← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§111.6-112.32

大度者与荣誉及诸德性之伟大

阿斯帕西奥斯探讨了大度者关涉荣誉、作为各德性中灵魂之伟大的大度本质,以及他对顺境与危险的态度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4#3

εἰ δὲ μέγιστον ἡ τιμή, ταύτης ἀξιοῖ ἑαυτόν· καὶ ἐκ τοῦ λόγου μὲν συμφανές· καὶ ἄνευ δὲ λόγου φαίνονται οἱ μεγαλόψυχοι περὶ τιμὴν εἶναι. ὁ δὲ μικρόψυχος, φησίν, ἐλλείπει καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα, οὔτε γὰρ ὧν αὐτός ἐστιν ἄξιος ἀξιοῖ ἑαυτὸν πολύ τε ἀπέχει τοῦ ἐφίεσθαι ὧν ὁ μεγαλόψυχος· ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει· ἀξιοῖ γὰρ αὑτόν, ὧν οὐκ ἔστιν ἄξιος· οὐ μὴν τόν γε μεγαλόψυχον·1 οὐδὲ γὰρ ἐπινοῆσαι δύναται ὧν ἑαυτὸν ἀξιοῖ ὁ μεγαλόψυχος. Μετὰ δὲ ταῦτα ἐνδείκνυται ὅτι ἄριστος ὁ μεγαλόψυχος· εἰ γὰρ τῶν μεγίστων ἄξιος, ἄριστος ἂν εἴη. καὶ δόξειεν ἂν εἶναι, φησί, μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα. ὥσπερ γὰρ ἐλέγομεν, ἑκάστη μὲν ἀρετὴ εἰδοποιεῖται τοῖς ὑποκειμένοις αὐτῇ, τὸ δὲ μέγεθος ἑκάστῃ ἐπιθετέον ἐν τῇ μεγαλοψυχίᾳ. μέγεθος γάρ τι τῇ ψυχῇ παραγίνεται σὺν τῇ ἕξει ταύτῃ· αὕτη δὲ παραγίνεται, τελειωθεισῶν τῶν ἀρετῶν πασῶν. καὶ προελθὼν λέγει κόσμον τινὰ εἶναι τῶν ἀρετῶν τὴν μεγαλοψυχίαν· μείζους γὰρ αὐτὰς ποιεῖ. πῶς δὲ μείζους; διότι μέγεθός τι προσγίνεται τῇ ψυχῇ τῶν ἐναρέτων καὶ ἐφ’ ἑκάστῃ δὲ μεγαλοφρονεῖ ὁ σπουδαῖος, θεωρῶν τὴν ὑγίειαν καὶ τὸ κάλλος αὑτοῦ τῆς ψυχῆς. διὰ τοῦτο χαλεπὸν τῇ ἀληθείᾳ μεγαλόψυχον εἶναι· δεῖ γὰρ τὴν τελείαν ἔχειν καὶ καλοκαγαθίαν· τοῦτο δὲ χαλεπόν. μάλιστα μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχος, καὶ ἡσθήσεται τιμώμενος ὑπὸ τῶν σπουδαίων κατ’ ἀξίαν, ὡς τῶν οἰκείων τυγχάνων ἢ καὶ ἐλαττόνων· ἀρετῆς γὰρ παντελοῦς οὐκ ἂν γένοιτο ἀξία τιμή. λέγει δὲ παντελῆ ἀρετὴν τὴν σύμπασαν, ἣν ἀνάγκη ἔχειν τὸν μεγαλόψυχον· οὐ μὴν ἀλλ’ ἀποδέξεται ὅταν μὴ ἔχωσιν αὐτῷ νέμειν μείζω· τῆς δὲ παρὰ τῶν τυχόντων ὀλιγωρήσει καὶ τῆς ἐπὶ μικροῖς. ἐὰν γάρ τινα μικρὰ αὐτῷ πραχθῇ, οὐχ ἡγεῖται δεῖν ἐπὶ τούτοις τιμᾶσθαι. ὁμοίως δὲ καὶ ἀτιμίας ὀλιγωρήσει τῆς παρὰ τῶν πολλῶν· κἂν γὰρ γίνηται περὶ αὐτόν, οἶδεν ὅτι οὐ δικαίως ἔσται. τοῦ δὲ μὴ δικαίως γινομένου παντὸς καταφρονεῖ. μάλιστα μὲν οὖν, ὡς εἴρηται, περὶ τιμάς ἐστιν ὁ μεγαλόψυχος, ἀξιῶν ἑαυτὸν τῶν