- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:119.27-121.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《尼各马可伦理学》卷四第五章(1125b26),分析了愤怒过度的几种形态(易怒者、暴躁者、阴鸷者、暴戾者)的特征及其相互排斥性,阐明过度相较于不及而言更加与温和对立且更有害,并论述了个别情境下实践判断的困难性与温和依相宜方式使用愤怒的可赞性。
οὕτως δ’ ἐστὶ χαλεπὰ τὰ εἴδη ὡς μὴ δύνασθαι τῷ αὐτῷ ὑπάρχειν πάντα. τὸ γὰρ κακόν, ὥς φησι, καὶ αὐτὸ ἀπόλλυσι1 διὰ τὸ ἔχειν ἐναντιότητα, κἂν ὁλόκληρον ᾖ, καὶ ἀφόρητον γίνεται. δῆλον δ’ ἐστὶ καθ’ ἕκαστα σκοποῦσι τῶν κατὰ τὴν ὑπερβολὴν τῆς ὀργῆς εἰδῶν,2 ὅτι οὐδὲ δυνατὸν ἅμα πάντα τῷ αὐτῷ παρεῖναι κἂν καθ’ ὑπόθεσιν παρῇ, ἀφόρητος ἔσται ἡ κακία. καλεῖται μὲν οὖν ἡ κακία ὀργιλότης ἀπορίᾳ ἄλλου ὀνόματος. ἐξαιρέτως μὲν νομίζονται ὀργίλοι οἱ ταχέως μὲν ὀργιζόμενοι καὶ οἷς οὐ δεῖ καὶ ἐφ’ οἷς οὐ δεῖ καὶ μᾶλλον ἢ δεῖ, παυόμενοι δὲ ταχέως ἔχουσι τοῦτο τὸ μέτριον. συμβαίνει δὲ τούτοις τοῦτο, ὅτι οὐ κρύπτουσι τὴν ὀργήν, ἀλλ’ ἀνταποδιδόασι ταχέως, τουτέστι τιμωροῦνται· οὐ γὰρ ἀναμένουσι πάντως μεγάλην τιμωρίαν, ἀλλ’ ἐξαρκεῖ αὐτοῖς καὶ πλῆξαι μόνον καὶ λοιδορήσασθαι μόνον· διὸ οὐδὲ λανθάνουσιν ὀργιζόμενοι διὰ τὴν ὀξύτητα τοῦ θυμοῦ, ἀποπαύονται δ’ ὅμως ταχέως. οἱ δ’ ἀκρόχολοι ἢ οἱ αὐτοί εἰσι τοῖς ὀργίλοις ἢ ἔτι μᾶλλον ἐπιτεταμένην ἔχουσι τὴν ὀργιλότητα. ἄλλο δ’ εἶδός ἐστι τὸ τῶν πικρῶν καλουμένων· ἐπὶ πολὺ γὰρ ὀργίζονται καὶ οὐ ταχέως ἀποπαύονται καὶ κρύπτουσι τὴν ὀργήν, διὸ καὶ πικροὶ λέγονται· μόλις δὲ παύονται ὅταν διὰ πολλοῦ ἀνταποδῶσι· τότε δὲ ἡ τιμωρία παύει τὴν ὀργήν, ἡδονὴν παρέχουσα ἀντὶ τῆς πρόσθεν λύπης· εἰσὶ δὲ ἑαυτοῖς ὀχληρότατοι, ὥς φησι, καὶ τοῖς φίλοις· ἐπὶ πολὺ γὰρ ἔχουσι τὸ βάρος τὸ τοῦ θυμοῦ καὶ διὰ τὸ κρύπτειν οὔτε ὑπ’ ἄλλων συμπείθονται