- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:121.3-122.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯注解亚里士多德《尼各马可伦理学》第4卷第6章开头(1126b11)关于日常交往中的中道(无名的德性,即合群),阐明其因缺乏情感爱恋而有别于真正的友爱,并分析了过度(讨好、阿谀)与不及(乖戾、难相处)这两种极端的特征。
" Ἐν δὲ ταῖς ὁμιλίαις ἕως ἀνώνυμον εἶναι τὸ μέσον." Ἐπειδὴ πολιτικὸς καὶ κοινωνικός ἐστιν ὁ ἄνθρωπος φύσει, ἀνάγκη καὶ λόγων καὶ πράξεων κοινωνεῖν ἀλλήλοις γίνεται τοὺς ἀνθρώπους. ἐν δὲ τῇ κοινωνίᾳ ταύτῃ καὶ τῇ πρὸς ἀνθρώπους ὁμιλίᾳ ἐστί τις ἀρετή, ἣν ἀνώνυμόν φησιν εἶναι· ἴσως δ’ ἂν κληθείη ὁμιλητικὴ ἢ τοιούτῳ ὀνόματί τινι, ἣν ὁ ἔχων ὁμιλήσει τοῖς ἐντυγχάνουσι καὶ κοινωνοῦσι τῶν λόγων, μάλιστα μὲν ἐστοχασμένως τοῦ ἡδὺς αὐτοῖς εἶναι προσομιλῶν, οὐ μὴν ἀλλ’ ἂν ἄσχημον ᾖ τὸ σὺν ἡδονῇ καὶ βλαβερὸν αὐτῷ ἢ τοῖς ἀκούουσι, πειράσεται λυπεῖν μᾶλλον. τοῦ γὰρ καλοῦ ἕνεκεν καὶ οὗτος πάντα ἐρεῖ, ὥστ’ ἂν καλὸν ᾖ τὸ λυπεῖν, λυπήσει καὶ μάλιστα ὅταν μέλλῃ πρὸς βραχὺ λυπήσας ἐπὶ πλεῖον αὐτοὺς ὠφελεῖν· εὐποιητικὸς γάρ ἐστι καὶ ὠφελητικὸς ἔτι τῶν ἐντυγχανόντων, ἐὰν μὲν δύνηται καὶ μετὰ τοῦ ἡδέος, εἰ δὲ μή, καὶ μετὰ τοῦ λυπηροῦ. ἔοικε δὲ ἡ τοιαύτη ἀρετὴ φιλίᾳ· πρότερον μὲν γὰρ ἐν τῇ διαγραφῇ κοινότερον αὐτὴν φιλίαν εἶπε, νῦν δὲ διαιρεῖ ὅτι φιλία μὲν οὐκ ἔστιν, ἔοικε δὲ φιλίᾳ. καὶ γὰρ ὁ φίλος πειρᾶται μὲν ἡδὺς εἶναι τῷ φίλῳ, ἂν μέντοι βλαβερὸν ᾖ ἢ ἄσχημον τὸ σὺν ἡδονῇ, τὸ δὲ λυπεῖν εὔσχημον καὶ ὠφέλιμον τῷ φίλῳ, τοῦτο πειρᾶται μᾶλλον. τοιαύτη δή τις καὶ ἀνώνυμος αὕτη ἡ ἕξις χωρὶς τοῦ στέργειν· οὐ γὰρ πρὸς τοὺς φίλους γίνεται ἀλλὰ πρὸς πάντας τοὺς ἐντυγχάνοντας ἡ ἐνέργεια αὕτη, καὶ ἄνευ τοῦ κατὰ τὸ φιλεῖν ἢ μισεῖν πάθους. ὁμοίως γὰρ τῇ ἕξει χρῆται