- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:118.17-119.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修斯注解了《尼各马可伦理学》第四卷第五章关于温和的讨论,梳理了伦理德性与不同情感的关系,并阐明作为愤怒之中道的温和之定义,将其与柏拉图等早期哲学家的用法加以对比,同时考察了过度与不及在命名上的特征。
" Πραότης δέ ἐστι μὲν ἕως καὶ περὶ τὴν ὀργὴν ἕξεις εἰρήσθωσαν." Αἱ ἠθικαὶ ἀρεταί, ὥσπερ καὶ ἐν τοῖς πρώτοις ἐλέχθη λόγοις, διὰ τὸ μέσαι εἶναι ὑπερβολῆς καὶ ἐλλείψεως, κακιῶν οὐσῶν, καὶ διὰ τὸ αἱρεῖσθαι τὸ ἐν τοῖς πάθεσι μέσον καὶ ἐν ταῖς ἕξεσιν.1 ἐννοητέον δέ, ὅτι οὐ περὶ δυοῖν παθῶν εἰσιν, εἰ μή τις τὰ ἀνωτάτω λάβοι πάθη, ἡδονὴν καὶ λύπην. πᾶσαι γὰρ αἱ ἠθικαὶ ἀρεταὶ τὸ μέσον αἱροῦνται τούτων· περὶ ἴδια δὲ πάθη αἱ μὲν περὶ δύο εἰσίν, αἱ δὲ περὶ ἕν, αἱ δὲ περὶ οὐδὲν πάθος, οἷον ἀνδρεία μὲν περὶ φόβους καὶ θάρρη παθητικοὺς παρασκευάζουσα μέσους, ἐν τούτοις καὶ κατὰ τὸν λόγον· ὁμοίως δὲ καὶ περὶ πράξεις· ἐλευθεριότης δὲ περὶ μὲν πράξεις, περὶ δὲ πάθη οὐκ ἔστιν ἢ μόνον περὶ τὰ κοινὰ ταῦτα, ἡδονὴν καὶ λύπην. χαίρει γὰρ ὡς δεῖ ἐπὶ ταῖς ἑαυτοῦ ἐνεργείαις ὁ ἐλευθέριος καὶ λυπεῖται, ἐὰν παρὰ τὸν λόγον βιασθῇ τι ποιεῖν. ἡ δὲ πραότης περὶ ἓν πάθος ἴδιόν ἐστι· περὶ γὰρ τὴν ὀργὴν τὸ μέσον αἱρουμένη καὶ παρασκευάζουσα τὸν ἔχοντα, ἐφ’ οἷς μὲν δεῖ ὀργίζεσθαι καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμούς· ἐφ’ οἷς δὲ δεῖ μὴ ὀργίζεσθαι ἀόργητον. σχεδὸν δὲ καὶ τοὺς ἄκρους αὐτὸς ὀνομάζει τὸν μέσον πρᾶον καὶ τὴν μεσότητα πραότητα,2 δι’ ἣν καὶ πρότερον εἴπομεν αἰτίαν. ἦν μὲν γὰρ τὸ ὄνομα τῆς πραότητος καὶ τοῦ πράου παρὰ τοῖς καὶ πρὸ αὐτοῦ φιλοσόφοις, ἀλλ’ ἐπὶ μὲν τὸν ἡσύχιον καὶ ἀόργητον παντάπασιν ἔφερον τὸ ὄνομα, τὸν δὲ ὅτε μὲν