← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§113.1-114.20

大度者对受惠的态度与行为特质

阿斯帕西奥斯基于亚里士多德的文本,对大度者以受惠为耻且不愿谈及受惠这一论点所引发的指责进行辩护,并进一步阐释了大度者面对显贵时保持尊严、回避低层次争竞、行动迟缓、真诚与反讽、以及不依附他人生活的诸多特质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4#4

τοῦτο δὲ αἰτιῶνταί τινες ὡς οὐκ εὖ λεγόμενον· τῷ γὰρ ἀγαθῷ οὐ μόνον τὸ εὖ ποιεῖν ἀλλὰ καὶ τὸ εὖ πάσχειν οἰκεῖον εἶναί φασιν, ἀληθῆ μὲν λέγοντες, οὐ μὴν καθορῶντες τὸ τοῦ μεγαλοψύχου μέγεθος. πολλὰ γὰρ δεῖ γίνεσθαι ἵνα ἀνάσχηται ἢ εἰς χρήματα ἢ εἰς δύναμιν ἢ εἴς τι τῶν τοιούτων εὐεργετούμενος. τοῦτο οὖν ἐστιν, ὃ λέγει, ὅτι αἰσχύνοιτ’ ἂν ἢ χρήματα λαμβάνειν ἢ ἄλλην τινὰ τοιαύτην εὐεργεσίαν· τὸ γὰρ μέγεθος τῆς μεγαλοψυχίας ἐν ὑπεροχῇ, ὁ δ’ εὐεργετούμενος ἐν ὑπερεχομένου δοκεῖ χώρᾳ τετάχθαι· διὸ καὶ ἀντευεργετικὸν αὐτόν φησι πλειόνων εἶναι, ἵνα ὁ ὑπάρξας πάλιν προσοφείλῃ. Ὃ δ’ ἐπιφέρει καὶ λίαν τινὲς μέμφονται. φησὶ γὰρ ὧν μὲν ἂν εὖ ποιήσῃ ὁ μεγαλόψυχος μεμνῆσθαι αὐτόν, ὧν δ’ ἂν εὖ πάθῃ 〈μὴ〉 μνημονεύειν. δοκεῖ δὲ τοὐναντίον ἁρμόττειν τῷ ἀγαθῷ, τούτων μὲν μὴ πάνυ μεμνῆσθαι, ὧν δ’ ἂν εὖ πάθῃ· εὐχαρίστου γὰρ ἤθους. οὐ μὴν τοῦτο λέγει ὁ Ἀριστοτέλης, ὅτι [οὐκ] ἐπιλανθάνεται, ὧν ἂν εὖ πάθῃ. πάντων γὰρ ἥκιστα τοῦτο ποιήσει ὁ μεγαλόψυχος, ὃς καὶ πειρᾶται ὡς εἰπεῖν ἀντευεργέτης εἶναι πλειόνων, ἀλλ’ οὐκ ἔστιν ἐν λόγῳ μνημονευτικὸς1 οὐδὲ ἡδέως ἀεὶ μέμνηται πρὸς ἄλλους ὧν εὖ πέπονθεν, οὐδ’ ἂν ἄλλων ἡδέως κατακούσειε. μεγαλοψύχου δὲ καὶ τὸ μὴ ῥᾳδίως δεῖσθαί τινος μήτε ἵνα εἰς χρήματα ὠφεληθῇ μήτε εἰς ἄλλο τι, ἀλλὰ μόλις καὶ ὑπὸ μεγάλης ἀνάγκης, παρέχειν δὲ προθύμως τοῖς δεομένοις, ἂν μὴ μοχθηροὶ ὦσι· τὸ γὰρ ὑπηρετεῖν ἀντὶ τοῦ παρέχειν εἴρηκεν. ὅταν δὲ λέγῃ πρὸς τοὺς ἐν ἀξιώματι καὶ εὐτυχίαις δεῖν μέγαν εἶναι τὸν μεγαλόψυχον, οὐκ ἀξιοῖ ἐν βασιλευομένῃ ὄντα πόλει καὶ ἕνα ὄντα τῶν ὑπηκόων τὸν μεγαλόψυχον ἀντεξάγειν τῷ ἄρχοντι καὶ βασιλεύοντι· ἄφρονος γὰρ τὸ τοιοῦτον· ἀλλὰ καὶ πρὸς τὰ ἴδια μὲν μὴ παντάπασιν εἶναι ἄσεμνον μηδ’ ἀγεννῆ, ἄλλως τε κἂν μὴ τύχῃ εἷς τῶν ἐν τῇ βασιλευομένῃ πόλει ὄντων ὁ μεγαλόψυχος. μάλιστα δὲ 〈πρὸς τοὺς διὰ〉 πλοῦτον ἢ δι’ ἄλλην δύναμιν ἐν ἀξιώματι ὄντας μέγας ἔσται, ἡγούμενος πολὺ μεῖζον ἔχειν αὐτῶν τὴν ἀρετήν· πρὸς δὲ τοὺς μέσους μέτριος, ἐπιεικὲς γὰρ ὥσπερ καὶ αὐτὸς λέγει· τὸ δὲ σεμνύνεσθαι πρὸς τοὺς ἐν ἀξιώματι οὐ τοῦτο λέγει· φορτικὸς γὰρ ἔσται λέγων σεμνὰ περὶ αὑτοῦ, ἀλλ’ ὅτι τῆς σεμνότητος οὐκ ἀφαιρήσει τῆς ἑαυτοῦ ἐντυγχάνων τοῖς ἐν μεγέθει καὶ εἰς τὰ ἔντιμα, φησί, μὴ ἰέναι, ἢ οὗ πρωτεύουσιν ἄλλοι· [ἀλλὰ] φαντασίαν μὲν γὰρ ἔχουσιν ὡς μεγαλοψύχου τοῦ πάντως ἕν τι ποιουμένου, οἷον εἰ βούλοιτο καὶ ῥητόρων πρωτεύειν καὶ τῶν ἐν μουσικῇ εὐδοκίμων ἢ ἐν ἀγωνίᾳ τινί. οὐ μὴν ἀλλὰ ταῦτα μὲν μειρακιώδη εἰσὶ καὶ ἐπιπολαίων ἀνδρῶν, ὁ δὲ μεγαλόψυχος ὁρῶν τινας πρωτεύοντας ἐν τούτοις οὐ φιλονικήσει οὐδ’ ἀμφισβητήσει πρὸς αὐτοὺς τῶν πρωτείων· ἐξαρκεῖ γὰρ αὐτῷ τὸ τῆς ἀρετῆς μέγεθος, ὃ καὶ ἀληθῶς ἐν τιμῇ ἐστιν. ὅταν δὲ λέγῃ ἀργὸν αὐτὸν εἶναι καὶ μελλητήν, τῷ τοῦ ἀργοῦ ὀνόματι κέχρηται ἀντὶ τοῦ μὴ εὐκίνητον αὐτὸν εἶναι πρὸς τὰς τυχούσας πράξεις, ἀλλ’ ἢ ὅπου τιμὴ μεγάλη ἢ ἔρως·2 ἐρωτικὸς γὰρ ὁ μεγαλόψυχος τῶν εὐφυῶν καὶ καλῶν ὡς ἀληθῶς· ἐφίεται δὲ καὶ τῶν τοιούτων ἔργων, οἷς μεγάλη τιμὴ ἐπακολουθεῖ παρὰ τῶν σπουδαίων, οὐχ οὕτως διὰ τὴν τιμὴν ὡς διὰ τὸ τῶν πράξεων καλόν. Ἀληθευτικὸν δὲ αὐτὸν εἶναί λέγει, ὅσα μὴ δι’ εἰρωνείαν. ἐκ δὲ τούτων φανερόν, ὅτι οὐχ ἅπασαν εἰρωνείαν φαῦλον ἡγεῖται ὁ Ἀριστοτέλης· οὐ γὰρ ἂν προσετίθει τῷ μεγαλοψύχῳ τὴν εἰρωνείαν, ἀγαθῷ ὄντι διαφερόντως. φεύγων δὲ τὸ ἐπαχθὲς οὐ πάντα ἐρεῖ τὰ προσόντα ἑαυτῷ πρὸς τοὺς πολλούς γε, ἐπεὶ πρὸς τε τοὺς σπουδαίους καὶ ὁμοίους αὐτῷ ἐρεῖ ἅτε φιλαληθεῖς ὄντας. τὸ δὲ πρὸς ἄλλους αὐτὸν μὴ δύνασθαι ζῆν ἀλλ’ ἢ πρὸς φίλους3 φανερόν, ὡς ἀληθές· οὐ γὰρ ἀναθήσει γε αὑτὸν τῇ ἄλλου προαιρέσει, οὐδὲ πρὸς τὰ ἄλλῳ δοκοῦντα ἁρμόσεται τὸν αὑτοῦ βίον, ἐὰν μὴ ἄρα φίλος ᾖ· φίλος δὲ τῷ ὄντι ὁ ἀγαθὸς τῷ ἀγαθῷ, ὥστε καὶ οὕτως πρὸς ἑαυτὸν τρόπον τινὰ βιώσεται. οὐκ ἔσται δὲ θαυμαστικός, ὥσπερ οἱ πολλοὶ θαυμαστικοί εἰσιν ἢ ἀναθημάτων μεγάλων ἢ σωμάτων † ἢ μίσθους ἢ μουσικῆς ἀγωνίας· οὐδὲν γὰρ μέγα φανείη ἂν τῷ τὴν ἀρετὴν ἔχοντι.