παῦλαν ἔχειν τῆς ὀργῆς οὔτε αὐτοὶ ἑαυτοὺς παραμυθοῦνται, ἀλλὰ δυσφοροῦσιν ἀεὶ ἠρέμως, μέχρις ἂν ἐπεξέλθωσιν αὐτούς. οὗτοι δ’ ὅτι ἐναντίοι τοῖς ἰδίως καλουμένοις ὀργίλοις καὶ ἀκροχόλοις, δῆλον, ὥστ’ οὐ ῥᾴδιον ἅμα ἄμφω ἐν τοῖς αὐτοῖς γίνεσθαι, ὅπερ εἶπεν. οἱ δὲ χαλεποὶ τὰ μὲν ἄλλα ἐοίκασι τοῖς πικροῖς· ἐπὶ πολὺ γὰρ καὶ αὐτοὶ φυλάττουσι τὴν ὀργὴν καὶ τιμωροῦνται χαλεπῶς καὶ δυσδιάλλακτοί εἰσι, διαφέρουσι δ’ ὅτι φανερωτέραν ἔχουσι τὴν ὀργήν. Πραότητι δέ φησι μᾶλλον ἀντικεῖσθαι τὴν ὑπερβολήν· καὶ γὰρ μᾶλλον οἱ ἄνθρωποι ἐπὶ τὰς ὀργὰς καταφέρονται καὶ τοῦ τιμωρεῖσθαι τοὺς δοκοῦντας ἀδικεῖν ἐφίενται. ἔτι δὲ χεῖρόν ἐστι καὶ ἡ ὑπερβολὴ τῆς ἐλλείψεως· καὶ γὰρ κακοποιὸν ἡ ὀργιλότης μᾶλλον τῆς ἀοργησίας. καὶ πρὸς τὸ συμβιοῦν οἱ χαλεποὶ χείρους. χαλεποὺς δὲ ἢ κοινῶς ἅπαντας εἴρηκε τοὺς μὴ ὡς δεῖ χρωμένους τῇ ὀργῇ ἢ τοὺς ἰδίως καλουμένους χαλεπούς, οἷς τῷ ὄντι τὸ συμβιοῦν ἀηδέστατον. ἔλεγε δὲ καὶ ἐν τοῖς πρώτοις λόγοις, ὅτι περὶ τῶν πρακτῶν τύπῳ μὲν ἔστι λέγειν, καθόλου δὲ περὶ οὐδενὸς ἔστι διορίσαι οὕτως ὥσπερ ἐπὶ τῶν μαθηματικῶν. τοῦτο δὴ καὶ νῦν ὑπομιμνήσκει καί φησι καὶ ἐκ τῶν νῦν λεγομένων εἶναι φανερόν, ὅτι οὐ ῥᾴδιον διορίσαι τίσιν ὀργιστέον καὶ ἐπὶ τίσι καὶ ἐπὶ πόσον χρόνον καὶ τὰ ἄλλα οὕτως. διόπερ καὶ λανθάνουσιν οἱ μικρόν τι παραβαίνοντες ἢ ἐπὶ τὴν ἔλλειψιν ἢ ἐπὶ τὴν ὑπερβολήν, πέρα δὲ τοῦ δέοντος τῇ ὀργῇ χρώμενοι ἢ τῇ ἀοργησίᾳ τότε ἐλέγχονται. ἐπεὶ οὖν αἱ ἐνέργειαι ἐν τοῖς καθ’ ἕκαστά εἰσι καὶ ἐν τοῖς αἰσθητοῖς, περὶ ὧν καθόλου οὐκ ἔστιν εἰπεῖν, ἕξεως δέ ἐστι τῆς χρωμένης3 ἀεὶ τοῖς συμβαίνουσιν ὃν προσήκει τρόπον, καὶ διὰ τοῦτο ἡ πραότης ἐπαινεῖται χρωμένη τῇ ὀργῇ κατὰ τὸ προσῆκον.
