- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:117.13-118.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯阐释了关乎适度荣誉的居中状态如何相对于两极而显现,通过与大度的对比解决了追求荣誉是否与德性的目的“高尚”相冲突的疑难,并论证了不足(不爱荣誉)是更为与中道对立的恶习。
ἐπειδὴ οὖν πολλαχῶς λέγεται, φησίν, οὐκ ἐπὶ τὸ αὐτὸ ἀεὶ φέρομεν, ἀλλ’ ἐπαινοῦντες μὲν ἐπὶ τὸ μᾶλλον ἢ οἱ πολλοί.1 ἔστι γάρ τις ὅρος πρὸς τὸ καλὸν ἡ τῶν πολλῶν ἔννοια· πάντες γὰρ φύσει ἐφίενται ὡς καλοῦ ὄντος τῆς τιμῆς, οὐ μὴν ἀκριβοῦσι· καὶ σχεδὸν οἱ πολλοὶ τιμῆς ἐφίενται ἀλλ’ οὐ δύνανται ἀκριβοῦν. ὁ δὴ μᾶλλον ἢ οἱ πολλοὶ ἐφιέμενος καὶ ἀκριβῶν τὰ περὶ τὰς τιμὰς ἐπαινετός, ὁ δὲ μᾶλλον ἢ δεῖ ψεκτός. φαίνεται δέ, φησίν, ἡ ἕξις αὕτη πρὸς μὲν τὴν φιλοτιμίαν ἀφιλοτιμία, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία, πρὸς ἀμφότερα δὲ ἀμφότερά πως, δηλονότι καθάπερ ἐπὶ τῶν ἄλλων ἀρετῶν ἡ μέση ἕξις πρὸς τὴν ἑτέραν ἑτέρα φαίνεται, οὕτως καὶ ἡ φιλοτιμία πρὸς μὲν τὴν φιλοτιμίαν ἀφιλοτιμία φαίνεται, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία, πρὸς ἀμφότερα δὲ ἀμφότερά πως. τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ προειρημένου, ἀλλ’ οἱονεὶ ἐξήγησίς ἐστιν. οὐ γὰρ ἁπλῶς ἐστιν ἀμφότερα ἀλλὰ πώς, τουτέστι κατὰ τὴν φαντασίαν. ἔστι δὲ καὶ εἰπεῖν ἀμφότερα αὐτὴν φαίνεσθαι πρὸς ἀμφότερα ἅμα ἐξεταζομένην φιλοτιμίαν καὶ ἀφιλοτιμίαν. Τὰ μὲν οὖν εἰρημένα περὶ τῆς ἀνωνύμου ταύτης μεσότητος δῆλα καὶ περὶ τῶν παρακειμένων αὐτῇ κακιῶν. ἀπορήσειε δ’ ἄν τις περὶ αὐτῆς, εἰ ἔστιν ἀρετή. εἰ γὰρ πᾶσα ἀρετὴ σκοπὸν τίθεται τὸ καλόν, αὕτη δὲ τὴν τιμήν, οὐκ ἔστιν ἐνάρετος. δόξει γὰρ διὰ μισθὸν ποιεῖν τὰ καλὰ ἀλλ’ οὐκ αὐτὰ αἱρούμενος δι’ αὐτά. κρείττων μὲν οὖν ἴσως ἐστὶ τοῦ δι’ ἀργύριον πράττοντος ὁ διὰ τιμὴν ἐνεργῶν τὰ καλά, οὐ μὴν οὐδ’ οὗτος ἐνάρετος, εἰ μὴ τοῦ καλοῦ ἕνεκα ποιεῖ. ῥητέον δὲ καὶ περὶ αὐτοῦ, ἅπερ καὶ περὶ τοῦ μεγαλοψύχου ἐλέγομεν, ὅτι σκοπὸς μὲν καὶ τούτῳ καὶ τέλος τὸ καλόν· παρασκευάζει δ’ αὑτὸν τοιοῦτον οἷον καὶ τῆς παρὰ τῶν πολλῶν τυγχάνειν τιμῆς· ὁ μὲν μεγαλόψυχος ᾗ μεγαλόψυχος μόνης ἐφίεται τῆς παρὰ τῶν σπουδαίων, ὁ δὲ φιλότιμος πράττει μὲν τὰ καλὰ δι’ αὐτά, βούλοιτο δ’ ἂν καὶ τοὺς πολλοὺς μὴ λανθάνειν καὶ οὐδὲν κωλύει ἀμφοτέρους τῷ αὐτῷ ὑπάρχειν,2 ἀλλὰ ᾗ μὲν ὡς πρὸς τοὺς σπουδαίους μόνον ἀποβλέπει, μεγαλόψυχος λέγεται, ᾗ δὲ πρὸς τοὺς πολλούς, φιλότιμος. βούλοιτο δ’ ἂν καὶ τὰς παρὰ τούτων τιμὰς ἐπὶ καλαῖς πράξεσιν αὐτῷ γίνεσθαι, καὶ δικαίως· αὗται δ’ εἰσὶν αἱ μικραὶ τιμαὶ αἱ παρὰ τῶν πολλῶν, μεγάλαι δὲ αἱ παρὰ τῶν σπουδαίων. φαίνονται δέ φησιν οἱ ἄκροι ἀντικεῖσθαι ἀλλήλοις διὰ τὸ μὴ ὠνομάσθαι τὸ μέσον· ἀντίκεινται μὲν γὰρ καὶ αἱ ἄλλαι κακίαι ἀλλήλαις καὶ τῷ μέσῳ καὶ φαίνονται ἀντικεῖσθαι· ἐνταῦθα δὲ ὁ κατὰ τὴν κακίαν φιλότιμος, ὁμοίως δὲ καὶ ἀφιλότιμος ἀντίκεινται μὲν καὶ ἀλλήλοις διὰ τὸ μὴ ὠνομάσθαι τὸ μέσον, ἐπεὶ δὲ οὐκ εἶπε ποτέρα τῶν κακιῶν ἀντίκειται τῇ μέσῃ ἕξει, ὑπομνηστέον ὅτι μᾶλλον ἡ ἀφιλοτιμία·3 καὶ γὰρ χείρων ἐστί· παρασκευάζει γὰρ μηδὲν τῶν δεόντων ποιεῖν καὶ καταφέρονται πολλάκις καὶ πολλοὶ ἐπὶ ταύτην τὴν ἁμαρτίαν.
