- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:116.9-117.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对《尼各马可伦理学》第4卷第4章开篇(1125a34),阿斯帕西乌斯阐明了关乎适度荣誉的无名德性相对于大度的比例关系,并分析了“爱荣誉者”等复合词在语言惯用法上可同时兼具赞誉与谴责两种含义。
" Ἡ μὲν οὖν μεγαλοψυχία ἕως διὰ τὸ μὴ ὠνομάσθαι τὸν μέσον." Ἀνώνυμόν τινά φησιν ἀρετὴν περὶ τιμὴν οὖσαν καὶ αὐτὴν ἀνάλογον ἔχειν ὡς τὴν ἐλευθεριότητα πρὸς τὴν μεγαλοπρέπειαν.1 ὡς γὰρ ἡ ἐλευθεριότης ἐστὶ καὶ περὶ τὰς μικρὰς δόσεις τοῦ καλοῦ θεωρητική, τῆς μεγαλοπρεπείας περὶ τὰ μεγάλα μόνον οὔσης ἀναλώματα, οὕτω τῆς μεγαλοψυχίας οὔσης περὶ τὰς μεγάλας τιμὰς ἔστι τις ἀρετὴ περὶ τὰς μετρίας καὶ μικρὰς τιμὰς διατιθεῖσα ἡμᾶς ὡς δεῖ. ὅτι δέ ἐστιν ἡ τοιαύτη ἀρετὴ ἐκ τῆς κατὰ τὴν ὑπερβολὴν κακίας καὶ τῆς κατὰ τὴν ἔλλειψιν, οἴεται φανερὸν εἶναι·2 ἔστι γὰρ μᾶλλον ἢ δεῖ τιμῆς ὀρέγεσθαι καὶ ἐφ’ οἷς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ καὶ κατὰ τοὺς ἄλλους πάντας διορισμούς· τὸν δὲ τοιοῦτον καλεῖν εἰώθαμεν φιλότιμον, καθ’ ὑπερβολὴν τῶν τιμῶν ὀρεγόμενον· ψέγομεν δὲ καὶ τὸν ἐλλείποντα· οὗτος δέ ἐστιν ὁ ἐπὶ μηδενὶ προαιρούμενος τιμᾶσθαι καὶ διὰ τοῦτο ἀπεχόμενος καὶ τῶν καλῶν πράξεων· ἐπειδὴ οὖν ἐστιν ἡ κατὰ τὴν ὑπερβολὴν κακία καὶ ἡ κατὰ τὴν ἔλλειψιν, εἴη ἄν τις καὶ μεσότης τοῦ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ παρ’ ὧν δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμοὺς ὀρεγομένου τῆς τιμῆς· ἀνωνύμου δ’ οὔσης τῆς μεσότητος καὶ τοῦ μέσου τοῖς τῶν ἄκρων ὀνόμασιν εἰώθαμεν ὀνομάζειν αὐτόν, ὁτὲ μὲν φιλότιμον ὀνομάζοντες, ὁτὲ δὲ ἀφιλότιμον, ὅταν μὴ ὀρέγηται ὧν μὴ προσήκει τιμῶν. δῆλον δ’ ὅτι πολλαχῶς τοῦ φιλοτοιούτου λεγομένου, οὐκ ἐπὶ τὸ αὐτὸ φέρομεν ἀεὶ τὸν φιλότιμον· εἰ γὰρ ὁ φιλοτοιοῦτος ἐνίοτε μὲν ἐν ἐπαίνῳ λέγεται, ἐνίοτε δὲ ἐν ψόγῳ, οἷον φίλιππος ὁ μέν τις λέγεται ὁ μέχρις οὗ δεῖ χαίρων ἱππικῇ καὶ τοῖς ἵπποις καὶ οὗτος ἤτοι ἐπαινετὸς ἢ ψεκτός· ὁ δὲ νενοσηκὼς καὶ πρὸς τοῦτο τὸν βίον κατατρίβων ἐπίψογος· ὁμοίως καὶ ὁ φιλοκύων καὶ ὁ φιλοθεάμων ὁ μέχρι του χαίρων θεάμασι καὶ τισὶ καὶ ποτὲ ἴσως ἐπαινετός, ὁ δὲ πάντα καὶ ἀεὶ καὶ πρὸς τοῦτο τὸν βίον ἀναλίσκων τῷ πάντα θεάματα ζητεῖν καὶ μηδενὸς ἀπολείπεσθαι ψεκτός. τὰ δ’ αὐτὰ εἴποι ἄν τις καὶ ἐπὶ τοῦ φιληκόου· εἰσὶ γάρ τινες οἳ κατατρίβουσι τὸν αὑτῶν βίον ὥσπερ ὁ Πλάτων φησὶ περιιόντες πανταχοῦ καὶ ἀκούοντες κωμῳδῶν ἢ τραγῳδῶν καὶ πάντων τῶν ὁτιοῦν ἀδολεσχούντων ἢ λεγόντων· οὗτοι μὲν ἐπίψογοι. ἐπαινετοὶ δὲ οἱ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ μέχρις ὅσου δεῖ ἀκούοντες ἀσμένως. ἔνιοι δὲ οὐδὲ πολλαχῶς λέγονται οὐδὲ δύο σημαίνουσι τό τε εὖ καὶ τὸ μὴ εὖ τῶν φιλοτοιούτων, ἀλλ’ οἱ μὲν τὸ εὖ μόνον, οἱ δὲ τὸ κακῶς. φιλόσοφοι μὲν γὰρ καὶ φιλόκαλοι πάντες εἰσὶν ἐπαινετοί, φίλοινοι δὲ καὶ φίλοψοι καὶ οἱ τοιοῦτοι πάντες εἰσὶν ἐπίψογοι. τὸ δὴ τοῦ φιλοτίμου ὄνομα ἔοικε τοῖς δύο σημαίνουσι τῷ τε εὖ καὶ τῷ μὴ εὖ, ὥσπερ ἐστὶ καὶ τὸ τοῦ φιληκόου καὶ τὸ τοῦ φιλοθεάμονος.