πρὸς ἀγνῶτας καὶ γνωρίμους καὶ συνήθεις καὶ ἀσυνήθεις, πλὴν τὸ ἁρμόττον νέμει ἑκάστοις. κοινὸν γὰρ τὸ ὡς δεῖ ὁμιλεῖν· καὶ τοῦ καλοῦ ἕνεκα πᾶσι τὸ ἁρμόττον ἴδιον πρὸς ἑκάστους·1 οὐ τὸν αὐτὸν γὰρ τρόπον συνήθεσι καὶ ἀσυνήθεσι ὁμιλήσει οὐδὲ ὁμοίως πρεσβυτέροις αὑτοῦ καὶ νεωτέροις οὐδ’ ἄρχουσι καὶ ἰδιώταις ἀλλὰ τὴν προσήκουσαν ὁμιλίαν ποιήσεται πρὸς ἑκάστους, τέλος μὲν ἔχων τὸ καλόν, δυοῖν δὲ ἐστοχασμένος ὡς προειρήκαμεν τοῦ τ’ εὐσχήμονος καὶ ὠφελίμου ἑαυτῷ τε καὶ τοῖς κοινωνοῦσι τῆς ὁμιλίας. ὁ μὲν οὖν μέσος τοιοῦτος ὢν ἀνώνυμός ἐστιν, εἰ μή τις αὐτὸν ὁμιλητικὸν λέγει καὶ τὴν ἀρετὴν ὁμιλητικήν. ὁ δὲ κατὰ τὴν ὑπερβολὴν ἐστιν ἅπαντας συνηδύνων καὶ πᾶσιν ἀρέσκειν βουλόμενος, ἐάν τε δι’ ὠφέλειαν, ὧν μέλλει αὐτοῖς περιποιήσειν ἡδονῶν καὶ εὐσχημόνων ἑαυτῷ καὶ ἐκείνοις,2 ἐάν τε διὰ τῶν ἐναντίων· οὗτος δ’ ἂν μηδενὸς ἕνεκα τοῦτο ποιῇ, ἀλλ’ αὐτῷ τούτῳ χαίρων τῷ ἀρέσκειν ἄρεσκος καλεῖται, ἐὰν δ’ ἵνα κερδαίνῃ, κόλαξ. ὁ δὲ κατὰ τὴν ἔλλειψίν ἐστιν ὁ πᾶσιν ἀντιτείνων καὶ μηδενὶ πρὸς ἡδονὴν βουλόμενος διαλέγεσθαι, οἵους καὶ οἱ κωμῳδοποιοὶ μιμοῦνται δυσκόλους ὀνομάζοντες· καὶ ἐνταῦθα δὲ διὰ τὸ ἀνώνυμον εἶναι τὸν μέσον μόνον ἀλλήλοις δοκεῖ ἀντικεῖσθαι τὰ ἄκρα· ἀντίκειται δὲ καὶ ἀλλήλοις καὶ τῷ μέσῳ. ὁρίσαιτο δ’ ἄν τις τὴν εἰρημένην ἀρετὴν μεσότητα περὶ ἡδονὰς καὶ λύπας καὶ πράξεις εἶναι· πράξεις γάρ τινες καὶ λόγοι. ἔστι δέ τι τοιοῦτον εἶδος ἡδονῆς καὶ λύπης τὸ περὶ τὰς ὁμιλίας. τὸ δὲ χαίρειν αὐτὸν ἐνεργοῦντα κατὰ τὴν ἀρετὴν καὶ ἄχθεσθαι κωλυόμενον κοινὸν πασῶν τῶν ἀρετῶν. ἀντικεῖσθαι δὲ μᾶλλον φαίνεται τῇ μέσῃ ἕξει ἡ δυσκολία διὰ τὸ ἀγριωτέρα εἶναι καὶ θηριωδεστέρα.