δεῖ χρώμενον τῇ ὀργῇ ὅτε δὲ μὴ δεῖ μὴ χρώμενον οὐ πάνυ τι πρᾶον ὠνόμαζον, ἀλλ’ ὁ Πλάτων ἠξίου πρᾶον εἶναι καὶ μεγαλόθυμον, ὡς οὔτε τοῦ πράου ἱκανῶς ἐναρέτου ὄντος οὔτε τοῦ μεγαλοθύμου· ὁ δ’ Ἀριστοτέλης τὸν μέσως ἔχοντα ἐν ταῖς ὀργαῖς πρᾶον ὀνομάζει, μᾶλλον δὲ ἀποκλίνειν τὴν πραότητά φησι πρὸς τὴν ἔλλειψιν. χρῆται μὲν γὰρ τῇ ὀργῇ ὁ πρᾶος, ἀλλ’ ἥκιστα καὶ ὀλιγάκις· ἀνώνυμα δὲ λέγει σχεδὸν καὶ τὰ ἄκρα, διὰ τὸ μᾶλλον μὲν τὴν πραότητα τῆς ὀργιλότητος ὠνομάσθαι κατὰ τῶν μὴ δεόντως χρωμένων τῇ ὀργῇ· οὐ μὴν ἀλλὰ τὴν φυσικὴν διάθεσιν μᾶλλον ἐμφαίνειν τὴν ἕξιν, ἥτις ἤδη κακία ἐστίν· ἡ δὲ ἔλλειψις καὶ παντελῶς ἀνώνυμος. ζητεῖ γοῦν καὶ αὐτὸς ἔτι πότερον ἀοργησίαν ἢ ἄλλο τι ὀνομαστέον. ὅτι δέ ἐστιν ἐπαινετὴ ἡ πραότης ὑπομιμνήσκει· τὸ μὲν γὰρ πάθος, περὶ ὃ ἡ πραότης τυγχάνει οὖσα, ὀργή ἐστι, τὰ δ’ ἐμποιοῦντα τὴν ὀργὴν πολλά· ἐκ πολλῶν γὰρ οἱ ἄνθρωποι κινοῦνται πρὸς τοὺς θυμούς. Τὸ δὲ μὴ ἄγεσθαι ὑπὸ τοῦ πάθους τούτου μηδ’ εὐάλωτον εἶναι ἄλλως τῷ θυμῷ ἐπαινετόν. τοῦτο δέ ἐστιν ὃ λέγει, ὅτι χρὴ τὸ θυμοειδὲς μέρος τῆς ψυχῆς πεπαιδεῦσθαι ὡς μηδὲν παρὰ τὸν λόγον πράττειν ἀλλὰ συνεξορμᾶν τῷ λόγῳ, σύμφωνον αὐτῷ ὄντα. ἀτάραχος δὴ ὢν ὁ πρᾶος μᾶλλον δοκεῖ3 ἁμαρτάνειν ἐπὶ τὴν ἔλλειψιν τοῖς μὴ ὀρθῶς σκοποῦσιν, οἷς ἁμαρτάνειν δοκεῖ· ἁμαρτάνει μὲν γὰρ οὐδαμῶς, συγγνωμονικὸς δ’ ὢν τὰ πολλὰ καὶ οὐ τιμωρητικός, ἂν μὴ ὁ λόγος ὑπαγορεύῃ, αἰτίαν ἔχει τῆς παρὰ καιρὸν ἀοργησίας. καὶ ὅτι μὲν ἀνδραποδῶδες ἡ ἔλλειψις, φανερὸν πεποίηκεν. ἡ δ’ ὑπερβολὴ οὐ μονοειδής· ἔστι μὲν γὰρ πᾶσα κακία πολυειδὴς καὶ τοῦ ἀπείρου, ὡς πρότερον ἔλεγεν· οὐδενὸς δ’ ἧττον ἡ κατὰ τὸν θυμὸν ὑπερβολή.
