内在的品质是何种样态,并且依据这种品质生活,除非为了某种目的偏离了这种品质。因为就其本身而言的虚假是应受谴责的,而就其本身而言的真实是值得赞扬的;因此,求真者立于就其自身而言值得赞扬的一方,其自身也是值得赞扬的;而那些选择就其自身而言应受谴责之物——我指的是虚假——的人是应受谴责的;这两者都是应受谴责的,但自夸者更甚。随后他再次回过头来论述每个人,从求真者开始。因为还有另一种求真者,在交往和契约中不违背任何事物;此人是依正义以及那些属于正义组成部分的事物而活动的;而依前述品质生活的人,则是在共同生活中不论在言论上还是在生活上都是求真的;此人也会在协定中讲真话;因为在毫无利害分别的事情上讲真话的人,显然在涉及利害分别的事情上会更加运用真理。

语法注2 条
  1. 4.8ὁ μὲν ἀληθευτικὸς ὢν τοῦ καθ’ αὑτὸ ἐπαινετοῦ

    τοῦ καθ’ αὑτὸ ἐπαινετοῦ 是依附于 ὤν 的属格(表示归属),与后文的 οἱ δὲ προαιρετικοὶ τοῦ καθ’ αὑτὸ ψεκτοῦ 相对照,表示求真者属于或站在“就其自身而言值得赞扬之物”的一边。

  2. 4.8ἐν οἷς μηδὲν διαφέρει

    这是一个省略了先行词 τούτοις 的关系从句(即 ἐν τούτοις ἐν οἷς...),其中 διαφέρει 用作无人称动词,意为“产生差别、涉及利害”。因此整句意为“在毫不产生差别(无关利害)的事情上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:122.12-123.22