然而有些人指责这一点,认为说得不妥;因为他们断言,对于善人而言,不仅行善是本分,承受恩惠也是本分,他们说的固然是实情,却没有完全看清大度者的伟大。因为要让他甘愿在财富、权势或任何此类事物上承受恩惠,必须发生许多情由。因此,亚里士多德所说的意思是:他若接受财富或任何其他此类恩惠,便会感到羞耻;因为大度的伟大在于卓越,而受惠者似乎被置于被超越者的地位;因此他也说,大度者倾向于回报更多的恩惠,以使先行施惠者反过来有所亏欠。 而对于他接下来说的话,有些人也极其责难。因为他说大度者记得自己所施的恩惠,却[不]记住所受的恩惠。但在人们看来,适合善人的毋宁是相反的情形:不太记住前者,而是记住所受的恩惠;因为这是知恩图报品性的特征。然而亚里士多德并不是说,他会遗忘所受的恩惠。因为大度者最不可能做这种事,他甚至可以说是一个试图回报更多恩惠的人;而是说,他不会在言谈中念念不忘,也不会总是乐于向他人提及自己所受的恩惠,也不会乐于听他人提及。 大度者的特征还在于,不轻易向任何人求取任何东西,无论是在财富上还是在其他任何事物上寻求帮助,而只是勉强地并在迫不得已的情况下才求人;但对于有需要的人,只要不是邪恶之人,他便乐意提供;因为亚里士多德是用“服侍”来代替“提供”。 当他说大度者面对有地位和享有顺境的人应当显得伟大时,他并不是认为,当大度者身处受君王统治的城邦并且是臣民之一时,应当对抗统治者和君王;因为此类举动属于愚妄之人;而是认为,即便面对自己的私事,也不应毫无尊严或卑躬屈膝,特别是当大度者并非恰好是身处受君王统治的城邦之人时更是如此。而最主要的是,面对因财富或其他权势而享有地位的人,他将显得伟大,因为他认为自己拥有远大于他们〔所有之物〕的德性;但对于中等阶层的人,他则态度温和,因为正如他自己所说,这是合情理的。然而关于面对有地位的人保持庄严,他说的并不是这一层意思——因为若是大谈自己的庄严之事,便显得粗俗不堪——而是说,在与身居显赫地位的人交往时,他不会贬损自己的尊严;并且他说,他不会涉足受人尊崇的事务,或他人占首位的地方。因为人们往往产生这样一种印象,以为大度者是事事都要争先的人,例如若是他也企图在演说家中居首位,在音乐的名流中或在某种竞技中居首位。然而这些都是幼稚之举,属于浅薄之徒;而大度者看到某些人在这些事务中居首位,既不会好胜,也不会与他们争夺首位;因为德性的伟大对他而言已经足够,而这才是真正受到尊崇的。 当他说大度者是怠惰和迟缓的时,他是用“怠惰”一词来代替说,他对于偶然的平常行为并不容易被带动,而只在有崇高荣誉或热爱的地方才行动;因为大度者对真正有天分和美好的人充满爱意;他也渴望这样的作为:卓越之人所给予的崇高荣誉紧随其后,但这与其说是为了荣誉,不如说是为了行为本身的高尚美好。 他说大度者是说真话的人,除了出于反讽的情形。由此显而易见,亚里士多德并不认为一切反讽都是卑劣的;否则他便不会将反讽归于大度者——一位卓越拔群的善人。而为了避免令人反感,他绝不会把属于自己的一切都说出来,至少对大众不会如此,不过面对卓越之人以及与他相似的人,鉴于他们热爱真理,他便会直言不讳。 至于说他不能依傍他人而生活,只能依傍朋友而生活,这显然是真实的;因为他绝不会将自己交托于他人的选择,也不会迎合他人所认为的好来调整自己的生活,除非那人恰好是朋友;而依实存而言,善人对于善人是真正的朋友,因此这样一来他在某种方式上也是依傍自己而生活的。 他也绝不会是容易惊叹的人,不像大众那样容易对宏大的奉献物、肉体、报酬或音乐竞赛大为惊叹;因为对于拥有德性的人而言,没有任何事物会显得伟大。