“温和是中道,但[……]关于愤怒的品质也就谈到这里为止吧。” 正如在最初的论述中也已谈到的那样,伦理德性[之所以是德性],是由于处于作为恶习的过度与不及之间,并由于在情感与品质中选择中道。但应当认识到,它们并非关涉两种情感,除非有人将最高级的情感即快乐与痛苦考虑在内。因为所有伦理德性都选择这些[快乐与痛苦]的中道;但就特有的情感而言,有些关涉两种,有些关涉一种,而有些则完全不关涉任何特有情感——例如勇敢关涉恐惧与信心,使人在这些受动状态中以及依循理智而处于中道,在行为方面同样如此;而慷慨则关涉行为,但在情感方面却不关涉,除非仅仅关涉这些共通的情感即快乐与痛苦。因为慷慨者为其自身的活动如其所应地感到快乐,并在被迫做出某种违反理智的事时感到痛苦。然而温和关涉单一的特有情感;因为它在愤怒上选择中道,并使具有该品质的人就所应发怒之事、在所应发怒之时、以所应发怒的方式以及依照其他限定而发怒,而在不应发怒之事上则不发怒。由于我们此前谈到的原因,他本人几乎是依照两极之一将居中者命名为温和的人,并将中道命名为温和。因为尽管温和以及温和的人这一名称在他之前的哲学家那里也已存在,但他们是将该名称用于完全平静且毫无愤怒的人,而绝不把在所应使用愤怒之时使用愤怒、在不应使用愤怒之时不使用愤怒的人称为温和的人;相反,柏拉图主张人应当既温和又具昂扬气概,因为他认为无论温和者还是具昂扬气概者单凭自身都不是充分有德性的。然而亚里士多德却将处于愤怒之中间状态的人命名为温和的人,并说温和更多地偏向不及。因为温和的人固然使用愤怒,但极少且罕有;而且他说两极也几乎是无名的,因为相对于那些未按正当方式使用愤怒的人而言,温和的名称胜过了易怒的名称;不过,[该名称]所显示的宁可说是自然的秉性,而非已然成为恶习的品质;而不及则完全是无名的。至少他本人仍在探究究竟应当将其命名为不发怒还是其他某种名称。他提醒说温和是值得称赞的;因为温和碰巧所关涉的情感是愤怒,而引发愤怒的事物是繁多的;因为人们会由于许多原因而被激发走向愤怒。而不被这种情感所驱使、也不在其他方面轻易被愤怒所俘获,则是值得称赞的。这就是他所说的:灵魂中充满气概的部分必须受到教育,以至于不做出任何违反理智之事,而是与理智一同奋起,与理智相协调。因此,既然温和的人心神安宁,在那些未能正确审视的人——也就是那些认为他在犯错的人——看来,他倒宁可显得是在朝向不及的一侧犯错;因为他实际上绝未犯错,但由于他多半宽大为怀且只要理智不加指示便不进行惩罚,他便招致了不合时宜之不发怒的责难。并且他已经阐明,不及是奴隶般的。而过度则并非单一形态的;因为正如他此前所说,一切恶习都是多种多样的且属于无定限者;而在愤怒方面的过度也同样毫不逊色。
- 4.6Αἱ ἠθικαὶ ἀρεταί, ὥσπερ καὶ ἐν τοῖς πρώτοις ἐλέχθη λόγοις, διὰ τὸ μέσαι εἶναι ὑπερβολῆς καὶ ἐλλείψεως, κακιῶν οὐσῶν, καὶ διὰ τὸ αἱρεῖσθαι τὸ ἐν τοῖς πάθεσι μέσον καὶ ἐν ταῖς ἕξεσιν.
句首主语 Αἱ ἠθικαὶ ἀρεταί 缺少显式的限定动词,呈现出省略(或破格)结构。根据上下文,此处省略了系动词 εἰσίν 或表示“称作/成立”的谓语,以连接后文说明原因的两个 διὰ τό 结构(“由于处于……之间以及由于选择……”)。所有译文均补充了相应的谓语意义以保持句意完整。
- 4.6σχεδὸν δὲ καὶ τοὺς ἄκρους αὐτὸς ὀνομάζει τὸν μέσον πρᾶον καὶ τὴν μεσότητα πραότητα
短语 τοὺς ἄκρους 在抄本中存在疑难。此处结合亚里士多德在原文中指出的“温和偏向不及,因此中道的名称取自极点”的语境,将 τοὺς ἄκρους 理解为中道名称的取名来源(即依凭两极之一来命名中间者)。所有语言的译文均统一遵循这一阐释。
- 4.6ἀτάραχος δὴ ὢν ὁ πρᾶος μᾶλλον δοκεῖ ἁμαρτάνειν ἐπὶ τὴν ἔλλειψιν τοῖς μὴ ὀρθῶς σκοποῦσιν, οἷς ἁμαρτάνειν δοκεῖ
关系从句 οἷς ἁμαρτάνειν δοκεῖ 是对前置与格成分 τοῖς μὴ ὀρθῶς σκοποῦσιν 的同位或限制性修饰(“在那些未能正确审视的人看来——即那些认为他在犯错的人看来”)。双重出现的 δοκεῖ 强调了这种错误仅是观察者的主观表象而非事实,全语言译文均保留了这一层层递进的修饰关系。