μεγίστων. ἕπεται δὲ τούτῳ μήτε εὐτυχοῦντα περιχαρῆ αὐτὸν γίνεσθαι μήτε δυστυχοῦντα περίλυπον. ὁ γὰρ εἰθισμένος τῶν μεγίστων αὑτὸν ἀξιοῦν τῶν ἄλλων ἀγαθῶν καὶ κακῶν κρείττων ἐστίν, οἷον πλούτου πενίας δόξης ἀδοξίας, ἁπλῶς τῶν περὶ τὸ σῶμα καὶ ἐκτὸς ἀγαθῶν καὶ κακῶν· μέγιστα γὰρ ἀγαθὰ ἡγεῖται τὰ περὶ ψυχήν, ὧν ὑπαρχόντων αὐτῷ ὑπ’ οὐδενὸς αὐτῶν οὔτε ἐπαίρεται οὔτε καταπίπτει· οὐδὲ γὰρ πρὸς τὴν τιμὴν οὕτως ἔχει, ὥστε ἐξεπαίρεσθαι ὑπ’ αὐτῆς, ἀλλὰ τῆς μὲν παρὰ τῶν πολλῶν καὶ παντελῶς καταφρονεῖ, τὴν δὲ παρὰ τῶν σπουδαίων ἀποδέχεται μὲν εἰ γίνοιτο· γινομένης δέ, οὐ διὰ τοῦτο λανθάνει μὴ συμβαίνειν.2 Δοκεῖ δέ τισι τὰ εὐτυχήματα συμβάλλεσθαι πρὸς μεγαλοψυχίαν. μεγαλόψυχος μὲν γάρ ἐστιν ὁ ἀξιῶν ἑαυτὸν τῶν μεγίστων τιμῶν. οἱ δ’ εὐγενεῖς καὶ πλούσιοι ἢ δυνάσται ἄλλην εὐτυχίαν ἔχοντες ἀξιοῦσι τιμᾶσθαι καὶ τιμῶνται ὡς ἐν ὑπεροχῇ ἀγαθῶν ὄντες. οὐ μήν εἰσιν οὗτοι μεγαλόψυχοι οὔτε τῷ ἐφίεσθαι τιμῶν οὔτε τῷ τυγχάνειν. κατ’ ἀλήθειαν γὰρ μεγαλόψυχος γένοιτ’ ἂν ὁ ἀγαθός, ὁ δ’ αὐτὸς καὶ τιμητός. ἂν δ’ ἄμφω αὐτῷ ὑπάρχῃ ἀρετὴ καὶ τὰ ἐκτὸς εὐτυχήματα, ἴσως μᾶλλον δόξει τιμητὸς εἶναι τοῖς πολλοῖς, κατ’ ἀλήθειαν δὲ μᾶλλον αὐτός ἐστιν εἰ καὶ διὰ τὴν εὐτυχίαν ἀκωλύτως ἐνεργοίη κατὰ τὴν ἀρετὴν ἐν προηγουμένοις· ταῖς γὰρ καλαῖς ἐνεργείαις ἀκολουθοῦσιν αἱ τιμαί. ἄνευ δὲ ἀρετῆς τὰ εὐτυχήματα ὡς ἐπίπαν ὑβριστὰς καὶ ὑπερόπτας ποιεῖ· μιμοῦνται γὰρ ὡς οἴονται τὸν μεγαλόψυχον ἐν οἷς δύνανται· δύνανται δὲ ἐν τῷ καταφρονεῖν τῶν πολλῶν, οὐκ ἐν τῷ κατ’ ἀρετὴν πράττειν· καταφρονεῖ δὲ τῶν πολλῶν οὐχ ὥστε ὑβρίζειν ἀλλ’ ὥστε μὴ θαυμάζειν τὰς παρ’ αὐτῶν τιμάς. καὶ ὁ μὲν δικαίως αὐτῶν καταφρονεῖ· δοξάζει γὰρ ἀληθῶς ὅτι κρείττων ἐστὶ τῶν ἄλλων, οἱ δὲ ψευδῶς καὶ ὡς ἂν τύχῃ περί τε αὑτῶν καὶ περὶ τῶν ἄλλων δοξάζουσιν· ἐπειδὴ δὲ τὸ αὑτοῦ μέγεθος οὐκ ἀγνοεῖ ὁ μεγαλόψυχος καὶ τὰ ἄλλα ἐπίσταται τὰ ἀνθρώπινα οἷά ἐστι, εἰκότως οὐκ ἔστιν οὔτε πυκνοκίνδυνος οὔτε φιλοκίνδυνος ἑαυτόν τε οὐχ ἡγούμενος δεῖν ὡς ἔτυχε καὶ προΐεσθαι3 καὶ οὐκ ἀξιῶν ὑπὲρ τῶν μηδενὸς ἀξίων κινδυνεύειν· ἐν οἷς δ’ ἂν κρίνῃ κινδυνευτὰ ἐνεῖναι, μεγαλοκίνδυνός ἐστιν. οὐδὲ γὰρ τὸ ζῆν μέγα ἡγεῖται ἀλλὰ προτιμᾷ αὐτοῦ τὸ καλῶς καὶ ὑπὲρ καλῶν ἔργων ἀποθανεῖν. καὶ οἷος, φησίν, εὖ ποιεῖν, εὐεργετούμενος δ’ αἰσχύνεσθαι.