语法注3 条
  1. 4.4ἀλλ’ οὐκ ἔστιν ἐν λόγῳ μνημονευτικὸς

    短语 ἐν λόγῳ(“在言谈中”)限定了 μνημονευτικός(“铭记的”、“述说的”)。阿斯帕西奥斯以此回应批判,指出亚里士多德所谓“不记住所受的恩惠”并非字面意义上的心理遗忘,而是在言谈交往中不乐于向他人反复提及。

  2. 4.4ἀλλ’ ἢ ὅπου τιμὴ μεγάλη ἢ ἔρως

    短语 ἀλλ’ ἤ 承接前面的否定表达(μὴ εὐκίνητον),是意为“除……之外”的惯用结构,在此引导限制条件,即“除了在有巨大荣誉或热爱的地方之外”,大度者不会轻易被带动行事。

  3. 4.4τὸ δὲ πρὸς ἄλλους αὐτὸν μὴ δύνασθαι ζῆν ἀλλ’ ἢ πρὸς φίλους

    带中性单数定冠词 τὸ 的不定式短语置于句首,作为后续谓语 φανερόν [ἐστιν] 的主语(提示主题)。其中的 ἀλλ’ ἢ πρὸς φίλους 同样运用了惯用短语 ἀλλ’ ἤ 来表达排除(“除了对朋友之外”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:113.1-114.20