“大度于是……”至“由于居中者未被命名”。 他说关乎荣誉的某种德性本身也是无名的,且具有一种比例,正如慷慨相对于豪爽那样。因为正如慷慨在微小的施与中也注重高尚,而豪爽仅关乎重大的花费,同样,在大度关乎重大的荣誉之际,也存在某种在适度与微小的荣誉上依所应有而安排我们的德性。至于存在此种德性,他认为从过度方面的恶习与不足方面的恶习中是显而易见的;因为渴求荣誉可能超过所应有的程度,且针对不应渴求之事、在不应渴求之时,并依据所有其他各项界定;而我们习惯于称这样的人为爱荣誉者,即过度渴求荣誉之人;我们也会谴责不足者,此人是不选择因任何事而受尊荣,并由此也退避于高尚作为的人;因此,既然存在过度方面的恶习与不足方面的恶习,那么在应当时、以应当的方式、从应当之人处、因应当之事并依据其他各项界定而渴求荣誉之人,也会具有某种中道;但由于中道状态以及居中者是无名的,我们便习惯于用两极的名称来称呼他,有时称他为爱荣誉者,而在他不渴求不相称的荣誉时,有时又称他为不爱荣誉者。但显然,既然“爱某物者”有多重含义,我们并不总是将“爱荣誉者”归于同一事物;因为如果“爱某物者”有时在赞誉中使用,有时在谴责中使用——例如,有人被称为爱马者,是指他在应当的限度内喜爱马术与马匹,而此人或是受赞誉的或是受谴责的,但沉溺成疾并为此虚耗生命者则是应受谴责的;同样,爱狗者,以及在某种限度内、对某些见闻、在某些时候喜爱观览的爱观赏者,或许是受赞誉的,而在一切上且始终〔如此〕、并通过搜寻所有观览且无一遗漏从而将生命消耗于此的人,则是应受谴责的。对于爱倾听者,人们也可以说同样的话;因为正如柏拉图所说,有些人四处闲逛,倾听喜剧演员或悲剧演员,以及所有胡言乱语或谈论任何事情之人的言论,以此虚耗自己的生命;这些人是应受谴责的。而那些以应当的方式、在应当时且在所应有的限度内欣然倾听的人,则是受赞誉的。但在“爱某物者”这类称谓中,另有一些既非多重含义,也不兼指善与不善两者,而是一些仅指善,另一些仅指恶。因为爱智慧者与爱美者全都是受赞誉的,而爱酒者、嗜美食者以及所有此类人则全都是应受谴责的。可见“爱荣誉者”这一名称确实类似于那些兼指善与不善两者的名称,正如“爱倾听者”与“爱观赏者”的名称那样。
- 4.5ἀνάλογον ἔχειν ὡς τὴν ἐλευθεριότητα πρὸς τὴν μεγαλοπρέπειαν
在紧接 ἀνάλογον ἔχειν 的 ὡς 从句中,动词(如 ἔχει 或 ἔχειν)被省略,比较项以宾格(τὴν ἐλευθεριότητα)呈现。整个句式构建了四项比例关系:“[关乎小荣誉之德]: 大度 = 慷慨 : 豪爽”。
- 4.5ὅτι δέ ἐστιν ἡ τοιαύτη ἀρετὴ ἐκ τῆς κατὰ τὴν ὑπερβολὴν κακίας καὶ τῆς κατὰ τὴν ἔλλειψιν, οἴεται φανερὸν εἶναι
介词短语 ἐκ τῆς... κακίας 在句义上依附于 φανερὸν εἶναι(作主动词 οἴεται 的补足语)。通过倒装(hyperbaton)被前置到 ὅτι 从句之内;整体骨干结构为:“他认为从[过度与不足的]恶习中可以清楚得知,存在这样一种德性”。