如果荣誉是最大的事物,他便自视配得上这荣誉;这一结论从论证中是极其明显的;而且即使没有论证,大度者关涉荣誉也是显然的。然而他说,心胸狭隘者无论相对于他自己而言,还是相对于大度者的价值标准而言,都是不及的;因为他既不自视配得上他自己所配得的事物,又远离大度者所渴望的事物。另一方面,空疏者相对于他自己而言是过度的;因为他自视配得上他不配得的事物;然而他绝未凌驾于大度者之上;因为他甚至无法想象大度者自视配得上的那些事物。 在此之后,他指明大度者是最高尚卓越的人;因为如果他配得上最大的事物,他便会是最高尚卓越的人。他说,在每一种德性中的伟大之处,似乎属于大度者。因为正如我们曾经说过的,每一种德性都是由属于它的基础对象所规定其形式的,但在大度中应当将伟大附加于每一种德性。因为随着这种品质,某种伟大降临于灵魂;而当一切德性都达到完满时,这种品质便会降临。更进一步,他说大度是诸德性的一种装饰;因为它使它们变得更伟大。那么它是如何使它们变得更伟大的呢?乃是因为某种伟大附加于有德者的灵魂,并且卓越之人在观照自己灵魂的健康与优美时,在每一种德性中都怀有自负。因此,依真理而言成为大度者是困难的;因为必须拥有完全的善美,而这是困难的。 因此,大度者主要关涉荣誉与不名誉,并且当由端庄卓越之人依其价值给予荣誉时,他会感到高兴,因为他获得了属于自己的事物或甚至是更少的事物;因为对于完全的德性而言,不可能有相称的荣誉。他说完全的德性是指整体的德性,这是大度者必须具备的;不仅如此,当人们没有更大的荣誉可以分配给他时,他也会接受;但他会轻视来自平庸之人的荣誉以及因琐碎之事所给予的荣誉。因为若由他做出某些微小之事,他并不认为应当因这些而受荣誉。同样,他也会轻视来自大众的不名誉;因为即便这发生在他身上,他也知道这绝非出于公正。而对于一切非公正发生的事物,他都予以蔑视。 因此正如所说,大度者自视配得上最大的事物,主要关涉荣誉。而随之而来的是,他既不会在顺境中过分欢喜,也不会在逆境中过分悲伤。因为习惯于自视配得上最大事物的人,超越了其他的善与恶,例如财富与贫困、美名与恶名,简言之超越了关涉身体和外在的善与恶;因为他认为关涉灵魂的善是最大的善,在这些善属于他的情况下,他既不因那些〔其他善恶〕中的任何一种而骄矜,也不因而颓丧。他对荣誉也不至于持有被其冲昏头脑的态度,反倒对来自大众的荣誉彻底蔑视;而对于来自卓越之人的荣誉,若是发生固然会接受,但即使发生时,他也不会因此忽视这并未完全相称。 有些人认为顺境有助于大度。因为大度者是自视配得上最高荣誉的人。而出身高贵者、富人或统治者由于拥有另外的顺境,自视配得上受荣誉,并作为处于善的优越地位者而受到荣誉。然而这些人无论在渴望荣誉还是在获得荣誉上,都不是大度者。因为依真理而言能够成为大度者的是善人,而正是这同一人也是值得尊重的。但若德性与外在顺境二者兼备,或许在大众看来他更显得值得尊重,然而依真理而言,如果由于顺境而在首要事务上毫无阻碍地依德性而活动,他自身才更值得尊重;因为荣誉紧随着高尚的活动。然而没有德性,顺境通常会使人傲慢和轻慢;因为他们在力所能及的范围内如其自以为的那样模仿大度者;而他们所能做到的只是蔑视大众,而不是依德性行事。但他蔑视大众并非为了肆意凌辱,而是为了不看重来自他们的荣誉。并且他是公正地蔑视他们;因为他真实地判定自己优越于他人,而他们关于自身以及关于他人都是虚妄且随意地判定的。既然大度者并非不知晓自己的伟大,并且洞悉其他人类事务的本质,理所当然他既非频频犯险之人,亦非喜好冒险之人;因为他认为不应无端舍弃自身,也不认为值得为毫无价值之事冒险;但凡是他判定其中包含值得冒险之事时,他便会承担重大风险。因为他甚至不认为活着是伟大的事,反而更愿意为了高尚的行为而壮烈赴死。他说,他是乐于施惠,但在受惠时感到羞耻的那种人。

