- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:114.20-116.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯详细阐述了大度者的言行举止(不道人是非、节制自处、沉稳不迫等),随后对比了作为两极恶习的小气与虚荣,解释了为何小气比虚荣更为对立于大度且更为恶劣。
οὐδ’ ἀνθρωπολόγος δέ ἐστιν· ἀνθρωπολόγος γὰρ ὁ περὶ ἀνθρώπων διεξιὼν ὥσπερ ἔνιοι τοὺς ἄλλων βίους διεξητάκασι, τί ἀγαθὸν τῷ δεῖνι ἢ τί κακόν ἐστι. τὸν δὲ μεγαλόψυχον καὶ ὡς ἀληθῶς φιλόσοφον λέληθε ταῦτα πολὺ μᾶλλον ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Θεαιτήτῳ ἢ οἱ ἐν τῇ θαλάττῃ χόες. ἀλλ’ οὐδὲ περὶ αὑτοῦ λέγει. τίνες οὖν αἱ τοῦ μεγαλοψύχου ὁμιλίαι καὶ λόγοι, ἐπειδὴ ἀνθρώπων αὐτῷ λόγος οὐκ ἔστιν; ἢ οὐκ ἄν τις ἁμαρτάνοι εἰπὼν περὶ τούτου ὅτι τὸ μὲν ὅλον θεολόγος ἐστὶ καὶ περὶ τούτων καὶ πρὸς τοὺς πολλοὺς καὶ περὶ φύσεως ἐπιστημῶν; εἰ δ’ ἄρα καὶ περὶ ἀνθρωπίνων, περὶ ἄλλης τινὸς ἀρετῆς καὶ τῶν κατ’ αὐτὴν ἐνεργειῶν. οὐδὲ ἐπαινετικὸς δέ ἐστιν ὡς ἔτυχεν ἀλλ’ οὐδὲ κακολόγος ποτὲ οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ δι’ ὕβριν.1 τοῦτο δὲ οὐχ οὕτως δεῖ ἀκούειν ὡς ὅτι ἐξυβρίζων κακολογήσει τοὺς ἐχθρούς, ἀλλὰ τὸ ὅλον τοιοῦτός ἐστιν ὁ μεγαλόψυχος 〈οἷος〉 οὐδὲ περὶ τῶν ἐχθρῶν ἐρεῖ φαῦλα, εἰ μὴ πέρα τοῦ δέοντος ἐξυβρίζοιεν. καὶ περὶ ἀναγκαίων ἢ μικρῶν ἥκιστα ὀλοφυρτικός. ἀναγκαῖα δέ ἐστι τὰ εἰς τὰς ἀναγκαίας χρείας τείνοντα. οὐκ ὀδυρεῖται δὴ τούτων στερούμενος, ἀλλ’ οἴσει μετρίως· ὅθεν οὐ δεήσεται ῥᾳδίως ὥστε τυγχάνειν αὐτῶν. τὸ γὰρ ὀλοφύρεσθαι περὶ τούτων ἢ δεῖσθαι ῥᾳδίως τοῦ σπουδάζοντος περὶ αὐτὰ καὶ ἡγουμένου μέγα ἀγαθὸν εἶναι τὴν κτῆσιν αὐτῶν. ὁ δὲ περιποιήσεται μὲν ἑαυτῷ τὰ ἀναγκαῖα, ἀλλ’ οὐ μετὰ μεγάλης σπουδῆς, ἀλλ’ ἀποθανεῖν μᾶλλον αἱρήσεται ἢ αἰσχρῶς ἀπορεῖν αὐτῶν· ἄπορα μετρίως πολλὰ ἕξει καὶ ἄκαρπα τῶν κτημάτων δι’ ἐλευθεριότητα, οἷον εἰς περιπάτους τινὰς ἀνιεὶς ἄλση καὶ τεμένη θεῶν. αὐτάρκης γὰρ καὶ ὀλιγοδεής, ὅθεν οὐ δεῖ πολλαχόθεν αὐτῷ καρπῶν. λέγει δὲ καὶ τὴν κίνησιν τοῦ μεγαλοψύχου βραδεῖαν εἶναι καὶ οὐ σπευστικὴν καὶ φωνὴν βαρεῖαν. οὐ δήπου πάντως ἀξιοῖ βαρυφθόγγους εἶναι τοὺς μεγαλοψύχους, ἀλλ’ ἡσύχως φθεγγομένους καὶ μὴ μέγα βοῶντας, ἐπεὶ καὶ τὴν λέξιν στάσιμον αὐτῶν λέγει εἶναι, τουτέστιν οὐκ ἐσπευσμένως