而这些形态是如此恶劣,以至于不可能全部属于同一个人。因为恶正如他所言,通过拥有相反性甚至连自身也会毁灭,即便恶是完备的,它也会变得难以忍受。对于逐一审视属于愤怒过度的诸形态的人而言显然的是,全部形态同时存在于同一个人身上甚至是不可能的,即便依假设存在,这种恶习也将是难以忍受的。因此,由于缺乏别的名称,这种恶习被称为易怒。特异地被认为是易怒者的人,是那些迅速发怒、既对不该发怒的对象、因不该发怒之事、且超过所应程度发怒的人,但他们在迅速停止这一方面拥有这种合度的特征。而这种情况之所以发生在他们身上,是因为他们并不隐匿愤怒,而是迅速反击,也就是进行惩罚;因为他们绝不等待巨大的报复,而是仅仅击打一下或仅仅谩骂一番对他们就足够了;因此他们发怒也并不因气概的急躁而隐而不显,但无论如何他们会迅速平息。而暴躁的人,要么与易怒者相同,要么具有进一步强化的易怒品质。另一形态则是所谓阴鸷的人;因为他们长期发怒,不迅速停止,并且隐匿愤怒,因此他们也被称为阴鸷;只有当他们隔了许久进行报复时,他们才勉强停止;那时惩罚止息了愤怒,带来了快乐以取代先前的痛苦;正如他所说,他们对自己和对朋友都是最讨厌的;因为他们长期承受气概的重压,并且由于隐匿它,他们既不会被他人说服去平息愤怒,自己也不会慰藉自己,而是一直暗中愤懑,直到向他们报仇雪恨。而这些人显然与特有意义上被称为易怒者的人以及暴躁者相反,以至于正如他所说,两者不容易同时出现在同一些人身上。至于暴戾的人,在其余方面与阴鸷的人相似;因为他们自己也长期保持愤怒,严酷地惩罚,并且难以和解,但他们的不同之处在于他们把愤怒表现得更为明显。 他说,过度更多地与温和相对立;因为人们更易于偏向愤怒,并且渴求惩罚那些被认为行不义的人。此外,过度也比不及更糟糕;因为易怒比不发怒更加有害。而且对于共同生活而言,暴戾的人更为糟糕。而他所说的“暴戾的人”,要么是统称所有未按所应方式使用愤怒的人,要么是指特有意义上被称为暴戾的人,与他们共同生活事实上最为令人不快。他在最初的论述中也曾说过,关于实践的事项可以概括地谈论,但不可能像在数学事项中那样对任何事情做出普遍的界定。这正是他如今也提醒我们的,并且他说从现在所谈的内容中也清楚地表明,要界定应当对哪些人生气、因何事、持续多久以及诸如此类的其他规定,绝非易事。因此,无论朝向不及还是过度略微有所偏离的人都未被察觉,而把愤怒或不发怒使用至超出所应程度的人,那时才受到谴责。因此,既然诸种活动处于个别事物与感觉对象之中,关于这些事物不可能普遍地述说,而〔这〕乃是始终以相宜的方式对待所发生之事的品质的本分,正是由于这一点,温和因以相宜的方式使用愤怒而受到称赞。
- 4.6καὶ αὐτὸ ἀπόλλυσι
此句呼应亚里士多德原文(1126a12: τὸ γὰρ κακὸν καὶ ἑαυτὸ ἀπόλλυσι),其中 καὶ αὐτό 用加强代词 αὐτός 代替反身代词 ἑαυτό 作直接宾语,意为“[除了毁灭他物之外]连自身也毁灭”。
- 4.6σκοποῦσι τῶν κατὰ τὴν ὑπερβολὴν τῆς ὀργῆς εἰδῶν
与格分词 σκοποῦσι 作为判断与格受 δῆλόν ἐστιν 支配(“对……审视者而言是显然的”)。属格短语 τῶν ... εἰδῶν 则与副词性短语 καθ’ ἕκαστα 结合构成部分属格(“诸形态中的逐一每一者”),或限定审视的对象。
- 4.6ἕξεως δέ ἐστι τῆς χρωμένης
此为与 ἐστί 连用的表语属格(表示特征、归属或本分),其中 τῆς χρωμένης 是修饰 ἕξεως 的定语分词,意为“属于……对待……的品质/乃是该品质的本分”,ἐστί 的主语从上文语境中承前省略。