语法注3 条
  1. 4.4οὐ μὴν τόν γε μεγαλόψυχον

    宾格 τόν γε μεγαλόψυχον 承前省略的动词 ὑπερβάλλει(超过、胜过)作直接宾语。句子构成对比:空疏者相对于自身而言是过度的(ὑπερβάλλει πρὸς ἑαυτόν),但绝未超过大度者(οὐ μὴν [ὑπερβάλλει] τόν γε μεγαλόψυχον)。

  2. 4.4οὐ διὰ τοῦτο λανθάνει μὴ συμβαίνειν

    动词 λανθάνει(被忽视、未察觉)支配带有否定词 μή 的不定式 συμβαίνειν,意为“并不忽视这并未完全相符/及得上[完全的德性]”。语境表明,大度者在接受来自卓越之人的荣誉时,依然清醒地认识到任何荣誉都无法完全等同于完满的德性。

  3. 4.4ἑαυτόν τε οὐχ ἡγούμενος δεῖν ὡς ἔτυχε καὶ προΐεσθαι

    分词 ἡγούμενος 为与主语(ὁ μεγαλόψυχος)一致的主格,表原因(“因他不认为……”)。它支配不定式句 δεῖν,其中 ἑαυτόν 为 δεῖν 结构中不定式 προΐεσθαι(抛弃、舍弃)的宾语,副词 καί 起强调作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:111.6-112.32