διαλέξονται· ταῦτα γὰρ πάντα οἰκεῖα τῷ μεγαλοψύχῳ καὶ εὐσταθῶς τῷ μὴ σπευστικὸν εἶναι μήτε κινήσει μήτε φωνῇ μήτε λέξει, ἂν μήπου παρεπείγῃ. τοῦτο γὰρ δεῖ προσυπολαμβάνειν, ἐπεὶ σώσειν μέλλων φίλον ἢ πόλιν ἤ τινα ἄλλον, ὧν αὐτῷ διαφέρει, καὶ δραμεῖται καὶ μέγα βοήσει. χωρὶς δὲ τοιαύτης ἀνάγκης οὐ σπευστικὸς οὐδὲ σύντονος ὁ μηδὲν μέγα οἰόμενος πλὴν ὀλίγων· ταῦτα δέ ἐστιν ὅσα μέγεθος ἔχει τῶν πρακτῶν ἢ τῶν ἐν θεωρίᾳ καὶ γνώσει. Ὁ μὲν δὴ μεγαλόψυχος τοιοῦτος, ὁ δ’ ἐλλείπων μικρόψυχος, ἄξιος μὲν ὢν ἀγαθῶν, οὐκ ἀξιῶν δὲ ἑαυτόν. εἰρήκαμεν δὲ περὶ αὐτοῦ πῶς οἷόν τε ἔχειν οὕτως. ἔοικε δὲ μέγα κακὸν ἔχειν· οὐκ ἀξιῶν γὰρ ἑαυτὸν τῶν τιμῶν οὐδὲ τῶν ἔργων ἐπιμελεῖται, ἐφ’ οἷς αἱ τιμαί· οὐ μόνον δὲ τῶν καλῶν ἐπιτηδευμάτων ἀφίσταται, ἀλλὰ καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὥς φησιν. ἥκιστα γὰρ οἱ τοιοῦτοι ἢ ἰσχύος ἐπιμελοῦνται ἢ ἀγωνίας. ἀμελοῦσι δὲ οὐ μόνον τῆς παρὰ τοῖς σπουδαίοις δόξης, ἀλλὰ καὶ τῆς παρὰ τοῖς πολλοῖς, ὡς ἂν οὐδενὸς ἡγούμενοι ἑαυτοὺς μεγάλου ἀξίους, ὑπὸ δὲ ταπεινότητος οὐδὲ πλούτου ἑαυτοὺς ἀξιοῦσιν οὐδ’ ἔχουσι τὰ τῶν πλουσίων ποιεῖν ἀλλὰ μᾶλλον τὰ τῶν πενήτων. οἱ δὲ χαῦνοι ἀγνοοῦσι μὲν καὶ αὐτοὶ ἑαυτοὺς ὥσπερ καὶ οἱ μικρόψυχοι. ἀσχημονέστεροι δέ εἰσι τῶν μικροψύχων· οἱ μὲν γὰρ συγκρύπτουσιν αὑτῶν τὴν κακίαν· ἴδιον γὰρ τοῦτο τῆς μικροψυχίας τὸ βούλεσθαι λανθάνειν· οἱ δὲ χαῦνοι εἰς μέσον φέρουσιν αὑτῶν τὴν ἠλιθιότητα, ἐπιχειροῦντες τοῖς ἐντίμοις, ὧν οὐδὲν αὐτοῖς μέτεστι. καὶ γὰρ λέγειν βούλονται καὶ δυνατοὶ φαίνεσθαι καὶ πράττειν οὐδέτερα τούτων ὄντες.2 καὶ σεμνολογοῦσι περὶ αὑτῶν καὶ ἢ οὐ πλουτοῦντες σκήπτονται πλουτεῖν ἢ πλουτοῦντες φορτικῶς ἐπιδείκνυνται τὸν πλοῦτον. ἀντικεῖσθαι δέ φησι τῇ μεγαλοψυχίᾳ τὴν μικροψυχίαν μᾶλλον τῆς χαυνότητος. καὶ γὰρ πρότερον ἔλεγεν ἀντικεῖσθαι μᾶλλον τὰς κακίας αἷς μᾶλλον οἱ ἄνθρωποί εἰσιν ἁλώσιμοι· ἁλώσιμοι δὲ μᾶλλον τῇ μικροψυχίᾳ ἢ τῇ χαυνότητι καὶ χεῖρον δέ ἐστιν ἡ μικροψυχία τῆς χαυνότητος ἀεί. ἀφίστανται γὰρ τῶν καλῶν ἐπιτηδευμάτων οἱ μικρόψυχοι. οἱ δὲ χαῦνοι μιμοῦνται μὲν τοὺς μεγαλοψύχους. σφάλλονται δέ, οὐκ ἀφυεῖς δέ εἰσι παντάπασιν. ἀλλὰ γένοιντ’ ἂν παιδευθέντες μεγαλόψυχοι.