他说,既然它是多义的,我们并不总是将[该词]归于同一事物,而是在赞誉时归于超过众人[所欲求]的那种程度。因为众人的观念对于高尚而言是某种准则;因为所有人在本性上都渴求荣誉,视其为高尚之物,然而他们并未加以精确界定;且几乎众人都渴求荣誉,却不能加以精确界定。因此,渴求程度超过众人且对关乎荣誉之事精确界定的人是受赞誉的,而渴求超过所应有程度的人则是应受谴责的。他说,这种状态相对于爱荣誉表现为不爱荣誉,相对于不爱荣誉表现为爱荣誉,而相对于两者则在某种意义上表现为两者——显然,正如在其他德性上居中的状态相对于另一极表现为相反的状态,同样,这种爱荣誉[的中道]相对于爱荣誉表现为不爱荣誉,相对于不爱荣誉表现为爱荣誉,而相对于两者则在某种意义上表现为两者。这与前述内容毫无二致,而仿佛是一种解释。因为它并非绝对是两者,而是在某种意义上,也就是说按表象而言。而且也可以说,当它被同时放在爱荣誉与不爱荣誉两者面前考察时,相对于两者表现为两者。 关于这种无名的中道以及与其相连的恶习,所言之事于是都是清楚的。但有人可能会就它是否是一种德性产生疑问。因为如果一切德性都将高尚确立为目标,而这一德性却确立荣誉,那它就不是有德性的。因为他将显得是为了酬报而行高尚之事,而非因其自身而选择它们。因此,为了荣誉而践行高尚之事的人或许优于为了金钱而行事的人,然而除非他是为了高尚而行事,否则此人也不是有德性的。但关于他也必须说出我们对大度者所说的同样话语:对他而言目标与终极目的也是高尚;但他使自己成为也能获得来自众人的荣誉那样的人。大度者就其作为大度者而言仅渴求来自卓越者的荣誉,而爱荣誉者因其自身践行高尚之事,但也希望不被众人忽视;且没有任何事物阻止两者同属于同一人,只是就他仅着眼于卓越者而言,他被称为大度者,而就他着眼于众人而言,被称为爱荣誉者。他也希望因高尚作为而使来自这些人的荣誉归于自己,且这是正当的;而这些是来自众人的微小荣誉,来自卓越者的荣誉则是重大的。他说,由于中道未被命名,两极显得彼此对立;因为其他的恶习也确实彼此对立并与中道对立,且显得对立;但在此处,处于恶习上的爱荣誉者与同样处于恶习上的不爱荣誉者,由于中道未被命名,甚至彼此对立。但既然他没有说明哪一种恶习更与居中的状态对立,就应当提醒说宁可说是不爱荣誉;因为这也更为恶劣;因为它使人不做任何应当做的事,且许多人常常堕入这一过错之中。
- 4.5ἀλλ’ ἐπαινοῦντες μὲν ἐπὶ τὸ μᾶλλον ἢ οἱ πολλοί
介词短语 ἐπὶ τὸ μᾶλλον ἢ οἱ πολλοί 承前省略了主动词 φέρομεν(归于、适用),作为中性单数宾语短语或指代渴求者的省略结构起作用,意即“[将该词]用于超过众人[所欲求]的程度”。后文语境印证了此处指超越大众普通水准的渴求。
- 4.5καὶ οὐδὲν κωλύει ἀμφοτέρους τῷ αὐτῷ ὑπάρχειν
非人称结构 οὐδὲν κωλύει 后接不定式 ὑπάρχειν,其语义主语为阳性宾格复数 ἀμφοτέρους。ἀμφοτέρους 指前文对比的“大度者”与“爱荣誉者”两者,与格 τῷ αὐτῷ 表示“属于同一个人”,整句意为“没有任何事物阻碍两者同属于同一个人”。
- 4.5ἐπεὶ δὲ οὐκ εἶπε ποτέρα τῶν κακιῶν ἀντίκειται τῇ μέσῃ ἕξει, ὑπομνηστέον ὅτι μᾶλλον ἡ ἀφιλοτιμία
在间接疑问从句 ποτέρα τῶν κακιῶν ἀντίκειται... 中,比较副词 μᾶλλον 发生了省略,但可由后文宾语从句 ὅτι μᾶλλον ἡ ἀφιλοτιμία(“宁可说是不爱荣誉”)自然补足。动词性形容词 ὑπομνηστέον 作非人称表应当之意。