“在交往中……直至中道是无名的。” 既然人按本性是政治的和社会的,那么人们彼此分享言论与行为就成了必然。而在这种共同交往以及与人的结交中存在着某种德性,他说这是无名的;或许可以称之为“合群的”或诸如此类的名称,具有它的人将与那些所遇到的人以及共同交谈的人打交道,主要以使他们感到愉快为目标而与之交往,然而如果伴随着愉快的事是不合体面的,且对他自己或对倾听者有害,他将宁愿尝试去造成痛苦。因为此人也为了崇高而说出一切,以至于如果造成痛苦是崇高的,他就会造成痛苦,尤其是当他在短暂造成痛苦之后将对他们有更大助益的时候;因为他乐于行善,且对遇到的人是有益的,如果可能,则伴随着愉快,若不然,则伴随着痛苦。这种德性与友爱相似;因为早先在纲图中他更宽泛地称之为友爱,但现在他做出区分,指出它不是友爱,而是与友爱相似。因为朋友也尝试对朋友表现得愉快,然而如果伴随着愉快的事是有害或不合体面的,而造成痛苦对朋友而言是得体且有益的,他就宁愿尝试后者。这种无名的品质确实就是这样的一种状态,只是没有深切的爱慕;因为这种活动并不是针对朋友发生的,而是针对所有相遇的人,并且不带有属于爱或恨的情感。因为无论对于陌生人还是熟人,亲近的人还是非亲近的人,他都同样地运用这种品质,只是把相宜之物分派给各人。因为按所应有的方式交往是普遍的,且为了崇高,对所有人的相宜之物针对各人而言又是特定的;因为他不会以相同的方式与亲近的人和非亲近的人交往,也不会同样对待长于自己的人和幼于自己的人,或掌权者与普通平民,而是针对各人进行合宜的交往,以崇高为目的,并如我们先前所说的那样以两点为目标:对他自己和共同交往的人而言既得体又有益。因此,处于中道的人虽是如此,却是无名的,除非有人称他为“合群者”,并将这种德性称为“合群”。而处于过度的人则是迎合所有人且想要讨所有人喜欢的人,无论是因为从他将为他们取得的愉快且对自己与他们都得体的事物而来的益处,还是通过其相反者;此人如果不为别的目的而这样做,仅仅因讨人喜欢本身而感到高兴,就被称为“讨好者”,而如果是为了获利,就被称为“阿谄者”。处于不及的人则是与所有人对抗且不想为了愉快与任何人交谈的人,喜剧作家们也模仿这类人并称他们为“乖戾者”;在这里也同样由于中道是无名的,似乎只有各极端彼此对立;但它们既彼此对立,也与中道对立。人们也可以将上述德性定义为关于快乐、痛苦与行动的中道;因为言论也是某种行动。而关于交往的快乐与痛苦就是这样的一种形态。至于他自己在依德性活动时感到喜悦,在受阻碍时感到苦恼,这是所有德性所共同的。然而乖戾由于更野蛮且更似野兽,似乎更多地与中间品质相对立。
- 4.7κοινὸν γὰρ τὸ ὡς δεῖ ὁμιλεῖν· καὶ τοῦ καλοῦ ἕνεκα πᾶσι τὸ ἁρμόττον ἴδιον πρὸς ἑκάστους
在后半分句 καὶ τοῦ καλοῦ ἕνεκα πᾶσι τὸ ἁρμόττον ἴδιον πρὸς ἑκάστους 中省略了系动词 ἐστί,表语 ἴδιον 与前文的 κοινόν 相对比,意为“为了高尚对所有人的相宜之物,针对各人而言又是各别的”。
- 4.7ὧν μέλλει αὐτοῖς περιποιήσειν ἡδονῶν καὶ εὐσχημόνων ἑαυτῷ καὶ ἐκείνοις
关系代词短语 ὧν... ἡδονῶν 体现了先行词内纳与同化(相当于 δι’ ὠφέλειαν [τούτων] ἃς μέλλει αὐτοῖς περιποιήσειν ἡδονάς),先行词 ἡδονῶν 卷入关系从句并受格同化为属格。