他也绝非议论他人之辈;因为议论他人者是指谈论旁人的人,正如某些人查探他人的生活,议论某人有什么好处或有什么坏处。但对于大度者、即真正的哲学家而言,正如柏拉图在《泰阿泰德》中所说,这些事情未被觉察的程度,远甚于海中的水升。然而他也不谈论自己。那么,既然他不谈论凡人,大度者的交往与言谈究竟是怎样的呢?关于这一点,若有人说他大体上是一位论神者,既向大众谈论这些神圣事物,也谈论关于自然的科学,难道会失当吗?即使他确实也谈论人事,那也是谈论某种其他德性以及依德性而行的活动。 他也绝非随意称赞他人,也决不恶语毁谤,甚至对仇敌亦然,除非出于横暴之举。但这不应理解为他会施加横暴去毁谤仇敌,而是指总的来说大度者是这样的人:哪怕对待仇敌,除非他们过度横暴,否则他决不说卑劣之词。 而且对于必需的事物或细碎的小事,他最不哀怨泣诉。所谓必需的事物,是指关乎不可或缺之需的事物。当被剥夺这些事物时,他绝不会悲叹,而是节制地承受;因此他也不会为了得到它们而轻易求人。因为对此类事物哀怨泣诉或轻易求人,属于那些汲汲于此类事物并认为获得它们是莫大善果之人。但他虽然会为自己获取必需之物,却不会怀着极大的热切,而是宁愿选择死亡,也不愿可耻地匮乏它们;出于慷慨,他将节制地拥有许多无收益且不结果实的财产,例如将树林和神祇的圣域拨出供人散步之用。因为他是自足的且少有所求,故而无需从多处获得收益。 他又说大度者的举止是迟缓而非急躁的,声音是深沉的。他当然决非认为大度者必定声音低沉,而是说他们从容发声而不大声喊叫,因为他也说他们的言语是稳重的,也就是说,他们不会仓促交谈;因为这一切都属于大度者的本色,并且由于无论在举止、声音还是言语上都不急躁而显得沉稳,除非有突发紧要之事逼迫。因为必须预先领会这一点,既然当他要拯救朋友、城邦或他在意的其他人时,他既会奔跑,也会大声呼喊。但在没有此种紧迫需要时,他不急躁也不紧绷,正如一个除了少数事物之外认为无物为大的人;而这少数事物,便是无论在行事中还是在观照与认识中具有重大性的一切。 大度者诚然是这样的人,而有所不足者则是小气者:他虽配享有善物,却不认为自己相称。关于他何以可能处于这种状态,我们此前已经谈过。他似乎蒙受了巨大的祸患;因为他不认为自己配得上荣誉,故而也不关心那些带来荣誉的作为;正如亚里士多德所言,他不仅退避于高尚的作为,而且退避于外在的善物。因为此类人最不关心气力或竞技。他们不仅忽视在卓越之人中的名声,也忽视在大众中的名声,仿佛自认为配不上任何伟大的事物,并且出于卑屈,他们甚至不认为自己配得上财富,也没有能力从事富人的事务,反而宁愿从事穷人的事务。 另一方面,虚荣者也同小气者一样不自知。但他们比小气者更为丑陋不堪;因为后者隐瞒自己的恶习——盖因企图避人耳目乃小气所特有——而虚荣者则将自己的愚蠢暴露于大庭广众之中,企图涉足自己毫无份受的尊荣事务。因为他们既想高谈阔论,又想显得有能耐并有所作为,尽管在这两方面都无能为力。他们还大言夸耀自己,要么在并不富有时假装富有,要么在富有时粗俗地炫耀财富。 亚里士多德说,相比于虚荣,小气与大度更为对立。因为他先前曾说,凡是人们更容易陷入的恶习,便更为对立;而人们比起虚荣更容易陷于小气,且小气总比虚荣更为低劣。因为小气者退避于高尚的作为;虚荣者则模仿大度者,他们虽会犯错,却并非毫无天分,反而是经过教化便能成为大度者。
- 4.4εἰ μὴ δι’ ὕβριν
针对亚里士多德原文(1125a8–9)中的“除非出于横暴”,阿斯帕西奥斯排除了将主语视作大度者自身(即大度者施加横暴以毁谤对方,ἐξυβρίζων)的读法,而是补足为一个指涉仇敌行为的条件从句:“除非他们过度横暴(εἰ μὴ πέρα τοῦ δέοντος ἐξυβρίζοιεν)”,以此解释为对此类冒犯的回应。
- 4.4οὐδέτερα τούτων ὄντες
中性复数代词 οὐδέτερα τούτων 作分词 ὄντες 的表语,承接前文的两个不定式短语(说与行,或兼具两者之能力),构成让步分词短语:“尽管在这两方面都无能为力”。
